ἀνδρῶν· μόνοι δὲ ἔκ τινος Θεοῦ προνοίας, δι' ὑπερβάλλουσαν εὐλάβειαν, οὐχ ὑπεβλήθησαν ἐξορίαις Βασίλειος καὶ Γρηγόριος, ὧν ὁ μὲν Καισαρείας τῆς ἐν Καππαδοκίᾳ ἐπίσκοπος ἦν, Γρηγόριος δὲ Ναζιανζοῦ πόλεως εὐτελοῦς γειτνιαζούσης τῇ Καισαρείᾳ. Περὶ μὲν οὖν Βασιλείου καὶ Γρηγορίου προϊόντες ἐροῦμεν. 4.12 Ὡς οἱ τὰ Μακεδονίου φρονοῦντες διὰ τὴν τοῦ βασιλέως περὶ αὐτοὺς βίαν στενοχωρούμενοι πρὸς Λιβέριον τὸν Ῥώμης διαπρεσβευσάμενοι τῷ ὁμοουσίῳ ἐγγράφως προσέθεντο. Τῶν δὲ φρονούντων τὸ «ὁμοούσιον» σφοδρῶς τότε συνελαθέντων, αὖθις οἱ διώκοντες κατὰ τῶν Μακεδονιανῶν ἐχώρουν. Οἱ δὲ φόβῳ μᾶλλον καὶ βίᾳ στενοχωρούμενοι κατὰ πόλεις διεπρεσβεύοντο πρὸς ἀλλήλους· δηλοῦντες, δεῖν ἐξ ἀνάγκης καταφεύγειν ἐπί τε τὸν ἀδελφὸν τοῦ βασιλέως, καὶ ἐπὶ Λιβέριον τὸν Ῥώμης ἐπίσκοπον, ἀσπάζεσθαί τε τὴν ἐκείνων πίστιν μᾶλλον ἢ κοινωνεῖν τοῖς περὶ Εὐδόξιον. Πέμπουσιν οὖν Εὐστάθιον τὸν ἐκ Σεβαστείας, ὃς πολλάκις καθῄρητο, Σιλβανὸν Ταρσοῦ τῆς Κιλικίας, καὶ Θεόφιλον Κασταβάλων, Κιλικίας δὲ καὶ ἥδε πόλις, ἐντειλάμενοι μὴ διακριθῆναι πρὸς Λιβέριον περὶ πίστεως, ἀλλὰ καὶ κοινωνῆσαι τῇ Ῥωμαίων ἐκκλησίᾳ, καὶ κυρῶσαι τὴν τοῦ «ὁμοουσίου» πίστιν. Οὗτοι γράμματα τῶν ἐν Σελευκείᾳ διακριθέντων ἐπικομιζόμενοι τὴν παλαιὰν Ῥώμην κατέλαβον· καὶ τῷ βασιλεῖ μὲν οὐκ ἐντυγχάνουσι· περὶ τὰς Γαλλίας γὰρ ἠσχολεῖτο, Σαυρομάτας ἐκεῖ πολεμῶν· Λιβερίῳ δὲ τὰς ἐπιστολὰς ἐγχειρίζουσιν. Ὁ δὲ αὐτοὺς προσδέξασθαι οὐδαμῶς ἐβούλετο· τῆς γὰρ Ἀρειανῶν μοίρας εἶναι, καὶ μὴ δύνασθαι δεχθῆναι ὑπὸ τῆς ἐκκλησίας ἔλεγεν, ὡς τὴν ἐν Νικαίᾳ πίστιν ἀθετήσαντες. Οἱ δὲ ἀπεκρίναντο, ἐκ μεταμελείας ἐπεγνώκεναι τὴν ἀλήθειαν, καὶ ἠρνῆσθαι μὲν ἤδη πρότερον τὴν τῶν «ἀνομοίων» πίστιν, «ὅμοιόν» τε ὡμολογηκέναι «κατὰ πάντα τὸν Υἱὸν τῷ Πατρί·» μηδέν τε διαφέρειν τοῦ «ὁμοουσίου» τὸ «ὅμοιον.» Ταῦτα λέγοντας Λιβέριος ἔγγραφον τὴν ὁμολογίαν τῆς γνώμης ἀπῄτησεν· οἱ δὲ αὐτῷ βιβλίον ὤρεξαν, ἐν ᾧ καὶ τὰ ῥήματα τῆς κατὰ Νίκαιαν ἐκδοθείσης