1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

105

Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. ιʹ. 217 Τούτῳ τῷ ἔτει Ἐπιφανίου, ἐπισκόπου Κωνσταντινουπόλεως, τελευτήσαντος μηνὶ Ἰουνίῳ εʹ, ἰνδικτιῶνος ιεʹ, ἐπισκοπήσαντος ἔτη ιϛʹ καὶ μῆνας γʹ, Ἄνθιμος, αἱρετικός, ἐπίσκοπος Τραπεζούντων, μετετέθη ἐν Κωνσταντινουπόλει. Ἀγαπητὸς δέ, ὁ ἐπίσκοπος Ῥώμης, ἐν τούτῳ τῷ ἔτει ἀνελθὼν ἐν Κωνσταντινουπόλει σύνοδον ἐκρότησε κατὰ τοῦ δυσσεβοῦς Σευήρου καὶ Ἰουλιανοῦ τοῦ Ἁλικαρνασέως καὶ τῶν λοιπῶν Θεοπασχιτῶν· ἐν οἷς καὶ Ἄνθιμος, ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως, ὡς ὁμόφρων αὐτῶν καθαιρεθεὶς ἐξεβλήθη τῆς βασιλίδος ἐπισκοπήσας μῆνας ιʹ· καὶ ἐχειροτονήθη ἀντ' αὐτοῦ Μηνᾶς, πρεσβύτερος καὶ ξενοδόχος τῶν Σαμψών, ὑπὸ Ἀγαπητοῦ, τοῦ πάπα Ῥώμης. Ἀγαπητὸς δέ, ὁ ἐπίσκοπος Ῥώμης, ἐν Βυζαντίῳ ὢνἐκοιμήθη, καὶ ἐχειροτονήθη ἀντ' αὐτοῦ Σιλβέριος ζήσας ἔτος ἕν. Ῥώμης ἐπίσκοπος Σίλβεστρος ἔτος αʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Μηνᾶς ἔτη ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γαϊνᾶς ἔτος αʹ. ιαʹ. ιγʹ. αʹ. αʹ. δʹ. αʹ. ιαʹ. Τούτῳ τῷ ἔτει μηνὶ ∆εκεμβρίῳ κζʹ, ἰνδικτιῶνος αʹ, γέγονε τὰ πρότερα ἐγκαίνια τῆς μεγάλης ἐκκλησίας· καὶ ἐξῆλθεν ἡ λιτὴ ἀπὸ τῆς ἁγίας Ἀναστασίας, καθημένου Μηνᾶ τοῦ πατριάρχου ἐν τῷ βασιλικῷ ὀχήματι, καὶ τοῦ βασιλέως συλλιτανεύοντος τῷ λαῷ. γίνονται οὖν ἀπὸ τῆς ἡμέρας τῆς καύσεως τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας μέχρι τῶν ἐγκαινίων ἔτη εʹ μῆνες ιαʹ ἡμέραι ιʹ. Ῥώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεοδόσιος ἔτη βʹ. ιβʹ. ιδʹ. αʹ. βʹ. εʹ. αʹ. ιβʹ. Τούτῳ τῷ ἔτει ἐκίνησαν οἱ Βούλγαροι, δύο ῥῆγες μετὰ πλήθους Βουλγάρων καὶ δρούγγου, εἰς τὴν Σκυθίαν καὶ Μυσίαν, στρατηλάτου ὄντος τῆς Μυσίας Ἰουστίνου καὶ τῆς Σκυθίας Βαουδαρίου. οἵ τινες ἐξελθόντες κατὰ τῶν Βουλγάρων συνέβαλον πόλεμον, 218 καὶ ἐσφάγη Ἰουστῖνος ὁ στρατηλάτης ἐν τῷ πολέμῳ, καὶ ἐγένετο ἀντ' αὐτοῦ Κωνσταντῖνος ὁ Φλωρεντίου· καὶ ἦλθον οἱ Βούλγαροι ἕως τῶν μερῶν τῆς Θρᾴκης. καὶ ἐξῆλθε κατ' αὐτῶν ὁ στρατηλάτης Κωνσταντῖνος καὶ Γώδιλας καὶ [ἀκούσας] ὁ στρατηλάτης τοῦ Ἰλλυρικοῦ, Ἀκοὺμ ὁ Οὖννος, ὃν ἐδέξατο ὁ βασιλεὺς ἀπὸ τοῦ βαπτίσματος· καὶ μέσον βαλόντες τοὺς Βουλγάρους ἔκοψαν αὐτοὺς καὶ ἀπέκτειναν πλήθη πολλά, καὶ ἐξετίναξαν πᾶσαν τὴν πραῖδαν καὶ ἐνίκησαν κατὰ κράτος φονεύσαντες καὶ τοὺς δύο ῥῆγας αὐτῶν. καὶ ἐν τῷ ὑποστρέφειν αὐτοὺς μετὰ χαρᾶς ὑπήντησαν αὐτοῖς ἄλλοι Βούλγαροι, καὶ ὡς ἀπὸ κόπου ὄντες οἱ στρατηλάται δέδωκαν αὐτοῖς νῶτα, καὶ κατεδίωξαν αὐτοὺς οἱ Βούλγαροι καὶ ἐσώκισαν αὐτοὺς φεύγοντας, Κωνσταντῖνον καὶ τὸν Ἀκοὺμ καὶ Γώδιλαν. καὶ ὁ μὲν Γώδιλας μετὰ τοῦ παραμηρίου αὐτοῦ κόψας τὸν σῶκον ἐξείλησεν, ὁ δὲ Κωνσταντῖνος σὺν τῷ Ἀκοὺμ συνελήφθησαν ζῶντες. καὶ τὸν μὲν Κωνσταντῖνον δέδωκαν λαβόντες χίλια νομίσματα, καὶ ἦλθεν ἐν Κωνσταντινουπόλει, τὸν δὲ Ἀκοὺμ ἐκράτησαν εἰς τὴν ἰδίαν πατρίδα μετὰ καὶ ἄλλων αἰχμαλώτων. Τῷ δ' αὐτῷ ἔτει παρέλαβε Χοσρόης, ὁ βασιλεὺς Περσῶν, Ἀντιόχειαν τῆς Συρίας τὴν μεγάλην, καὶ εἰσῆλθεν ἐν Ἀπαμείᾳ καὶ ἑτέραις πόλεσιν. Κόσμου ἔτη ϛλβʹ. Τῆς θείας σαρκώσεως ἔτη φλβʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. ιγʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. ιεʹ. Ῥώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Μηνᾶς ἔτη ιϛʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεοδόσιος ἔτη βʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. ιγʹ. Τούτῳ τῷ ἔτει προσερρύη Ῥωμαίοις Μοῦνδος ἐκ τοῦ γένους τῶν Γηπαίδων καταγόμενος, υἱὸς Γιέσμου, ὅστις μετὰ τὴν τελευτὴν 219 τοῦ πατρὸς αὐτοῦ ἦλθε πρὸς Ῥῆγαν, τὸν θεῖον αὐτοῦ ἀπὸ μητρός, 219 ῥῆγα ὄντα τοῦ Σερμίου. καὶ γνοὺς τοῦτο ὁ ῥὴξ Ῥώμης, ὁ Θευδέριχος, πέμψας πρὸς αὐτόν, καὶ πεισθεὶς ἀπῆλθε πρὸς αὐτὸν καὶ ἦν μετ' αὐτοῦ συμμαχῶν αὐτῷ. μετὰ δὲ τὴν τελευτὴν Θευδερίχου ἦλθεν ἐπὶ τὸν ∆ανούβιον ποταμὸν καὶ ᾐτήσατο τὸν βασιλέα Ἰουστινιανὸν εἶναι ὑπὸ τὴν