106
φιλίας ἡγούμενοι Ἑλλήνεσσι, ἔστ' ἂν ἐνὶ ξυνόδοις ἔλθῃ φιλόφρων ἐνιαυτός. 232 Τούτου χάριν καὶ Ἴφιτος κατήγγειλε τὴν ἐκεχειρίαν ἐπὶ ἡμέρῳ τροφῇ χρῆσθαι ὑπὸ Ἡρακλέους, καὶ χεῖρας ἀλλήλοις οὐκ ἐπέφερον. τὸν δὲ ἀγῶνα τετέλεκεν Ἴφιτος Ἡρακλείδης σὺν Λυκούργῳ συγγενεῖ· ἑκάτεροι δὲ Ἡρακλεῖδαι. τότε δὲ ἀγὼν σταδίου μόνον ἦν καὶ οὐδεὶς ἀνεγράφετο νικηφόρος, ἀμελούντων τῶν τηνικάδε. ὀγδόῃ δὲ καὶ εἰκοστῇ ὀλυμπιάδι Κόροιβος Ἠλεῖος ἀνεγράφη στάδιον νικήσας, καὶ ἡ κατ' αὐτὸν ὀλυμπιὰς πρώτη ἐτάχθη, ἀφ' ἧς Ἕλληνες ἀριθμεῖν τι δοκοῦσιν ἀκριβῶς χρονικόν. ταῦτα Ἀριστόδημος ἱστορεῖ καὶ συνῳδὰ τούτῳ Πολύβιος. Καλλίμαχος δέ φησιν ὀλυμπιάδας ιγʹ παρεῖσθαι μὴ ἀναγραφείσας, τῇ δὲ ιδʹ Κόροιβον Ἠλεῖον νικῆσαι. ὥστε ἐκ πάντων ἡμῖν δείκνυσθαι τὸν περὶ τῶν ὀλυμπιάδων λόγον οὐ παρὰ πᾶσιν εἶναι τὸν αὐτόν. ὅθεν καὶ τοῖς ἐκκλησιαστικοῖς ἱστορικοῖς οὐ συμπεφώνηται, ὡς ἔστι μαθεῖν τοὺς βουλομένους τοῖς ἐκείνων συγγράμμασιν ἐντυγχάνοντας. ἡμῖν γὰρ τοῦτο μόνον ἐσπούδασται, σαφῆ τινα καὶ κεφαλαιώδη τοῖς ἀγνοοῦσι θεωρίαν ἐκθέσθαι, οὐχ ὅτι ταῖς θείαις γραφαῖς περὶ ὀλυμπιάδων τι εἴρηται, ἀλλ' ὅτι πολλοῖς ὁ περὶ αὐτῶν λόγος πατράσιν ἐν χρήσει γέγονε διὰ τὸ μετρεῖσθαι αὐτὰς παρά τε Μακεδόσι καὶ Ῥωμαίοις καὶ Πέρσαις καὶ Αἰγυπτίοις καὶ αὐτοῖς Ἰουδαίοις,ὡς μαρτυρεῖ Φίλων καὶ Ἰώσηππος ὀνομάζοντες αὐτάς. Οὐκ ἄμουσον δ' ἂν εἴη καὶ τὴν παρ' Αἰγυπτίοις περὶ τῶν τετραετηρικῶν ὀλυμπιάδων ἔννοιαν ἄλλην τινὰ τῆς παρὰ τοῖς Ἀθηναίοις οὖσαν ἐν βραχεῖ δηλῶσαι τοῖς ἀγνοοῦσιν. ἡ γὰρ σελήνη παρ' Αἰγυπτίοις κυρίως ὀλυμπιὰς καλεῖται διὰ τὸ κατὰ μῆνα περιπολεῖν τὸν ζῳδιακὸν κύκλον, ὃν οἱ παλαιοὶ αὐτῶν Ὄλυμπον ἐκάλουν. Αὕτη γὰρ ἀπὸ καρκίνου τοῦ ἰδίου οἴκου ὡς ἀπὸ κέντρου προερχομένη τὰ ιβʹ κατασπάζεται ζῴδια ἐν νυχθημέροις κθʹ #171καὶ λεπτοῖς λγʹ, γʹ. τῷ δὲ ἐνιαυτῷ ὅλῳ δωδεκάκις αὐτὰ περιπολοῦσα πληροῖ νυχθήμερα τνδʹ καὶ ὥρας ηʹ καὶ λεπτὰ μʹ. ὁ δὲ ἥλιος ἐν νυχθημέροις τξεʹ δʹ περιπολεῖ τὸν αὐτὸν Ὄλυμπον, ὡς λείπεσθαι τὸν σεληνιακὸν ἐνιαυτὸν τοῦ ἡλιακοῦ 233 νυχθήμερα ιʹ, ὥρας καʹ, λεπτὰ εʹ. πληροῖ οὖν ὁ ἥλιος ἐν ὀλυμπιάδι μιᾷ τετραετηρικῇ ἡμέρας αυξαʹ, ἡ δὲ σελήνη νυχθήμερα αυιζʹ, ὥρας ιαʹ, λεπτὰ κθʹ, ὡς λείπεσθαι σελήνιον αʹ #171. ἐν δὲ ὀλυμπιάσι δύο γίνονται σελήνια ζθʹ, νυχθήμερα δὲ βκβʹ, ἃ καὶ ὁ ἥλιος ἐν τοῖς ηʹ ἔτεσι. Καὶ τοιαύτη μὲν ἡ τῶν Αἰγυπτίων δόξα περὶ ὀλυμπιάδων, τῶν δὲ παρὰ τοῖς Ἀθηναίοις ὀλυμπιάδων ἀνεγράφησαν σταδιονῖκαι σμηʹ μόνοι καὶ ἐτῶν πθʹ, ἀρξαμένων ἀπὸ τοῦ καθολικοῦ κοσμικοῦ δψκεʹ ἔτους ἕως τοῦ εψιδʹ, τοῦτ' ἔστιν ἀπὸ τοῦ μεʹ ἔτους Ὀζίου. Εὐσέβιος δὲ τὴν πρώτην ὀλυμπιάδα ἐπὶ Ἰωάθαμ συνάγει τοῦ μετὰ ηʹ ἔτη βασιλεύσαντος τοῦ Ἰούδα καὶ τὸν Ἀφρικανὸν προφέρει συνᾴδοντα αὐτῷ ἐν τούτῳ. ὁ δὲ Ἀφρικανὸς μᾶλλον ἐναντιοῦται τῷ Εὐσεβίῳ, κατὰ τὸ αʹ ἔτος Ἄχαζ τὴν πρώτην ὀλυμπιάδα φάσκων ἦρχθαι ἔν τε τῷ γʹ καὶ ἐν τῷ δʹ λόγῳ τῶν ἱστορικῶν αὐτοῦ τρανῶς, ἐν οἷς ὧδε γράφει· ἀναγραφῆναι δὲ πρώτην τὴν τεσσαρεσκαιδεκάτην, ἡνίκα καὶ Κόροιβος στάδιον. τότε ἐβασίλευσεν Ἄχας ἐπὶ Ἱερουσαλὴμ ἔτος πρῶτον. εἶτα ἐν τῷ τετάρτῳ φησίν· ἦν δ' ἄρα τοῦ Ἄχας βασιλείας ἔτος πρῶτον, ᾧ συντρέχειν ἀπεδεί ξαμεν τὴν πρώτην ὀλυμπιάδα.
ΜΗ∆ΩΝ ΒΑΣΙΛΕΙΣ Μήδων αʹ ἐβασίλευσεν Ἀρβάκης, ὁ καταλύσας τὴν τῶν
Ἀσσυρίων ἀρχήν, ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχοςʹ. Μήδων βʹ ἐβασίλευσε Μανδαύκης ἔτη κʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψδʹ. Μήδων γʹ ἐβασίλευσε Σώσαρμος ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψκδʹ. Μήδων δʹ ἐβασίλευσεν Ἄρτυκας ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψνδʹ. Μήδων εʹ ἐβασίλευσε ∆ιοικὴς ἔτη νδʹ. ∆ιοικὴς ὁ Μήδων βασιλεὺς ἔκτισεν Ἐκβάτανα τὴν πόλιν μεγάλην καὶ διαβόητον. τοῦ δὲ κόσμου ἦν ἔτος δψπδʹ.