πίστεως προσεγέγραπτο. Τὰς μὲν οὖν ἐπιστολὰς, ἃς ἀπὸ Σμύρνης τῆς ἐν Ἀσίᾳ, καὶ ἀπὸ Πισιδίας, Ἰσαυρίας τε καὶ Παμφυλίας καὶ Λυκίας, συνόδους ποιησάμενοι ἔγραψαν, ἐνταῦθα διὰ τὸ μῆκος οὐ προσέγραψα. Τὸ μέντοι βιβλίον, ὃ οἱ περὶ Εὐστάθιον πρέσβεις Λιβερίῳ ἐπέδοσάν, ἐστι τόδε· Κυρίῳ ἀδελφῷ καὶ συλλειτουργῷ Λιβερίῳ Εὐστάθιος, Θεόφιλος, Σιλβανὸς ἐν Κυρίῳ χαίρειν. ∆ιὰ τὰς τῶν αἱρετικῶν μανιώδεις ὑπονοίας, οἳ οὐ παύονται ταῖς καθολικαῖς ἐκκλησίαις σκάνδαλα ἐπιφέροντες, τούτου χάριν πᾶσαν ἀφορμὴν αὐτῶν ἀναιροῦντες, ὁμολογοῦμεν τὴν σύνοδον τὴν γενομένην ἐν Λαμψάκῳ καὶ ἐν Σμύρνῃ, καὶ ἐν ἑτέροις διαφόροις τόποις, τῶν ὀρθοδόξων ἐπισκόπων. Ἧς συνόδου πρεσβείαν ποιούμενοι πρὸς τὴν χρηστότητά σου καὶ πάντας τοὺς Ἰταλούς τε καὶ ∆υτικοὺς ἐπισκόπους γράμματα κομίζομεν, τὴν καθολικὴν πίστιν κρατεῖν καὶ φυλάσσειν, ἥτις ἐν τῇ ἁγίᾳ Νικαέων συνόδῳ, ἐπὶ τοῦ μακαρίου Κωνσταντίνου, ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων βεβαιωθεῖσα ἀκεραίᾳ καὶ ἀσαλεύτῳ καταστάσει ἕως νῦν καὶ διηνεκῶς διαμένει· ἐν ᾗ τὸ «ὁμοούσιον» ἁγίως καὶ εὐσεβῶς κεῖται ὑπεναντίως τῆς Ἀρείου διαστροφῆς. Ὁμοίως καὶ ἡμᾶς μετὰ τῶν προειρημένων τὴν αὐτὴν πίστιν κεκρατηκέναι τε καὶ κρατεῖν καὶ ἄχρι τέλους φυλάσσειν ἰδίᾳ χειρὶ ὁμολογοῦμεν, κατακρίνοντες Ἄρειον, καὶ τὴν ἀσεβῆ διδαχὴν αὐτοῦ, σὺν τοῖς μαθηταῖς αὐτοῦ, καὶ τοὺς ὁμόφρονας αὐτοῦ, καὶ πᾶσαν αἵρεσιν Σαβελλίου, Πατροπασσιανοὺς, Μαρκιωνιστὰς, Φωτιανοὺς, Μαρκελλιανοὺς, καὶ Παύλου τοῦ Σαμοσατέως, καὶ τούτων τὴν διδαχὴν, καὶ πάντας τοὺς ὁμόφρονας αὐτῶν, καὶ πάσας τὰς αἱρέσεις τὰς ἐναντιουμένας τῇ προειρημένῃ ἁγίᾳ πίστει, ἥτις εὐσεβῶς καὶ καθολικῶς ὑπὸ τῶν ἁγίων ἐξετέθη πατέρων ἐν Νικαίᾳ· ἀναθεματίζοντες ἐξαιρέτως καὶ τὴν ἐν Ἀριμίνῳ συνόδῳ ἀναγνωσθεῖσαν ἔκθεσιν, ὡς ὑπεναντίως τῆς προειρημένης ταύτης πίστεως τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίᾳ πραχθεῖσαν· οἷς δόλῳ καὶ ἐπιορκίᾳ ὑποπεισθέντες οἱ ἐν Κωνσταντινουπόλει