106
τοῖς οικοις ἐν πόλει κηπίον. Γῆρασ. ἡ παρακμὴ τοῦ σώματος. η φθίσις σώματος φυσικῶς ὑπὸ χρόνου γινομένη. παρὰ τὸ γέρας· επεται γὰρ τοῖς γέρουσιν ἡ τιμή. Γήρεια. τὰ τῶν κινάρων ανθη. Γηρωκομεῖον. μέγα. Γηροτροφεῖον. μικρόν. Γηρυόνεια δένδρα καὶ γηρυόνειον νῆμα. Γήτειον. τὸ χλωρὸν κρόμμυον. καὶ τὸ ἀμπελόπρασον. παρὰ τὸ ἐκ γῆς αιτιον, τὸ αὐτόετες gamma.436 ἐκ τῆς γῆς ον. λέγεται καὶ γῆθυ, γήθυον. τὰ ἀπὸ τῶν εἰς ˉοˉς δισύλλαβα οὐδέτερα διὰ τοῦ ˉεˉιˉοˉν γινόμενα, διὰ τῆς ˉεˉι διφθόγγου γράφεται. οιον δάνος δάνειον, βρένθος βρένθειον. ουτως ουν καὶ ἀπὸ τῆς γῆς γίνεται γῆτος γήτειον. πρόσκειται μονογενῆ διὰ τὸ αγος αγιον. Γήϊνον. ἀδὰμ ἑρμηνεύεται, καθὼς φασὶν οἱ τῶν ̔Εβραίων φωνῆς ἐπιΐστορες. διὸ καὶ ὁ ̓Απόστολος διαφερόντως τὴν πάτριον τῶν ̓Ισραηλιτῶν πεπαιδευμένος φωνὴν τὸν ἐκ γῆς ανθρωπον χοϊκὸν ὀνομάζει, οἱονεὶ μεταβαλὼν τὴν τοῦ ἀδὰμ κλῆσιν εἰς τὴν ἑλλάδα φωνήν. ( ̔Ρῆμα.) Γήθησεν. ἐχάρη. Γῆμεν. ἀντὶ τοῦ εγημεν, η ἀντὶ τοῦ ἐχαύνωσε. Γήθειν. χαίρειν. Γηράναι. ἀντὶ τοῦ γηράσαι. Γηράσ. ἀπὸ τοῦ γηρῶ γίνεται γήρημι, ἡ μετοχὴ γηράς. ωσπερ ιστημι ἱστάς. τὸ ἀπαρέμφατον γηράναι, ὡς ἱστάναι. ἡ γενικὴ τῶν πληθυντικῶν τῶν γηράντων· οιον γηράντων ἀνδρῶν· ὡς ἱστάντων. ἡ δοτικὴ ωσπερ γηράντεσσι τοκεῦσιν. ἡ αἰτιατικὴ γηράντας. Γηροτροφῶ. γηροβοσκῶ. ( ̓Επίῤῥημα.) Γηθοσύνωσ. μετὰ χαρᾶς. Γηΐνωσ. φθαρτῶς. Τὸ Γ μετὰ τοῦ Ι. ( ̓Αρσενικόν.) Γιγλισμόσ. κιχλισμός. ἀπὸ χειρῶν γέλως, η γαργαλισμός. gamma.437 Γίγασ. παρὰ τὸ ἐκ τῆς γῆς ἰέναι. καὶ ὁ ∆αβίδ· καὶ γίγας δραμεῖν ὁδόν. λέγει δὲ τὸν ηλιον. Γίγλυμοι. ἀντεμβολαὶ τινῶν ἐξοχῶν πρὸς κοιλότητας, οιαπερ ἡ κατὰ τὸν πῆχυν πρὸς τὸν βραχίονα συμβολή. Γίγησ. κύριον ονομα. Γιώρασ. κύριον. Γίγασ. παρὰ τὸ γῆ γίνεται γᾶς καὶ κατὰ ἀναδιπλασιασμὸν γίγας. η παρὰ τὸ γῶ τὸ χωρῶ καὶ λαμβάνω καὶ δέχομαι. τὸ γι ˉι, διατί; πᾶς ἀναδιπλασιασμὸς διὰ βραχέως ἐκφέρεται. τί εστιν ἀναδιπλασιασμός; οταν τὸ ἑξῆς τῆς λέξεως δὶς τῷ αὐτῷ συμφώνῳ παραλαμβάνηται. Γιγαντώδησ. ἐδόκει