Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ὑπὲρ πᾶν ὄνομα, ἵν' ἐν τῷ ὀνόματι αὐτοῦ πᾶν γόνυ κάμ ψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστός·" οὕτω καὶ εὐλογητὸς [ὑπὸ τοῦ Θεοῦ δοτὸν αὐτῷ] λέγεται τὸ εὐλογεῖσθαι παρὰ πάντων. Καὶ τοῦτό ἐστιν ἡ κένωσις· ἃ γὰρ ἔχει ὡς Θεὸς φυσικῶς, ταῦτα λέγεται λαβεῖν ἀνθρωπίνως. Καὶ καθ' ἕτερον δὲ τρόπον ἔδει τὸν Υἱὸν γενόμενον ἄνθρωπον χρημα τίσαντα δεύτερον Ἀδὰμ, καὶ εἰς ῥίζαν τοῖς ἐπὶ τῆς γῆς τεθέντα δευτέραν, εὐλογηθῆναι παρὰ τοῦ Πα τρὸς ὡς ἄνθρωπον, ἵνα παύσηται λοιπὸν ἡ τῆς ἀρᾶς 69.1033 δύναμις τῆς ἐπενεχθείσης τῷ ἐκ γῆς τε καὶ χοϊκῷ, ἤτοι τῇ πρώτῃ ῥίζῃ τῆς ἀνθρωπότητος, τουτέστιν Ἀδάμ. Ὥσπερ γὰρ ἐν ἐκείνῳ γεγόναμεν ἐπάρατοι, οὕτως ηὐλογήθημεν ἐν Χριστῷ· πέμποντος εἰς ἅπαν τὸ γένος τὴν ὡς ἀνθρώπῳ δοθεῖσαν αὐτῷ χάριν. Καὶ ἐπ' αὐτῷ δὴ τούτῳ χαίρων ὁ Μελῳδὸς ἀνεφώνει· "Εὐλογημένοι ὑμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐ ρανὸν καὶ τὴν γῆν." Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατὲ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου. (I f. 234) Ὦ ∆έσποτα, φασὶ, πρὸς τῷ κάλλει σου τῷ ὑπὲρ πάντας καὶ ἀπαραβλήτῳ, περίζωσαι καὶ ῥομφαίαν, καὶ οὔ τί που ἀλλοτρίαν, τὴν σὴν δὲ μᾶλ λον. Οὐδὲν γὰρ τῶν ἔξωθεν ἢ εἰσκεκριμένον προσεῖ ναί φαμεν τῷ Χριστῷ, ἀλλ' ἴδια αὐτῷ τὰ θεοπρεπῆ νοοῖντ' ἂν εἰκότως ... δυνατὸς γάρ ἐστιν, τουτέστι τῶν δυνάμεων Κύριος· οὐ παρ' ἑτέρου τὸ δύνασθαι λα βὼν, ἀλλ' ἴδιον καὶ ἐμπεφυκὸς οὐσιωδῶς μετὰ τῶν ἑτέ ρων θεοπρεπεστάτων ἀξιωμάτων. Ἔστι γε μὴν ὡραῖος μὲν τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς ἐπεγνωκόσιν τὴν ἐπι φάνειαν αὐτοῦ, καὶ τοῖς τῆς διανοίας ὄμμασιν κατα θρεῖν δυναμένοις τὸ ἐξαίσιον αὐτοῦ καὶ ὑπερκόσμιον κάλλος. Τῷ δὲ μηρῷ τὴν ῥομφαίαν ἡρμοσμένην ἔχων, ἵνα τὰς τῶν ἀντικειμένων φάλαγγας θορυβῇ, ἢ καὶ τὰς τῶν ἀπειθούντων ἀπονοίας καταπτοῇ, δίκην αὐ τοῖς καὶ κόλασιν ἀπειλῶν. Τοῦτο γάρ που καὶ ἑτέ ρωθί φησιν ὁ Ψάλλων· "Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτὸ, καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργά