105
γυμνάσιον ἀρετῆς ὑπῆρχεν ἡ πληγὴ καὶ οὐχ ἁμαρτημάτων ἀντίδοσις, τῶν εἰρημένων πάντων ὁ κύριος ποιούμενος τὴν ἐπίκρισιν τὰ μὲν περὶ τῆς θείας προνοίας καὶ δυνάμεως καὶ σοφίας παρὰ πάντων εἰρημένα ὡς καλῶς λεχθέντα ἀποδέχεταιδιὸ καὶ αὐτὸς περιμηκέστερον τὰ περὶ τούτων ἐπεξέρχεται πρὸς μὲν τὸν ἑαυτοῦ φίλον, τὸν δίκαιον Ἰώβ, ἡμέρως καὶ πράως διαλεγόμενος καὶ ἐπικυρῶν μὲν τὰ παρὰ πάντων εἰρημένα περὶ θεοῦ δι' ὧν καὶ αὐτὸς ἐκδιδάσκει περὶ ἑαυτοῦ τὰ ὅμοια, διδάσκων δὲ ἡμᾶς ὡς ἀκατάληπτα τῆς θείας προνοίας τὰ κρίματα καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ τῆς τοῦ θεοῦ σοφίας, τοῖς δὲ φίλοις ἐπιτιμᾷ ὡς ἀποφηναμένοις περὶ ὧν οὐκ ᾔδεισαν μὴ γὰρ πρὸ καιροῦ τι κρίνετε, φησὶν ὁ θεῖος ἀπόστολος, ἕως ἂν ἔλθῃ ὁ κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν καὶ τὰ ἑξῆςτόν τε Ἐλιοὺς οὔτ' ἐπαινεῖοὐ γὰρ ἔγνω τοῦ Ἰὼβ τὴν διάνοιαν, ἐξ ἧς τοὺς λόγους προέφερεν, ἀλλ' οὐδὲ τοῦ ἀγῶνος τὴν ὑπόθεσιν, οὔτε ψέγει δέ, ἐπεὶ μὴ κατεδίκασε τὸν ἅγιον. τὸν δὲ δίκαιον Ἰὼβ στεφανοῖ καὶ ἀναγορεύει καὶ ἀνακαλεῖται τοῖς λόγοις ὡς οὐδαμοῦ μὲν ἐκπαλαίσαντα, πάντα δὲ νομίμως ἀγωνισάμενον τὰ παλαίσματα, καὶ τὸ ἀπόρρητον ἀναπτύσσει καὶ δημοσιεύει τοῦ πειρασμοῦ τὴν αἰτίαν. οὐ γὰρ ὡς ἄδικος πέπονθεν, φησίν, ὁ δίκαιος, ἀλλ' ἵνα δίκαιος ἀναφανῇ καὶ ἀπὸ θείας ψήφου ἀναγορευθῇ τὰ κατὰ τὴν ἀρετὴν τοῦ Ἰώβ. ἐπαλείφων δὲ αὐτὸν τοῖς λόγοις καὶ ἀναρρωννὺς καὶ παρατείνων αὐτῷ τὴν διάλεξινδίκαιος γὰρ ἦν παρὰ τοὺς ἄλλους πλείονος ὁμιλίας ἀπολαῦσαι θεοῦ, ὅσῳ καὶ πλείονα χρόνον τοῖς πάθεσιν ἐνεκαρ 333 τέρησεδιδάσκει καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς μυστήρια καὶ δημοσιεύει διὰ λόγων μυστικῶν καὶ ἐπικεκαλυμμένων τοῦ κοινοῦ τῆς ἀνθρωπότητος ἐχθροῦ, τοῦ δράκοντος καὶ ἀποστάτου, ὃν δὴ κῆτος προσαγορεύει, τήν τε ἰσχὺν καὶ ἰταμότητα καὶ κακόνοιαν, ἡμῖν μὲν τὰ κατ' αὐτὸν ἀπογυμνῶν, τὸν δὲ δίκαιον καὶ πλέον ἀναγορεύων καὶ θαρσαλεώτερον γενέσθαι παρασκευάζων, μονονουχὶ μεγάλῃ τῇ φωνῇ πρὸς τοὺς συνιέναι δυναμένους λέγων, ὅτι πρὸς τοσοῦτον ἔσχεν ἀντίπαλον καὶ δι' ὅλων ἄρρηκτος ἔμεινεν. μετὰ δὲ τοὺς πολλοὺς ἀγῶνας καὶ τὴν ἐκ τῆς θείας φωνῆς παράκλησιν ὑγεία μὲν εὐθὺς συνέτρεχε καὶ ἀθρόως ἦν ἐν τοῖς συνήθεσιν ὁ τοὺς ἰχῶρας ἀναβλύζων καὶ τοὺς σκώληκας ἐξομβρῶν. συνέτρεχον δὲ πάντοθεν οἱ γνώριμοι καὶ ξενίοις ἐδεξιοῦντο. καὶ τὰ μὲν οὖν τῆς περιουσίας διπλᾶ ἠκολούθει πάντα, οἱ δὲ παῖδες ἰσάριθμοι· οὐ γὰρ εἰς ἀνυπαρξίαν ἐχώρησαν οἱ τοῦ σώματος ἐκδεδημηκότες, ὥστε καὶ αὐτοὶ διπλοῖ τὸν ἀριθμὸν ἐτύγχανον, ζώντων μὲν τῶν προαπελθόντων, προστεθέντων δὲ τῶν ὕστερον ἐπιγενομένων. ὥσπερ γὰρ πρότερον ὑπὸ τῆς θείας ἐγκαταλείψεως πρὸς γυμνασίαν γεγενημένης ἅπαντα ἦν σκυθρωπά, πενία καὶ ἀπαιδία, ἕλκη καὶ ἰχῶρες καὶ ἀτιμία, οὕτως ὕστερον ὑπὸ τῆς θείας ἐπιλάμψεως φαιδρὰ πάντα καὶ ἱλαρὰ καὶ θυμηδίας ἀνάμεστα, καὶ διπλασίονα μὲν ἐν τῷ παρόντι, παραπεμπτέα δὲ πρὸς τὰ τοῖς δικαίοις ἐπηγγελμένα τὰ μήτε ὀφθαλμοῖς ὁρατὰ μήτε ἀνθρωπίνῃ διανοίᾳ καταληπτά. ἐπειδὴ δὲ ὁ μακάριος Ἰὼβ εὐσεβεῖ μὲν καὶ φιλοθέῳ διανοίᾳ, σκο 334 τεινοτέρᾳ δὲ τῇ ἀπαγγελίᾳ τῶν λόγων ἐχρήσατο, καὶ δῆλος μέν ἐστιν ἄριστα τὰ περὶ θεοῦ δοξάζων, ἀσαφὴς δὲ ἐν οἷς ἔδοξε τοῖς οὐκ εἰδόσιν αὐτοῦ τὴν διάνοιαν ὀλιγωρίας φθέγγεσθαι ῥήματα, καὶ ἐπειδήπερ συνετίθετο μὲν τοῖς τοῦ Ἐλιοὺς καλῶς δοξάσαντος τὰ περὶ θεοῦ, ἐσιώπα δὲ καὶ οὐκ ἀπεκρίνετο, ἐντεῦθεν ὁ κύριος τῶν πρὸς αὐτὸν ἄρχεται λόγων οἷα σιωπῶντος καὶ τὴν οἰκείαν βουλὴν ἐπικρύπτοντος. ἔρχεται δὲ διὰ τοῦ ἀέρος ἡ θεία φωνὴ πρὸς τὴν ἡμετέραν ἀκρόασιν κατὰ θείαν δημιουργίαν· οὐ γὰρ δὴ θεὸς ἀνθρωπίνως φθέγγεται, ἀλλ' ὁμοῦ τε θέλει καὶ ὁ λόγος εἰς ἔργον χωρεῖ καὶ θείων ἡμεῖς ῥημάτων ἀκούομεν. φθέγγεται δὲ διὰ λαίλαπος καὶ νεφῶν λαῖλαψ δέ ἐστιν ἡ τῶν ἀνέμων συστροφήδιὰ ταύτης μέν, οἶμαι, καταπλήττων τοὺς περιεστῶτας καὶ εἰς φόβον ἐνάγων, διὰ δὲ τοῦ νέφους πρὸς τὸν δίκαιον διαλεγόμενος ὥσπερ καὶ Μωυσεῖ καὶ Ἀαρών· ἐν στύλῳ γὰρ νεφέλης ἐλάλει πρὸς