Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
μακάριος γράφει Παῦλος, Θεὸς ἦν ἐν Χριστῷ, κόσμον ἑαυτῷ καταλλάσσων. Ἐποίμαινε τοίνυν τοῖς εἰς δουλείαν γεγεννημένοις ὁ Ἐμμανουὴλ, καὶ τοῖς οἱονεί πως ἐκ δύο παιδισκῶν, νόθην, καὶ οὐκ ἐλευθέραν λαχοῦσι τὴν γένεσιν. Μετὰ γάρ τοι τὴν τοῦ Ἱεροβοὰμ βασιλείαν, ἀπήρκασι μὲν τῆς Ἱερουσαλὴμ αἱ δέκα φυλαὶ, κατῴχοντο δὲ καὶ κατῳκήκασιν ἐν τῇ Σαμαρείᾳ, παραφέροντος εἰς τοῦτο τοῦ Ἱεροβοάμ. Πεπλάνηνται δὲ καὶ προσκεκυνήκασι ταῖς δαμάλεσι ταῖς χρυσαῖς ἐκεῖ. Ὅθεν καὶ διὰ φωνῆς Ἰεζεκιὴλ, ὡς δύο γυναῖκας ἐκπεπορνευμένας κατῃτιᾶτο Θεὸς, οὕτω λέγων· Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς, καὶ ἐξεπόρνευσαν ἐν τῇ Αἰγύπτῳ, ἐν τῇ νεότητι αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον οἱ μαστοὶ αὐτῶν. Ἐκεῖ διεπαρθενεύθησαν. Τὰ δὲ ὀνόματα αὐτῶν, Ὀόλλα ἡ πρεσβυτέρα, καὶ Ὀολίβα ἡ ἀδελφὴ αὐτῆς. Καὶ ἐγένοντό μοι, καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας· καὶ τὰ ὀνόματα αὐτῶν, Σαμάρεια ἡ Ὀόλλα, καὶ Ἱερουσαλὴμ ἡ Ὀολίβα. Συνεποίμαινε τοίνυν καθ' ἡμᾶς γεγονὼς ὁ Υἱὸς τοῖς ἐκ δουλείας ἅμα καὶ ἐκ πορνείας γεγεννημένοις. Καθηγοῦνται γὰρ ἔτι τῶν ἐξ Ἰσραὴλ οἱ κατὰ νόμον προεστηκότες, καίτοι διδάσκοντος ἤδη καὶ μυσταγωγοῦντος Χριστοῦ τοὺς προσιόντας αὐτῷ, καὶ εἰς τὴν τῆς ἀληθείας ἀποκομίζοντος τρίβον. Αὕτη δὲ ἦν αὐτός. Τοιγάρτοι καὶ ἔφασκεν· Ἐγώ εἰμι ἡ ὁδός. Ἀλλ' οἱ μὲν Γραμματεῖς καὶ Φαρισαῖοι καὶ τὴν τῆς νομοθεσίας ἔχοντες δόξαν, κατέβοσκον εἰς τριβόλους, εἰς ἀκάνθας, εἰς πλάνησιν, εἰς διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων· ὁ δὲ εἰς νομὴν ἀγαθὴν, καὶ εἰς πόαν ὥσπερ εὐανθεστάτην, τῶν εὐαγγελικῶν παιδευμάτων τὴν εὐφυᾶ καὶ ἀξιάγαστον γνῶσιν. Καὶ οἱ μὲν ἦσαν ποιμένες ῥᾴθυμοί τε καὶ ἀναπεπτωκότες, καὶ πρός γε τούτοις, λημμάτων ἡττώμενοι, καὶ φιλοκέρδειαν νοσοῦντες ἐσχάτην· τὸ γάλα κατεσθίοντες, τὰ ἔρια περιβαλλόμενοι, καὶ τὸ παχὺ σφάζοντες, κατὰ τὴν τοῦ προφήτου φωνήν· μισθωτοὶ καὶ ἀγέρωχοι, καὶ ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὸ χρῆναι πονεῖν ὑπὲρ τῶν προβάτων. Ἀλλ' ὥσπερ οἱ ἀπὸ Ζελφᾶς τε καὶ Βάλλας, ψόγον πονηρὸν κατήγαγον ἐπὶ τὸν Ἰωσὴφ, οὕτω καὶ τῶν ἀνοσίων Φαρισαίων ἡ δυστροπωτάτη πληθὺς διαβεβλήκασι τὸν Ἐμμανουὴλ, καὶ συκοφαντεῖν ἀπετόλμων τὴν δόξαν αὐτοῦ· Σαμαρείτην, καὶ οἰνοπότην, καὶ δαιμονῶντα πρὸς τούτοις, καὶ ταῖς τοῦ Βεελζεβοὺλ ἐνεργείαις ἐπικουρούμενον εἴς γε τὸ δύνασθαι, φημὶ, τὰ πονηρὰ τῶν ἠῤῥωστηκότων ἐξελαύνειν 69.301 πνεύματα, δυσσεβῶς ὀνομάζοντες. Τοιγάρτοι καὶ διὰ φωνῆς προφήτου τῆς τῶν Ἰουδαίων ἀθυροστομίας κατεκεκράγει λέγων αὐτὸς ὁ Ἐμμανουήλ· Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ. ∆είλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ. Ἐγὼ δὲ ἐλυτρωσάμην αὐτούς· αὐτοὶ δὲ κατελάλησαν ψευδῆ κατ' ἐμοῦ. Καὶ πάλιν· Πεσοῦνται ἐν ῥομφαίᾳ οἱ ἄρχοντες αὐτῶν, δι' ἀπαιδευσίαν γλώττης αὐτῶν. Πεφλυάρηκε τοίνυν κατὰ Χριστοῦ τῶν Φαρισαίων τὸ στῖφος, τὸ θρασύ τε καὶ ἀνελεύθερον. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ κατενεγκεῖν τοὺς ἀδελφοὺς ψόγον πονηρὸν κατὰ Ἰωσήφ. Ἀλλ' ἠγαπᾶτο, φησὶν, παρὰ τοῦ πατρὸς, ὅτι υἱὸς γήρως ἦν αὐτῷ. Γεγόνασι μὲν γὰρ καὶ ἕτεροι ποιμένες, καλοί τε καὶ ἀγαθοὶ, πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν ἀναδείξεως τῆς ἐν κόσμῳ καὶ μετὰ σαρκός· καὶ πρό γε τῶν ἄλλων Μωσῆς ὁ θεσπέσιος, καὶ οἱ καθεξῆς τὰς λογικὰς ἀγέλας διαποιμαίνοντες. Πλὴν διαφερόντως ἠγάπησε τὸν Υἱὸν ὁ Πατήρ, καίτοι τελευταῖον ὄντα μετὰ τοὺς ἄλλους, καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος γεγονότα καιροῖς. Ἁρμόσει μὲν οὖν τῷ Ἰακὼβ υἱὸν γήρως ἔχειν τὸν Ἰωσήφ. Θεὸς δὲ ἀγήρως, ἄναρχός τε καὶ ἀναυξὴς, καὶ ἀεὶ παντέλειος. Ταύτῃτοι σοφῶς τῆς τοῦ πρέποντος θήρας ἀφαμαρτεῖν οὐκ ἐφιέντες τὸν λόγον, γήρως ὥσπερ υἱὸν γεγεννῆσθαί φαμεν τῷ Θεῷ καὶ Πατρὶ τὸν Ἐμμανουὴλ, ὡς ἐν χρόνοις γεγονότα τοῖς τελευταίοις τοῦ αἰῶνος, δηλονότι τοῦ ἐνεστῶτος, καὶ ἐπεί τοι μετ' αὐτὸν ἕτερος οὐδείς. Οὐ γὰρ ἐν ἑτέρῳ σώζεσθαι προσδοκῶμεν. Ἀρκέσει δὴ μόνος, ὅτι μηδὲ ἐν ἄλλῳ κεῖσθαί φαμεν τὴν τοῦ κόσμου σωτηρίαν καὶ ζωήν. Αὐτὸς οὖν ἡμᾶς εἰς αἰῶνας ποιμανεῖ, κατὰ τὴν τοῦ Ψάλλοντος φωνὴν, καὶ ὑπ' αὐτῷ κεισόμεθα τῷ ἀγαπητῷ,