τὸ σῶμα γιγαντώδης ειναι καὶ τὸν θυμὸν θηριώδης. Γιεζῆ. κύριον. (Οὐδέτερον.) Γίγαρτον. τὸ ενδον τῆς σταφυλῆς. Γιχάσλα καὶ Γίσχαλα. ὀνόματα τόπων. ( ̔Ρῆμα.) Γινόμενα καὶ γενόμενα διαφέρει. τὰ μὲν γὰρ γινόμενα η ἀποβαίνει η ου· τὰ δὲ γενόμενα πάντως ἀπέβη. Γιγαντιᾷν. τὰ τῶν γιγάντων φρονεῖν. Γινώσκει. ἀντὶ τοῦ τιμᾷ, κατὰ τὸ εἰρημένον παρὰ θεοῦ πρὸς Μωσῆν· εγνωκά σε παρὰ πάντας, καὶ ευρες χάριν παρ' ἐμοί. καί· εγνω κύριος τοὺς οντας αὐτοῦ. καὶ γινώσκει ἀντὶ τοῦ οἰκειοῦται, ὡς τό· γινώσκει κύριος ὁδὸν δικαίων. οὐκ ἐπὶ γνώσεως ελαβε τὸ γινώσκει, ἀλλ' ἐπὶ οἰκειώσεως καὶ ἐπιμελείας· οἰκειοῦται γὰρ ὁ θεὸς τῶν δικαίων τὰς πράξεις. τῶν δὲ ἀσεβῶν τὰ ἐπιτηδεύματα ἀπωλείᾳ παραδοθήσονται σὺν gamma.438 τοῖς ἐργασμένοις. σημαίνει δὲ, οτι καλὸν μόνον γινώσκεται ὑπὸ θεοῦ, φαῦλον δὲ οὐδέν. ὡς τό· εγνωκε κύριος τοὺς οντας αὐτοῦ. Γινώσκω. γνωρίζω. ηδη γάρ σε γινώσκω, καὶ ων ειπας ἀκούσασα καὶ τὴν οψιν ἰδοῦσα. Γίνεται. τὸ ἀποτελεῖται. διὰ τοῦ ι. ωφειλε διὰ διφθόγγου γράφεσθαι, ειγε τὰ αὐτοῦ κινήματα εχει τὸ ˉε, οιον ἐγενάμην, ἐγενόμην· ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ γείνεται, ο σημαίνει τὸ γεννᾶται· τοῦτο γὰρ ἀπὸ τοῦ γέω τὸ τίκτω, καὶ πλεονασμῷ τοῦ ν γένω· ἐκεῖνο δὲ ἀπὸ τοῦ γίγνεται γέγονε κατὰ ἀποβολὴν τοῦ ˉγ, ὡς τὸ γινώσκω, γιγνώσκω. τὸ δὲ γίγνεται ἀπὸ τοῦ γένομαι γέγονεν ἐν παραλήψει συμφώνου· τὸ ˉε γὰρ ἐν παραλήψει συμφώνου γινόμενον τρέπει εἰς ˉι. μένω, μίμνω, τέκω, τίκτω. ουτως ουν καὶ γίγνεται, γίνεται. Τὸ Γ μετὰ τοῦ Λ. ( ̓Αρσενικόν.) Γλαυκόσ. κυανὸς, η λευκὸς, η πυρώδη τὰ ομματα εχων. παρὰ τὸ γλαύσω τὸ λάμπω γλαυκὸς, ὡς λεύσω λευκός. Γλακερόσ. λευκός. ἐκ τῆς γάλακτος γενικῆς, γλάκος καὶ γλάγος. αρκυν τὲ γλακερῶν λαιμοπέδαν γεράνων. Γλάμων. ὁ λημῶν τοὺς ὀφθαλμοὺς, ο ἐστι τζιμπλῶν, καὶ διύγρους αὐτοὺς εχων. γλάμων καὶ ὁ ἀκάθαρτος. ̓Αριστοφάνης· ὁ καρχέδημος λίαν γλάμων ἐστί. καὶ ὁ Σοφοκλῆς· ἐπιορῶ τοὺς γλαμύρους καταφορβᾶν. Γλάνισ. ειδος ἰχθύος. Γλήχων. ειδος βοτάνης.