1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

106

ἀμυντηρίαν διανοούμενος. αὐτός τε γὰρ οἴκοθεν τῷ ἐπηβόλῳ τῆς φύσεως εὐστοχώτατα διεγίγνωσκε τὸ συνοῖσον καὶ τοῖς πρεσβυτέροις τῶν ἀμφ' αὐτὸν καὶ πολλοῖς ἤδη πρότερον πόνοις τοὺς τῶν πολέμων ἀγῶνας ἐκμεμελετηκόσι μάλα ξὺν εὐκολίᾳ ἐπείθετο τὰ πρακτέα ὑφηγουμένοις. 6 ἐπεὶ δὲ οὐδέν τι πλέον εἶχον ἀνύειν οἱ βάρβαροι, οὔτε ὡς ἐν πολιορκίᾳ ἐφεδρεύοντες τῷ ἐρύματι οὔτε πρὸς τειχομαχίαν ἐγκείμενοι, ἔγνωσαν τρόπου ἑτέρου αὐθάδους τε καὶ γενναίου καὶ λίαν πρὸς τὸ φιλοκίνδυνον ἄγοντος ἀποπειραθῆναι οὕτω τε ἢ θᾶττον ἑλεῖν τὸ χωρίον ἢ μεθεῖναι τὸ λοιπὸν καὶ ἀποπαύ σασθαι καὶ ἐς τὰ σφέτερα ἤθη ἀπονοστῆσαι. 7 καὶ τοίνυν καλάμους ὡς πλείστους ἀθροίσαντες εὐμήκεις τε ἄγαν καὶ ἐς ὅ τι μάλιστα στερ ροὺς καὶ παχίστους καὶ τούτους ἐπ' αὐτοῖς ἐναρμοσάμενοι καὶ ξυν δήσαντες καλῳδίοις τε καὶ τολύπαις κώμυθας πολλὰς ἀπειργάσαντο. τότε δὲ ξύλα ἰθυτενῆ καθά που ζυγὰ καὶ ἐγκενίδας ὕπερθε κατὰ τὸ ἐγκάρσιον ἐνθέντες, οὐ διὰ παντός, ἀλλὰ μόνον ἀμφὶ τὰ ἄκρα καὶ τὸ μεσαίτατον, καὶ μείζοσι δεσμοῖς περισφίγξαντες ξυνῆπτον αὐτὰς ἀλλή λαις καὶ ξυνεμίγνυον, λίαν ἐν χρῷ πεπιεσμένας, ὡς τρεῖς τυχὸν ἢ καὶ πλείους ἐς μίαν ἀποτελεῖσθαι σχεδίαν, εὖρος ἔχουσαν ἀρκοῦν πρὸς 192 ἀνδρῶν τεττάρων ὑποδοχὴν καὶ ἐπίβασιν καὶ τῷ βάθει ἐς τοσοῦτον διϊκνουμένην, ἐς ὅσον φέρειν βεβαίως τὰ ἄχθη καὶ τῇ λεπτότητι μὴ καταδύεσθαι. τοιαύτας δὴ οὖν οὐ μεῖον ἢ πεντήκοντα καὶ ἑκατὸν ἐτεκ τήναντο σχεδίας. 8 ὡς ἂν δὲ αὐτοῖς πλοϊμώτεραι εἶεν, οἱ δὲ τὰ ἐμπρόσ θια τούτων ἠρέμα πρὸς τὸ μετέωρον ἐς πρώρας τύπον περιαγαγόντες καὶ ὑποκάμψαντες καὶ ὥσπερ ἀκροστόλια καὶ προέμβολα ἐκμιμησά μενοι, κωπωτῆρας ἐφ' ἑκατέρᾳ πλευρᾷ καὶ οἷον παρεξειρεσίας αὐτομά τους ἐμηχανήσαντο. 22. Καὶ τοίνυν οὕτω ἕκαστα ὡς οἷόν τε ἦν αὐτοῖς ἐν τῷ ἀσφαλεῖ καταστησάμενοι ἐνῆκαν ἁπάσας τῇ θαλάττῃ λαθραίως ἀμφὶ τὴν ἑσπερίαν τοῦ κόλπου ἀκτὴν τοῦ πρὸς τῇ Αἴνῳ τῇ πόλει περιαγνυμένου. 