1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

105

ἀλλ' εἰς οὐρανὸν μὲν τὰς εὖ βεβιωκυίας, κάτω δὲ εἰς Ἅιδου τὰς τἀναντία προελομένας. ∆ῆλος τοίνυν ἐστίν, ὡς ἐκεῖνα μὲν παίζων, ταῦτα δὲ λέγει σπουδάζων. 11.46 Καὶ μέντοι καὶ ὁ Πλούταρχος, ἐν οἷς Περὶ ψυχῆς ἔγραψε, καὶ τὸν δικαστὴν ὑπέδειξε καὶ τοῦ δικαστηρίου τοὺς ὑπηρέτας, διήγημά τι τοιοῦτον ἐνθεὶς τῷ ξυγγράμματι· "Ἀντύλλῳ" φησί "τούτῳ καὶ αὐτοὶ παρῆμεν ἅμα Σωσιτέλει καὶ Ἡρακλέωνι διηγουμένῳ. Ὡς γὰρ ἀβιώτως ἔχειν ἐδόκει τοῖς ἰατροῖς, ἀνε νεχθεὶς μικρὸν ἔκ τινος οὐ βιαίου καταφορᾶς, ἄλλο μὲν οὔτε ἔπραξεν οὔτε εἶπε παρακινητικόν, ἔλεγε δὲ τεθνάναι καὶ πάλιν ἀφεῖσθαι καὶ μὴ τεθνήξεσθαι τὸ παράπαν ὑπὸ τῆς ἀρρωστίας ἐκείνης, ἀλλὰ καὶ κακῶς ἀκηκοέναι τοὺς ἀγαγόντας αὐτὸν ὑπὸ τοῦ κυρίου· πεμφθέντας γὰρ ἐπὶ Νικανδᾶν, αὐτὸν ἥκειν ἀντ' ἐκείνου κομίζοντας· ὁ δὲ Νικανδᾶς ἦν σκυτοτόμος." Λέγει δὲ καὶ ὡς, τοῦ Νικανδᾶ τελευτήσαντος, παραυτίκα ὁ Ἄντυλλος ἐρρώσθη. 11.47 Ὁποῖα μὲν οὖν τῶν φιλοσόφων τὰ δόγματα, καὶ ὡς οἱ μὲν αὐτῶν τῇ γαστρὶ τὴν εὐδαιμονίαν ἐμέτρησαν, οἱ δὲ καὶ τελειοτέ ρων ἥψαντο λόγων, καὶ οἱ μὲν μέχρι τῶν τάφων ἐνόμισαν εἶναι τῶν ἀνθρώπων τὸν βίον, οἱ δὲ καὶ τὰς τῶν βεβιωμένων ὠνειροπό λησαν ἀντιδόσεις καὶ ὑπέδειξαν, ὡς ἐνῆν τῷ λόγῳ, τὰ φρίκης γέμοντα κολαστήρια, οὐδὲ ταῦτα τῶν μύθων καταλελοιπότες ἐλεύθερα, δι' ὧν εἰρήκαμεν, μεμαθήκατε. Ὥρα δὲ λοιπὸν ὑμᾶς 11.48 καὶ τὰ θεοπρεπῆ τῶν ἱερῶν εὐαγγελίων δόγματα θεωρῆσαι. Ἀρχὴν τοίνυν τῶν ἀγαθῶν οὗτοί γε εἶναί φασι τὸν ἐπαινούμενον φόβον· "Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου", κατά γε τὸν Σολο μῶντα καὶ τὸν ἐκείνου πατέρα· τέλος δὲ τὸν τοῖς θείοις νόμοις διακοσμούμενον βίον· "Μακάριοι" γάρ φησιν "οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου· μακάριοι οἱ ἐξερευνῶντες 11.49 τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν." Τοῦτο δὲ κἀν τοῖς θείοις εὐαγγελίοις ὁ τῶν ὅλων Σωτὴρ ἐξεπαίδευσεν. Μακαρίζει γὰρ οὐ τοὺς πλουτοῦντας καὶ τρυφῶντας καὶ κατὰ ῥοῦν φερομένους, ἀλλὰ τοὺς πτωχοὺς τῷ πνεύματι καὶ τοὺς πραεῖς καὶ τοὺς ἐλεήμονας καὶ τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην καὶ τοὺς ὑπὲρ ἀγαθοῦ τινος κακῶς πάσχειν ἀνεχομέ νους, καὶ τοῖς ταῦτα καὶ τὰ τοιαῦτα κατορθοῦσιν ὑπισχνεῖται τῶν 11.50 οὐρανῶν τὴν βασιλείαν. Προύργου δὲ οἶμαι καὶ αὐτοὺς ὑμῖν τοὺς ἐν εὐφημίας εἴδει γραφέντας ἀναγνῶναι νόμους· "Μακά ριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθή σονται. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθή σονται. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν 11.51 ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν." Καὶ τἄλλα δέ, ὦ ἄνδρες, τὴν αὐτὴν ἔχει διάνοιαν· ἀλλ' ἀρκεῖ καὶ ταῦτα δηλῶσαι τὸν τοῦ νομοθέτου σκοπόν, καὶ πρὸς ποῖον ἡμᾶς ἀφορᾶν ἐδίδαξε τέλος. Οὔτε γὰρ πλοῦτον καραδοκεῖν ἐκέλευσεν οὔτε σώματος ὥραν καὶ ὑγείαν, ἀλλὰ τῆς ἀρετῆς τοὺς ἱδρῶτας καὶ τοὺς ὑπὲρ ταύτης 11.52 κινδύνους καὶ τὰ μέγιστα αὐτῆς ἆθλα καὶ ἄρρητα. Τίς γὰρ ἱκα νὸς λόγος τεκμηριῶσαι βασιλείαν οὐρανῶν ἀνώλεθρόν τε καὶ ἄπειρον καὶ βίον ἀγήρω καὶ ἄλυπον καὶ φροντίδων ἐλεύθερον; περὶ τούτων ὁ θεσπέσιος Παῦλος βοᾷ· "Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν." Εἰ δὲ ὁ τούτων αὐτό πτης οὐκ ἴσχυσεν εἰπεῖν, ἅπερ ἰδεῖν ἠξιώθη, σχολῇ γ' ἂν ἄλλος 11.53 τῶν ἀφράστων κατατολμήσοι. Ὅτι δὲ καὶ οὗτος τέλος ὡρίσατο τῶν ἀγαθῶν τὴν ζωὴν τὴν αἰώνιον, ἀκούσατε αὐτοῦ Ῥωμαίοις γράφοντος· "Ὅτε γὰρ ἦτε δοῦλοι τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαι σχύνεσθε; Τὸ μὲν γὰρ τέλος ἐκείνων θάνατος· νυνὶ δέ, ἐλευθε ρωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Τὰ γὰρ