105
ἐκλόνησέν μου τὸν νοῦν, συνέτριψέν μου τὴν καρδίαν, ἐδάκρυσα πικρά, συνεχύθην τῷ ὀδυρμῷ ὡς οὐδέποτε οἶδα, οὐχ εἵνεκα τῆς κοιμήσεως αὐτῶν, ἀλλ' ὅτι ἐν τοιούτῳ τόπῳ, δεδοικὼς μὴ ἡ προσταγή μου αἰτία (καὶ γὰρ ἐπειθάρχει χαίρων εἰς πῦρ βαίνειν ἐκ πίστεως καὶ μηδὲν βλάπτεσθαι), ὅμως ὅτι οὐ προαιρούμην πάντως ἐξορμεῖν αὐτοὺς ἐν τῷ χειμῶνι. πέπεικα δὲ προητοιμακότος τοῦ οἰκονόμου τὴν πορείαν αὐτῶν. Τοιαῦτα τὰ συμβεβηκότα. οὐ μὴν ἐναπέμεινα, τέκνον μου, ἐν τῷ πένθει, ἀνενέγκας δὲ τὸν λογισμὸν καὶ συλλογισάμενος ὅτι εἷς θάνατος μόνος πονηρός, ὁ τῆς ἁμαρτίας, καὶ οὐχ ὁ τόπος, ἀλλ' ὁ τρόπος τοῦ θανάτου ὁ ζητούμενος ηὐχαρίστησα ἐν τῷ συμβάντι τῷ Κυρίῳ, τοῖς ἀθεωρήτοις αὐτοῦ κρίμασι τῆς οἰκονομίας παραχωρήσας τὸ πᾶν· ὃς πρὸ καταβολῆς κόσμου συμφερόντως καὶ τὸν καιρὸν καὶ τὸν τόπον τοῦ τέλους ἀπένειμεν ἑνὶ ἑκάστῳ. Ἐν τούτοις εὐθύμει καὶ αὐτός, ἀδελφέ μου ἀειπόθητε, τάττων μετὰ Ζωσιμᾶ καὶ Γαϊανὸν τὸν θαυμάσιον, τοὺς ἴσους ἀδελφοὺς τῷ πνεύματι ὡς καὶ τὰ σώματα· ὧν εἴην τῆς μερίδος ὁ ἀνάξιος. προσεύχου μοι ἀενάως ἵνα σῴζωμαι, τέκνον ἠγαπημένον. 115 {1Ναυκρατίῳ τέκνῳ}1 Καὶ μὴ παρεμπιπτούσης ἀφορμῆς γραμμάτων φιλῶ σοι διαλέγεσθαι, πόσῳ γε μᾶλλον ἐξευρισκομένης; εὐηγγελίσθην οὖν διὰ τῶν γραμμάτων σου, τέκνον, τὰ ἀγαθά· εὐαγγέλια γὰρ ἐμοὶ τὸ τὸν ὄντως ἐμὸν ἀδελφὸν καὶ ἀρχιεπίσκοπον ἐξορίζεσθαι διὰ Χριστὸν καὶ τοὺς λοιποὺς πατέρας μου καὶ ἀδελφούς. καὶ τίς ἄν μοι ἔδωκεν ἰσχὺν ῥῆξαι πρὸς αὐτοὺς φωνὴν ἀλαλαγμοῦ; πλὴν πιστεύω λήψεσθαί ποτε· ὅτε γὰρ δόξειεν ὁ βασιλεὺς πανταχόθεν περικόψαι μου τὴν φωνήν, τηνικαῦτα βοήσομαι πνεύματι πτερούμενος καὶ εὑρίσκων τὰς διεξόδους. Σὺ οὖν, τέκνον μου ἀγαπητόν, ἐνδυναμοῦ ἐν Κυρίῳ, μηδόλως καταπίπτων ἐν τῇ ἐκδοχῇ τῆς μεταστάσεως· στῆθι κραταιῶς, ὁμολόγησον ἐρωτώμενος τὴν καλὴν ὁμολογίαν. ἐὰν δεῖ ῥαπισθῆναι, ῥαπίσθητι μετὰ Χριστοῦ, φυλακίσθητι, πίε χολὴν θλιβερῶν περιστάσεων, ἄνιθι ἐπὶ τὸν