106
ἐπιτηρῆσαι δ' ἄξιον τὸν καιρὸν ἐν ᾧ φησι τὸν θάνατον γεγονέναι τοῦ δαίμονος. οὗτος δὲ ἦν ὁ κατὰ Τιβέριον, καθ' ὃν ὁ ἡμέτερος σωτὴρ τὰς σὺν ἀνθρώποις ποιούμενος διατριβὰς πᾶν γένος δαιμόνων ἐξελαύνειν τοῦ τῶν ἀνθρώπων ἀναγέγραπται βίου· ὥστε ἤδη τινὰς τῶν δαιμόνων γονυπετεῖν αὐτὸν καὶ ἱκετεύειν μὴ τῷ περιμένοντι αὐτοὺς Ταρ5.17.14 τάρῳ παραδοῦναι. ἔχεις οὖν καὶ τῆς τῶν δαιμόνων καθαιρέσεως τὸν χρόνον οὐκ ἄλλοτε ἐξ αἰῶνος ἱστορηθείσης, ὥσπερ οὖν καὶ τῆς ἀνθρωποθυσίας τῶν ἐθνῶν τὴν κατάλυσιν οὐκ ἄλλοτε ἢ μετὰ τὸ προελθὸν εἰς πάντας ἀνθρώπους κήρυγμα τῆς εὐαγγελικῆς διδασκαλίας γεγενημένην. ταῦτα μὲν οὖν ἡμῖν ἀπὸ τῆς νεωτέρας ἱστορίας ἐληλέγχθω. 5.18.1 <ιηʹ. ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΤΟΙΣ ΠΑΛΑΙΟΙΣ ΕΛΛΗΣΙΝ ΜΝΗΜΟΝΕΥΟΜΕΝΩΝ
ΧΡΗΣΤΗΡΙΩΝ> Ἀλλ' ἐπεὶ μὴ τοῖς πᾶσι γνώριμα τυγχάνει τὰ εἰρημένα, εὖ μοι δοκεῖ ἐντεῦθεν ἐπὶ τὰ πᾶσι πρόδηλα τοῖς φιλολόγοις μεταβῆναι καὶ τοὺς παλαιτάτους τῷ χρόνῳ χρησμοὺς ἐξετάσαι ἀνὰ στόμα πάντων Ἑλλήνων ᾀδομένους κἀν ταῖς κατὰ πόλιν διατριβαῖς τοῖς ἐπὶ παιδείᾳ φοιτῶσι παραδιδομένους. 5.18.2 ἄνωθεν τοίνυν ἀναλαβὼν τὰς παλαιὰς ἱστορίας ἐπίσκεψαι οἷα ὁ Πύθιος Ἀθηναίοις χρᾷ λοιμῷ πιεσθεῖσιν διὰ τὴν Ἀνδρόγεω τελευτήν. ἐλοίμωσσον δὲ πάντες Ἀθηναῖοι δι' ἑνὸς ἀνδρὸς θάνατον, τῆς δ' ἐκ τῶν θεῶν ἐπικουρίας 5.18.3 τυχεῖν ἠξίουν. τί ποτ' οὖν αὐτοῖς ὁ σωτὴρ καὶ θεὸς παραινεῖ; τάχα πού τις οἰήσεται δικαιοσύνης τοῦ λοιποῦ καὶ φιλανθρωπίας ἐπιμελεῖσθαι καὶ τῆς ἄλλης ἀρετῆς, ἢ μετανοεῖν ἐπὶ τῷ πλημμελήματι καί τι τῶν ὁσίων καὶ εὐσεβῶν ἐκτελεῖν, ὡς ἂν τῶν θεῶν τούτοις ἱλασκομένων. ἀλλὰ τούτων 5.18.4 μὲν ἦν οὐδέν. τί γὰρ δὴ καὶ μέλον ἦν τούτων τοῖς