2 ἐμ βάντες δὴ οὖν ἐν αὐταῖς ἄνδρες ἐς ἑξακοσίους καὶ πτύα ὡς πλεῖστα ταῖς ἐπισκαλμίσιν ἐντροπωσάμενοι καὶ ἀμαθέστερόν πως ταύτῃ ἐρέττοντες ἀνήγοντο ὡς ἀπωτάτω τῆς χέρσου, ἐξωπλισμένοι τε εὖ μάλα καὶ πρὸς τὸ ἐνεργὸν ἑστηκότες. οὕτω γὰρ ᾤοντο πελάγιοι ἠρέμα γιγνόμενοι ῥᾳδίως ὑπερβαλέσθαι καὶ περιπλεῦσαι τὸν ἀγκῶνα τοῦ τείχους τὸν μέχρι τοῦ βάθους ἐκτεταμένον καὶ τὸ λοιπὸν ἀδεῶς ἐπιβήσεσθαι τῶν ἐνδοτέρω χωρίων, ὡς δὴ οὐδαμῶς ἐρύμασι περιεχομένων ἢ μόνῳ τῷ Ἑλλησπόντῳ. 3 ταῦτα δὲ ὁ Γερμανὸς ἐκ τῶν κατασκόπων πυθό μενος καὶ γινώσκων, ὡς οὐκ ἐς μακρὰν ὁ τῶν καλάμων στόλος ἐπιφοιτή σει, ἐπεκερτόμησε μὲν τοὺς πολεμίους τῆς ἀβουλίας, μάλα δὲ ἥσθη ἐπ' αὐτῇ, ὡς δὴ πρὸς αὐτοῦ ἐσομένῃ. 4 αὐτίκα γὰρ ἐπακτρίδας εἴκοσι πολυήρεις τε καὶ ἀμφιπρύμνους ἀνδρῶν ἐμπλήσας σιδήρῳ τεθωρακισ μένων ἀσπίδας τε φερόντων καὶ τόξα καὶ πρός γε δορυδρέπανα τούς τε ἐρέττοντας ἐμβαλὼν καὶ τοὺς τοῖς πηδαλίοις ἐφεστηκότας ὑπὸ τὴν ἔνδον παρατεινομένην τῆς θαλάττης γλωχῖνα καθάπερ ἐς ἐνέδραν καθ ορμίσας ἐνέκρυψεν, ὡς ἂν μὴ πόρρωθεν προοφθεῖεν. 5 ἐπεὶ δὲ οἱ βάρβαροι ἤδη ὑπερβάντες τὸ προπετὲς τοῦ τείχους καὶ ἀπολῆγον καὶ τοῦ αἰγιαλοῦ προεξέχον ἐνέκλινον πρὸς τὰ εἴσω καὶ ἐπεφέροντο φρο 193 νήματι ξὺν πολλῷ καὶ παρρησίᾳ, τότε δὴ καὶ αἱ τῶν Ῥωμαίων ὁλκά δες ἀντανήγοντο καὶ ἀντεπῄεσαν· καί πως αὐταῖς τοῦ ῥοῦ συλλαμ βανομένου ἀντίπρωροι κατιοῦσαι βιαιότερον προσπίπτουσι ταῖς ἐκ τῶν καλάμων σχεδίαις. 6 καὶ δῆτα αἱ μὲν τῇ προσκρούσει περιετρέ ποντο ἐς τοὔμπαλιν ὑπὸ τῷ σάλῳ καὶ ἐκυλινδοῦντο ὡς μηκέτι ἀσφαλῆ τὴν βάσιν παρέχεσθαι τοῖς ἐφεστηκόσιν, ἀλλὰ τοὺς μὲν ἐν τοῖς κύμασιν ἀποβληθέντας ἀπόλλυσθαι, τοὺς δὲ συνιζάνειν ἐν αὐταῖς πρὸς ἀνάγκης καὶ διαπορεῖν ὅ τι καὶ δράσαιεν. οἵ γε μὴν ἔτι ἑστηκότες διεταράττοντο ὑπὸ τοῦ κλυδωνίου, μετρίου μὲν ὄντος καὶ ἐλαχίστου ὡς ἐς νηῶν κίνησιν καὶ ἀκάτων, τοῖς