σταυρὸν τῇ προαιρέσει· οὕτω γὰρ λογισθήσεται παντὶ τῷ προαιρουμένῳ οἴσειν τὰ πάθη. οὐκ ἀρκεῖ σοι υἱὸν θεοῦ γενέσθαι; οὐχ ἱκανοῖ σοι συγκληρονόμον γενέσθαι Χριστοῦ; τίνων τὸ αὔχειν, τίνων τὸ χαίρειν καὶ ἀγάλλεσθαι καὶ εὐπαθεῖν; ἀλλ' οὐχὶ τῶν διὰ Χριστὸν πασχόντων καὶ περιοριζομένων; εἴθε καὶ ἄλλα παθεῖν ὁμοίως τῷ δεσπότῃ. καὶ τίς ἄξιος; ἀλλὰ χάρις ὁμοίως καὶ τοῖς φθάσασιν. Ἐγὼ ὁ τάλας οὔποτε ἐχάρην τοσοῦτον οὐδὲ εὐπαθῶν διετέλεσα (ναί, ναί, καὶ ἐν ταῖς προλαβούσαις ἐξορίαις) καὶ οὐκ ἐπιλέλησμαι τῶν τοῦ Κυρίου μου εὐεργεσιῶν, ἀλλὰ ἁπλῶς καὶ ἄρτι διὰ τὸ παραπέμψαι τὸν μακάριόν μου πατέρα σὺν τῷ ἁγίῳ μου Καλογήρῳ βασιλεύω, δεσπόζω, γήθω, χορεύω. οὕτως ἐκδέχομαι τὰς παρὰ τοῦ κόσμου κακώσεις ὡς τρυφάς. ἄφοβος, ἀπτόητος τολμῶ λέγειν μετὰ τοῦ ἁγίου ∆αυίδ, ἐὰν παρατάξεται ἐπ' ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ὁ θάνατός μοι ἐπιθυμητὸς διὰ τὴν ζωὴν τὴν αἰώνιον. καί γε οὕτως καὶ τηλικούτως διατιθέμενος ὁμολογῶ βδέ λυγμα εἶναι πάντων ἀνθρώπων καὶ ἀπερριμμένον ἀπὸ θεοῦ διὰ τὰ ἄμετρά μου ἁμαρτήματα. Οὕτως ταῦτα· ἴσως γὰρ καὶ τελευταίᾳ φωνῇ. ἐξοριζόμενος θεοῦ κελεύσει αἴρεις πάντως τὸν Κάλλιστον καὶ ὃν ἄλλον βούλει ἀδελφὸν ἢ εὐθὺς ἢ ὕστερον· ἔασον δέ μοι τὸν Προτέριον ὦδέ που περικρυβόμενον καὶ διακονοῦντά μοι, εἴπερ εὐοδοῖ θεός. Ὁ Χριστὸς μετὰ τοῦ πνεύματός σου. 116 {1Τῷ αὐτῷ}1 Ὁπόταν μάθω τὸν χελανδάριον ἐπιστῆναι μόνον, ἕως ἂν ἀναγνῶ τὴν ἐπιστολήν, σφαδάζων εἰμὶ καὶ ἀδολεσχῶν τί τὰ σημαινόμενα· ὃ καὶ νῦν πέπονθα. ἔγνων οὖν τὰ γεγενημένα, ἃ πῶς οὐκ ἔστιν ἀκούοντα στενάζειν; ὅτι γε μάλιστα καὶ Νεκτάριος ὁ ἀρχαῖος προδότης εἷς ἐστι τῶν τὰ τῆς ἀσεβείας χειρόγραφα ἀπαιτούντων· ὃν ὁ κρατῶν οὐ τοσοῦτον διὰ τὴν χρείαν, ὅσον διὰ τὸ ἐκ τοῦ πληρώματος τῆς καθ' ἡμᾶς ἀδελφότητος χρηματίσαι ἀπόστολον αὐτοῦ πεποίηκεν. λυπηρὰ μὲν οὖν ὡς ἀληθῶς, ἀλλὰ καὶ χαρᾶς ἀνάπλεα, ὅτι οἱ πατέρες ἡμῶν ἀχείρωτοι τῆς ἐπιχειρήσεως τῶν