θαυμασίοις θεοῖς, μᾶλλον δὲ τοῖς παμπονήροις δαίμοσιν; πάλιν οὖν τὰ αὐτοῖς συγγενῆ καὶ οἰκεῖα, τὰ ἀνηλεῆ καὶ ὠμὰ καὶ ἀπάνθρωπα, λοιμὸν ἐπὶ λοιμῷ φασιν καὶ 5.18.5 θανάτους ἐπὶ θανάτῳ. κελεύει γοῦν ὁ Ἀπόλλων ἔτους ἑκάστου πέμπειν αὐτοὺς τῶν ἰδίων παίδων ἄρρενας ἐνήβους ἑπτὰ καὶ θηλειῶν ἰσαρίθμους παρθένους, ἀνθ' ἑνὸς δέκα καὶ τέσσαρας ἀναιτίους καὶ ἀπράγμονας, οὐκ εἰς ἅπαξ, ἀλλὰ καὶ κατὰ πᾶν ἔτος τυθησομένους ἐν Κρήτῃ παρὰ τῷ Μίνωϊ· ὥστε καὶ μέχρι τῶν Σωκράτους χρόνων πλέον ἢ πεντακοσίοις ὕστερον ἔτεσιν ὁ δεινὸς οὗτος καὶ ἀπανθρωπότατος δασμὸς μνήμην παρ' Ἀθηναίοις διεφύλαττεν. τοῦτο δὲ ἦν ἄρα τὸ καὶ Σωκράτει τὴν ἀναβολὴν τοῦ θανάτου 5.18.6 πεποιημένον. τίθησιν γοῦν ὁμοῦ καὶ ἀπελέγχει τὸν χρησμὸν εὖ μάλα τις τῶν νέων ἀνδρικῷ λογισμῷ Γοήτων φώραν ἐν οἰκείῳ συγγράμματι πεποιημένος· οὗ καὶ αὐτοῦ τῶν φωνῶν, ἀλλὰ μὴ τῶν ἐμῶν ἄκουε, πρὸς τὸν χρησμῳδὸν ὧδέ πως ἀποτεινομένου· 5.19.1 ιθʹ.
ΠΡΟΣ ΤΟΝ ΑΠΟΛΛΩ ΚΕΛΕΥΣΑΝΤΑ ∆ΙΣ ΕΠΤΑ ΠΑΙ∆ΑΣ ΤΕ ΚΑΙ ΚΟΡΑΣ ΣΦΑΓΗΣΟΜΕΝΟΥΣ ΕΚΠΕΜΠΕΣΘΑΙ ΤΟΙΣ ΚΡΗΣΙΝ ΥΠΟ ΑΘΗΝΑΙΩΝ
«Τί δ'; οὐκ Ἀθηναῖοι τὸν Ἀνδρόγεων ἀποκτείναντες καὶ λοιμώξαντες ἐπὶ τούτῳ εἶπον ἂν μετανοεῖν; ἢ μὴ λεγόντων, οὔ σε προσῆκον ἦν εἰπεῖν «μετανοεῖτε» μᾶλλον ἢ λιμοῦ καὶ λοιμοῦ τέλος ἔσσεται, ἤνπερ ἑαυτῶν σώματ' ἀπὸ κλήρου ἄρσεν καὶ θῆλυ νέμητε Μίνωϊ, εἰς ἅλα δῖαν ἀποστέλλοντες, ἀμοιβὴν τῶν ἀδίκων ἔργων· οὕτω θεὸς ἵλαος ἔσται. 5.19.2 ἐῶ γὰρ τὸ Ἀνδρόγεω μὲν Ἀθήνησιν ἀποθανόντος ὑμᾶς ἀγανακτεῖν, τῶν 5.19.2 δὲ τοσούτων καὶ πανταχόθι καὶ πάντοτε καθεύδειν. καίτοι εἰδὼς ὅτι ἐθαλασσοκράτει τότε ὁ Μίνως καὶ μέγα ἠδύνατο καὶ πᾶσα ἡ Ἑλλὰς τοῦτον ἐθεράπευεν καὶ ἦν καὶ διὰ τοῦτο δικαιότατος καὶ νομοθέτης ἀγαθὸς καὶ Ὁμήρῳ