106
βλασφημοῦσιν αὐτοῦ τὴν πρόνοιαν ἢ τὴν δημιουργίαν; Ἀλλ' ὑμεῖς, ἀδελφοί, ἐκ τῆς γραφῆς παιδευόμενοι, φυλάσ σεσθε μὴ ποιεῖν τὰ σχίσματα τῆς γνώμης μήτε μὴν τῆς ἑνώσεως ὑμῶν, ὅτι σκοποὶ ἀπωλείας οἱ δόξης ἀθεμίτου ἄρξαντες καθίστανται τοῖς λαοῖς. Ὁμοίως καὶ οἱ λαϊκοί, τοῖς τῇ γνώμῃ τοῦ Θεοῦ ἐναντία δογματίσασιν μὴ πλησιάζετε μηδὲ κοινωνοὶ τῆς ἀσεβείας αὐτῶν γίνεσθε, λέγει γὰρ καὶ ὁ Θεός· «Ἀποσχίσθητε ἐκ μέσου τῶν ἀνδρῶν τούτων, ἵνα μὴ συναπόλησθε αὐτοῖς.» Καὶ πάλιν· «Ἐξέλθετε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς.» Φευκτέοι γάρ εἰσιν ὡς ἀληθῶς οἱ βλασφημοῦντες Θεόν· οἱ μὲν γὰρ πλεῖστοι τῶν ἀσεβῶν ἄγνοιαν ἔχουσιν Θεοῦ, οὗτοι δὲ κακόνοιαν ὡς θεομάχοι νοσοῦσιν· ἐκ γὰρ τῆς κακίας τῶν αἱρεσιωτῶν ἐξῆλθεν μόλυσμα ἐπὶ πᾶσαν τὴν γῆν, ὥς φησιν Ἱερεμίας ὁ προφήτης. Ἀποβληθείσης γὰρ τῆς συναγωγῆς τῆς πονηρᾶς ὑπὸ Κυρίου τοῦ Θεοῦ καὶ τοῦ οἴκου ἀπορριφέντος ὑπ' αὐτοῦ, καθώς πού φησιν· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου.» Καὶ πάλιν· «Ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδ' οὐ μὴ σκαφῇ, καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα, καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν.» Ἐγκαταλιπὼν οὖν τὸν λαὸν ὡς σκηνὴν ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, ὡς πόλιν πολιορκουμένην, περιελὼν δὲ ἀπ' αὐτῶν καὶ τὸ Πνεῦμα τὸ ἅγιον καὶ τὸν προφητικὸν ὑετόν, ἐπλήρωσεν τὴν αὐτοῦ Ἐκκλησίαν πνευματικῆς χάριτος ὡς ποταμὸν Aἰγύπτου ἐν ἡμέραις νέων, καὶ ὑπερύψωσεν αὐτὴν ὡς οἶκον ἐπ' ὄρους ἢ ὡς ὄρος ὑπερφερές, ὡς ὄρος τετυρωμένον καὶ ὄρος πῖον, ἐν ᾧ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος. Καὶ ἐν τῷ Ἱερεμίᾳ λέγει· «Θρόνος δόξης ὑψωμένος ἁγίασμα ἡμῶν.» Καὶ ἐν Ἡσαΐᾳ λέγει· «Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν.» Ἐπεὶ οὖν καὶ τὸν λαὸν ἐγκατέλιπεν, καὶ τὸν ναὸν ἀφῆκεν ἔρημον, σχίσας τὸ καταπέτασμα τοῦ ναοῦ καὶ λαβὼν ἀπ' αὐτῶν τὸ Πνεῦμα τὸ ἅγιον· «Ἰδοὺ γάρ, φησίν, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος», καὶ δοὺς ἐφ' ὑμᾶς τοὺς ἐξ ἐθνῶν τὴν πνευ ματικὴν χάριν, ὡς λέγει διὰ Ἰωὴλ τοῦ προφήτου· «Καὶ ἔσται μετὰ ταῦτα, λέγει ὁ Θεός, καὶ ἐκχεῶ ἀπὸ τοῦ Πνεύ ματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