σατο." Καὶ ἔντεινον, καὶ κατευοδοῦ, καὶ βασίλευε, ἔνε κεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης. (A f. 248 b, B f. 167 b, I f. 235) Τὸ κατευοδοῦ, ἀντὶ τοῦ, Παντὸς ἀγαθοῦ πράγματος εὐθὺ κέλευε τρέ χειν τοὺς τὰ σὰ φρονεῖν ἑλομένους, οὕτω τε βασίλευε τῶν κατευοδουμένων. Ἔνεστί γε μὴν τῷ λόγῳ πλεί στην τε ὅσην ἰδεῖν ἐνοῦσαν ἀκολουθίαν. Οὐ γὰρ ἦν ὅλως ἰσχύσαι τινὰς δι' εὐθείας ὥσπερ ᾄττειν ὁδοῦ πρὸς τὸ αὐτῷ δοκοῦν, ἐγκειμένου τοῦ Σατανᾶ· ταύ τῃ τοι καὶ μάλα εἰκότως πρῶτον ἐντείνει τὸ τόξον· ἵν' ἐκ μέσου γεγονότος ἐκείνου, καὶ σὺν αὐτῷ τῶν ἑτέρων, οἳ ταῖς τῶν ἁγίων εὐδοκιμήσεσιν ἐπιμαί νονται, δυνηθῶσιν εὐοδοῦσθαι λοιπὸν, καὶ διὰ ψιλῆς ὥσπερ ἰέναι τρίβου, μαχομένου τε καὶ ὑπαντιάζον τος οὐδενὸς, πρός τε τὸ χρῆναι τῆς ὑπ' αὐτῷ βασι λείας ὑπελθεῖν τὸν ζυγόν. Ὀρθῶς οὖν ἄρα φασὶ πρῶτον μὲν τὸ Ἔντεινον, εἶτα τὸ Κατευοδοῦ, καὶ τρίτον εὐθὺς τὸ Βασίλευε. Προσεπάγουσι δὲ τὸ, "ἕνε κεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης." Πραό τητα, καθάπερ ἐγᾦμαι, καὶ μὴν καὶ ἀλήθειαν καὶ δικαιοσύνην, οὐδὲν ἕτερον εἶναι λέγοντες, πλὴν ὅτι τὸ κήρυγμα τὸ εὐαγγελικὸν δι' οὗ γεγόναμεν ὑπὸ Χρι στῷ· βεβασίλευκε γὰρ δι' αὐτοῦ τῆς ὑπ' οὐρανόν. Ἔστι δὲ ἀλήθεια μὲν, ὅτι τύπων ἐπέκεινα καὶ σκιᾶς 69.1036 ἐστιν τῆς κατὰ τὸν Μωσέα, γυμνῶς τε καὶ ἀπημ φιεσμένως τὸ Χριστοῦ μυστήριον διδάσκει. Πραότη τος δὲ πάλιν· οὐ γὰρ ἔχει τὴν ἀποτομίαν τὴν ἔν γε τῷ νόμῳ. Ὡς γὰρ ὁ Παῦλός φησιν· "Ἀθετήσας τις νόμον Μωσέως, χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνήσκει." Πραότητος δὲ καὶ ἑτέρως τὸ εὐαγγελικόν ἐστι κήρυγμα· πράους γὰρ ἀποτελεῖ τοὺς πιστεύοντας εἰς Χριστὸν, οὐκ ἀμυντικοὺς καὶ ὀργίλους, οὔτε μὴν ἀπαιτεῖν ἐθέλοντας ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ πόδα ἀντὶ ποδὸς, καὶ χεῖρα ἀντὶ χειρὸς, ἀλλὰ τῷ παίοντι τὴν δεξιὰν σιαγόνα, στρέφοντας καὶ τὴν ἄλλην· ἑπομένους τε αὐτῷ λέγοντι· "Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