1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

105

ῥάβδος. Ἄνευ γὰρ τοῦ δυσωπηθῆναι, καὶ περὶ ἐνίων ἐπιπληχθῆναι, νουθεσίαν ἐνδείξασθαι καὶ σωφρονισμὸν ἀμήχανον. Οὐχ ὡς δύναται διδάσκειν ὁ διδάσκαλος, οὕτω καὶ μανθάνειν ὁ γνώριμος. Ἐπειδὴ ὁ μὴν τέλειος, ὁ δὲ ἀτελής ἐστιν. Ὅθεν προσήκει στοχάζεσθαι τῆς τοῦ παιδευομένου δυνάμεως. Ἐπίστησον, ὁ διδάσκων, καὶ ἐξέτασον ἀκριβῶς ἀκοὴν τοῦ μανθάνοντος. Εὐήθης γὰρ ὁ κωφῷ διαλεγόμενος, καὶ μάταιος ὁ λίθον νουθετῶν. Καὶ σὺ ἔνοχος ἁμαρτίας σεαυτῷ ἔσῃ, ὁ μὴ ἐπισκεψάμενος, ὅπως, καὶ πηνίκα, καὶ πότε δεῖ λόγον προέσθαι σοφίας. Ὁ λαβὼν χάριν, ὀφείλει ἀφθόνως παραδιδόναι τοῖς θέλουσι μανθάνειν, καθὼς καὶ ὁ Κύριος εἶπε, ∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε. Τῷ γὰρ λαβόντι, καὶ μὴ μεταδιδόντι, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ. Καὶ οὐ μόνον δικαίοις δίδωσι τὴν χάριν, ἀλλὰ καὶ ἁμαρτωλοῖς. Ἐπειδὴ ἄφθονός ἐστιν ὁ Θεὸς καὶ ἀπροσωπόληπτος, καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· καὶ οὐ παρορᾷ τὸν ἁμαρτάνοντα, ἀλλὰ δίδωσι κἀκείνῳ μικρὰν χάριν. Ἕκαστος οὖν ἀφθόνως ὀφείλει διδάσκειν.

ΤΙΤΛ. ΙΒ. -Περὶ διαβολῆς· ὅτι οὐ χρὴ ἀκρίτως δέχεσθαι διαβολήν.

«Οὐ παραδέξῃ ἀκοὴν ματαίαν.» «Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον.» Ὁ διαβάλλων τὸν πλησίον, ἀδελφικὰ κρέα ἔφαγεν, ὑπόληψιν τρώσας, καὶ μυρία ἕτερα ἐργασάμενος διὰ τοῦ λόγου κακά. Οὐ τοῖς κακῶς μόνον ἀγορεύουσιν, ἀλλὰ καὶ τοῖς ἀκούουσι κακῶς λέγοντας ἑτέρους, παραινῶ τὰς ἀκοὰς ἀποφράττειν, καὶ τὸν Προφήτην μιμήσασθαι τὸν λέγοντα· Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Εἰπὲ πρὸς τὸν πλησίον· Εἰ ἔχεις τινὰ ἐπαινέσαι καὶ ἐγκωμιάσαι, ἀνοίγω τὰς ἀκοὰς, ἵνα δέξωμαι τὰ μῦρα· ἂν δὲ κακῶς ἐθέλεις εἰπεῖν, ἀποφράττω τὴν εἴσοδον τοῖς ῥήμασι. Βίον ἀλλότριον περιεργάζεσθαι, ἀνελευθερίας ἐσχά 95.1377 της. Τὸ δὲ πάντων καταγελαστότερον, οἱ τοῦτον ἔχοντες τὸν βίον, καὶ τῶν οἰκείων ἀμελοῦντες, ἐπειδὰν εἴπωσί τι τῶν ἀποῤῥήτων, παρακαλῶσι τὸν ἀκούσαντα καὶ ὁρκοῦσι μηδενὶ λοιπὸν εἰπεῖν ἑτέρῳ, αὐτόθεν δηλοῦντες, ὅτι πρᾶγμα ἄξιον κατηγορίας ἐποίησαν. Εἰ γὰρ ἐκεῖνον μηδενὶ εἰπεῖν ἑτέρῳ παρακαλῇς, πόσῳ μᾶλλόν σε πρότερον τούτῳ ταῦτα εἰπεῖν οὐκ ἐχρῆν, καὶ διαβάλλειν τινὰ, οὐδὲ κατέχοντα ἐν ἀσφαλείᾳ τὸν λόγον προδοῦναι, καὶ τότε τῆς σωτηρίας αὐτοῦ φροντίζειν; Ἀλλὰ ἡδὺ τὸ διαβάλλειν, ἡδὺ μὲν ἂν τὸ μὴ λέγειν κακῶς. Ὁ μὲν γὰρ κακῶς εἰπὼν, ἐναγώνιος λοιπόν ἐστιν· ὑποπτεύει καὶ δέδοικε, μετανοεῖ καὶ κατεσθίει τὴν γλῶσσαν ἑαυτοῦ, δεδοικὼς καὶ τρέμων, μήποτε εἰς ἑτέρους ἐξενεχθῇ τὸ ῥῆμα, καὶ μέγαν ἐπαγάγῃ τὸν κίνδυνον. Ὥσπερ τὸ καλῶς λέγειν καὶ ἐγκωμιάζειν ἀρχὴ φιλίας ἐστὶν, οὕτω καὶ τὸ κακῶς λέγειν, καὶ διαβάλλειν ἔχθρας, καὶ ἀπεχθείας, καὶ μυρίων κακῶν ἀρχὴ καὶ ὑπόθεσις γέγονεν. ∆ιάβολοι, καὶ θείας ἀπόπεμπτοι χάριτος, οἱ τὴν αὐτὴν ἐκείνῳ διαβολικὴν νοσοῦντες κακοτεχνίαν, θεοστυγεῖς τε καὶ θεομισεῖς πάντη, καὶ πάσης εὐδαιμονίας ἀλλότριοι. Τί ἂν γένοιτο διαβολῆς χεῖρον; κηλεῖ γὰρ τὰ ὦτα, καὶ ἐκπλήττει τὴν διάνοιαν τῶν ἀκροατῶν, ἐκθηριοῖ δὲ αὐτοὺς οἷόν τι θήραμα τοῖς κακοῖς ἀεὶ ἐφεδρεύοντας. Οἱ δὲ τῷ σώφρονι λογισμῷ μάλα ἑρματισμένοι καὶ ἀναχαιτιζόμενοι, τῷ διαβάλλοντι ἀπεχθαίνουσι μάλιστα, ἢ τῷ διαβεβλημένῳ, ἐπιτιμήσαντες καὶ ἐπιστομίσαντες ταῖς πρὸς μέμψιν ὁρμαῖς, ἄχρις ἂν ἐναργὴς μαρτυρίῳ ἡ ἀπόδειξις γένηται.

ΤΙΤΛ. ΙΓʹ. -Περὶ διηγήσεως ὑπὸ συνετῶν ἀνθρώπων γινομένης· καὶ ὅτι χρὴ

σπουδαίους εἶναι ἡμᾶς περὶ τὰς τοιαύτας ἀκροάσεις, ἀποδιδράσκειν δὲ ἀνοήτων ἀνδρῶν.

«∆ιηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε.» «Λόγοις σοφῶν παράβαλέ σου τὸν νοῦν.» -»Λαλεῖτε, ἄνθρωποι, δικαίοις·» «Μὴ