προσδράμωμεν οἱ νήπιοι μητέρα, κἂν ἀκροαταὶ τοῦ λόγου γενώμεθα, τὴν μακαρίαν δοξάζωμεν οἰκονομίαν, δι' ἣν παιδαγωγεῖται μὲν ὁ ἄνθρωπος, ἁγιάζεται δὲ ὡς θεοῦ παιδίον, καὶ πολιτεύεται μὲν ἐν οὐρανοῖς ἐπὶ γῆς παιδαγωγούμενος, πατέρα δὲ ἐκεῖ λαμβάνει, ὃν ἐπὶ γῆς 3.12.99.2 μανθάνει. Πάντα ὁ λόγος καὶ ποιεῖ καὶ διδάσκει καὶ παιδαγωγεῖ. Ἵππος ἄγεται χαλινῷ, καὶ ταῦρος ἄγεται ζυγῷ, θηρίον βρόχῳ ἁλίσκεται, ὁ δ' ἄνθρωπος μεταπλάσσεται λόγῳ, ᾧ θηρία τιθασεύεται καὶ νηκτὰ δελεάζεται καὶ πτηνὰ κατασύρεται. Οὗτος ὡς ἀληθῶς τεχνάζεται ἵππῳ χαλινόν, ταύρῳ ζυγόν, θηρίῳ βρόχον, κάλαμον ἰχθύι, 3.12.99.3 πάγην ὀρνέῳ· οὗτος πολιτεύεται καὶ γεωργεῖ, ἄρχει καὶ ὑπουργεῖ καὶ τὰ ὅλα δημιουργεῖ· Ἐν μὲν γαῖαν ἔτευξ' ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν, ἐν δὲ τὰ τείρεα πάντα, τά τ' οὐρανὸς ἐστεφάνωται. 3.12.100.1 Ὢ τῶν θείων δημιουργημάτων, ὢ τῶν θείων παραγγελμάτων· ὕδωρ τοῦτο, ἐν ἑαυτῷ κυμαινέτω· πῦρ τοῦτο, τὴν ὀργὴν συνεχέτω, ἀὴρ τοῦτο, εἰς αἰθέρα πλανάσθω· γῆ δὲ καὶ πεπήχθω καὶ φερέσθω, ὅταν ἐγὼ θέλω. Ἄνθρωπον ἔτι πλάσαι βούλομαι· ὕλην ἔχω τὰ στοιχεῖα· συνοικῶ μου τῷ πλάσματι. Ἐάν με γνωρίσῃς, δουλεύσει σοι τὸ 3.12.100.2 πῦρ. Τοσοῦτος ὁ λόγος οὗτος ὁ παιδαγωγὸς ὁ τοῦ κόσμου καὶ τοῦ ἀνθρώπου δημιουργὸς καὶ δι' αὐτὸν ἤδη καὶ τοῦ κόσμου παιδαγωγός· οὗ τῇ ἐγκελεύσει ἄμφω συνεστήκαμεν προσμένοντες τὴν κρίσιν. Οὐ γὰρ ὑπόκλοπον φορεῖ βροτοῖσι φωνάεντα λόγον ἔσται λόγος σοφία, 3.12.100.3 ὥς φησι Βακχυλίδης. Τὰ δὲ ἄμεμπτα καὶ ἀκέραια καὶ ἄμωμα τοῦ θεοῦ κατὰ τὸν Παῦλον τέκνα μέσον γενεᾶς σκολιᾶς καὶ διεστραμμένης φωστήρων δίκην ἐν κόσμῳ φαίνεσθε. 3.12.101.1 Ὅπερ οὖν λοιπὸν ἐπὶ τοιαύτῃ πανηγύρει τοῦ λόγου, τῷ λόγῳ προσευξώμεθα· ἵλαθι τοῖς σοῖς, παιδαγωγέ, παιδίοις, πατήρ, ἡνίοχε Ἰσραήλ, υἱὲ καὶ πατήρ, ἓν ἄμφω, κύριε. ∆ὸς δὲ ἡμῖν τοῖς σοῖς ἑπομένοις παραγγέλμασιν τὸ ὁμοίωμα πληρῶσαι τῆς εἰκόνος αἰσθάνεσθαί τε κατὰ κράτος ἀγαθοῦ τοῦ θεοῦ κριτοῦ τε μὴ πικροῦ, καὶ πάρασχε ἅπαντα αὐτός, ἐν εἰρήνῃ τῇ σῇ πολιτευομένους, ἐν τῇ σῇ μετατιθεμένους πόλει, ἀκυμάντως τῆς ἁμαρτίας τὸν κλύδωνα διαπλεύσαντας, γαληνιῶντας ἁγίῳ συμφέρεσθαι 3.12.101.2 πνεύματι, σοφίᾳ τῇ ἀνεκφράστῳ· νύκτωρ, καθ' ἡμέραν, εἰς τὴν τελείαν ἡμέραν, αἰνοῦντας εὐχάριστον αἶνον τῷ μόνῳ πατρὶ καὶ υἱῷ, υἱῷ καὶ πατρί, παιδαγωγῷ καὶ διδασκάλῳ υἱῷ, σὺν καὶ τῷ ἁγίῳ πνεύματι. Πάντα τῷ ἑνί, ἐν ᾧ τὰ πάντα, δι' ὃν τὰ πάντα ἕν, δι' ὃν τὸ ἀεί, οὗ μέλη πάντες, οὗ δόξα, αἰῶνες, πάντα τῷ ἀγαθῷ, πάντα τῷ καλῷ, πάντα τῷ σοφῷ, τῷ δικαίῳ τὰ πάντα. Ὧι ἡ δόξα καὶ νῦν καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. 3.12.101.3 Ἐπεὶ δὲ εἰς τὴν ἐκκλησίαν ἡμᾶς καταστήσας ὁ παιδαγωγὸς αὐτὸς ἑαυτῷ παρακατέθετο τῷ διδασκαλικῷ καὶ πανεπισκόπῳ λόγῳ, καλῶς ἂν ἔχοι ἡμᾶς ἐνταῦθα γενομένους μισθὸν εὐχαριστίας δικαίας κατάλληλον ἀστείου παιδαγωγίας αἶνον ἀναπέμψαι κυρίῳ.