106
ἐπιβοηθοίη καὶ αὐτός. ἀκούσας δὲ ὁ βασιλεὺς ἃ μηνύοιτο παρὰ βασιλέως τοῦ ἐγγόνου, τῷ Πεπαγωμένῳ μὲν ἐκέλευεν ἀπαγγέλλειν αὐτῷ τὰ ἴδια εὖ τίθεσθαι, καὶ μὴ ἑτέροις ὑπὸ φιλοτιμίας εἶναι βούλεσθαι διδάσκαλον. οὐχ ἧσσον γὰρ αὐτὸς εἶναι ἔμπειρος πραγμάτων, 1.298 ἢ ἑαυτὸν οἴεται αὐτός. αὐτίκα δὲ τοῖς βασιλείοις ἐπέστησε φρουρὰν καὶ εἶχε διὰ φυλακῆς ἀσφαλοῦς, καὶ πάντα ἔπραττεν ὅσα ὁ ἔγγονος παρῄνει. νηʹ. Βασιλεὺς δὲ ὁ νέος πρὸς Μιχαὴλ τὸν βασιλέα Μυσῶν τὸν Ῥουντζέριον Ἰωάννην πέμψας πρεσβευτὴν, ἀκηκοέναι ἔφασκεν, αὐτὸν ἐν ὁρίοις τῆς Ῥωμαίων ἡγεμονίας στρατοπεδεύειν· ἀγνοεῖν μέντοι τὴν ἄφιξιν αὐτοῦ ὅ, τι εἴη. εἰ μὲν οὖν λύσας τοὺς ὅρκους καὶ τὰς σπονδὰς τὰς πρὸς αὐτὸν, πόλεμον ἄρασθαι βούλεται, μαθεῖν ἐθέλειν, ὅπως καὶ αὐτὸς παρασκευάζοιτο ἐκ τοῦ ὁμοίου· εἰ δέ του ἑτέρου ἕνεκα ἡ ἐκστρατεία εἴη, μὴ ἀγνοεῖν. ὅμως μέντοι γε τό, τε ἄκλητον ἥκειν τεκμήριον ποιεῖσθαι τοῦ κατ' αὐτοῦ χωρεῖν, καὶ τὸ Βυζαντίοις συμμαχίαν ἅμα Ἰβάνῃ ἐς τρισχιλίους στρατιώτας πέμψαι οὖσι πολεμίοις, φανερῶς αὐτῷ πολεμοῦντος εἶναι. θαυμάζειν δὲ αὐτοῦ, εἰ πυθόμενος περὶ Βυζάντιον διατρίβοντος αὐτοῦ, τοσούτους πέμψειε στρατιώτας συμμαχήσοντας τοῖς πολεμίοις· ἢ ἀγνοεῖν ὡς οὐ στρατεύματι χρήσεται πρὸς αὐτοὺς εἰδόσι πολεμεῖν, ἀλλὰ τοῖς γεωργοῖς κελεύσας, ἀδυνατωτέραν θήσουσι τὴν ἐπάνοδον αὐτοῖς ἢ ἐξ ᾅδου πυλῶν. βασιλεὺς μὲν οὖν τοιαῦτα ἐπρεσβεύετο. Μιχαὴλ δὲ ἐπεὶ τόν τε βασιλέα ἐπύθετο πρὸς τὸ Βυζάντιον ἀφιγμένον καὶ τῆς αὐτοῦ στρατιᾶς οὐ μακρὰν ἐστρατοπεδευμένον, ἐθορυβήθη τε σφοδρῶς τῶν σφετέρων ἕνεκα στρατιωτῶν, καὶ σωτηρίας αὐτοῖς ἐλπίδα οὐδεμίαν συνεώρα, εἰ μὴ τάχιστα πείσειε βασιλέα, ὅτι τε οὐ λύσειε τὰς σπονδὰς τὰς πρὸς αὐτὸν, καὶ 1.299 τὴν στρατιὰν οὐκ αὐτῷ πολεμησείουσαν, ἀλλ' ἑτέρου του ἕνεκα εἰς Βυζάντιον ἐλθεῖν. αὐτίκα τε ἃ εἶχεν ἐν τοῖς κόλποις ἅγια ἐξενεγκὼν ἐπὶ τοῦ πρεσβευτοῦ, καὶ ὃς ἦν ἐν αὐτοῖς σταυρὸν ἐγχειρίσας, «τοῦτ'« ἔφη «κομίσας πρὸς βασιλέα, ὀμνύειν ἐμὲ εἰς τὸν ἐν αὐτῷ παγέντα σαρκὶ δι' ἡμᾶς εἰπὲ, ὡς οὔτε λέλυκα τὰς σπονδὰς τὰς πρὸς αὐτὸν, οὔτε κατ' αὐτοῦ πέπομφα τὴν στρατιάν. διὸ καὶ δέομαι μὴ κακῶς αὐτοὺς παθεῖν. ὅτι δὲ οὐ τῶν πολυτελῶν ἐγκολπίων, πολλῶν ἐμοὶ παρόντων ὡς ὁρᾷς, ἀλλὰ τουτονὶ τὸν σταυρὸν ἐξ εὐτελοῦς πεποιημένον ὕλης ἦν γὰρ χαλκοῦς πέπομφα, μὴ θαυμάσῃ· ἐπὶ θαύμασι γὰρ παρὰ πᾶσι διαβεβόηται Μυσοῖς, ἃ πολλὰ μὲν καὶ ἐπὶ τοῦ ἐμοῦ περιόντος ἔτι πατρὸς, πολλὰ δὲ καὶ ἐπ' ἐμοῦ παρ' αὐτοῦ τελεῖται νυνί· ὡς οὖν μᾶλλον ἀξιόχρεων εἰς πίστιν ἔπεμψα αὐτόν. κἄν με φωράσῃ ἀπατῶντα ἢ ψευδόμενον, ἐμοὶ τοῦτον λαβὼν ἐπιέτω, ὡς αὐτοῦ συμμαχοῦντος νικήσων καὶ διαφθερῶν. ὅτι δὲ οὐ σκῆψις ταῦτα οὐδὲ πρόφασις εὐπρεπὴς, τὸν ἀπάξοντα τὴν στρατιὰν ἐκ τῆς Ῥωμαίων ἐξαυτῆς ἀποστελῶ.» καὶ αὐτίκα τῷ μὲν πρεσβευτῇ παρεῖχεν ἵππους τῶν τρεφομένων ταχυδρόμων παρ' αὐτῷ, κελεύσας ὡς τάχιστα ἀνύειν τὴν ὁδὸν, πρὶν φθάσῃ κακώσας ὁ βασιλεὺς τὴν στρατιάν. καὶ τῶν οἰκετῶν αὐτοῦ συνεξέπεμψεν ἕνα τῷ πρεσβευτῇ γράμματα ἔχοντα, κελεύοντα Ἰβάνῃ ἀπάγειν τὴν στρατιὰν, καὶ πτερὸν πυρὶ περιπεφλεγμένον· τοῦτο γὰρ παρὰ Μυσοῖς ταχυτῆτος σημεῖον. ἐπεὶ δὲ ἀφί 1.300 κοντο πρὸς βασιλέα τόν τε σταυρὸν φέροντες καὶ ἀπαγγέλλοντες ὅσα ἀπολογήσοιτο ὁ Μιχαὴλ, βασιλεὺς μὲν πρὸς Ἰβάνην καὶ τοὺς Μυσοὺς τὰ τοῦ σφετέρου βασιλέως γράμματα πέπομφε καὶ τὸ πτερόν. οἱ δὲ ἰδόντες ἀνεχώρησαν εὐθὺς ἐπ' οἴκου. ἀλλὰ ταῦτα μὲν εἰς τοῦτο ἐτελεύτα· βασιλεὺς δὲ ἐν αἷς ἡμέραις αἱ πρεσβεῖαι ἐγίνοντο πρὸς τοὺς Μυσοὺς, κλίμακάς τε καὶ ὅσα ἄλλα ἐπιτήδεια ἦν πρὸς τὴν ἐπιχείρησιν παρεσκευάζετο Βυζαντίου. καὶ ἐπειδὴ πάντα ἐπεπόριστο, εἰς Βυζάντιον ὁ Κάμαρις ἐλθὼν, ἀπήγγελλε τοῖς ἑταίροις. καὶ νύκτα τηρήσαντες ἀπὸ συνθήματος, ἐν ᾗ τῶν τειχῶν αὐτοὶ ἔμελλον ἔσεσθαι ἐν φυλακῇ, ἡμέρᾳ πρώτῃ τῆς ἑβδομάδος, καθ' ἣν ἡ τῆς τοῦ ἁγίου πνεύματος καθόδου τελεῖται ἑορτὴ, πρὸς βασιλέα αὖθις ὁ Κάμαρις ἐλθὼν ἐκάλει πρὸς τὸ ἔργον. τελεσθείσης δὲ τῆς θείας μυσταγωγίας, ἔτι δὲ καὶ τῶν ὕμνων τῶν ἑσπερινῶν, ἄραντες ἐκ τοῦ