1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

106

ἀστόχει διηγήματος γερόντων· καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν.» «∆ιήγησις μωροῦ προσόχθισμα.» «Μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν ἀναστρέφου.» «∆ιήγησις μώρου, ὡς ἐν ὁδῷ φορτίον· ἐπὶ δὲ χείλεσι συνετοῦ εὑρεθήσεται χάρις.» Κήρῳ τὰ ὦτα φράσσε πρὸς φαύλους λόγους, Ὠδῶν τε τερπνῶν ἐκμελῆ λυγίσματα. Τοῖς δ' αὖ καλοῖς τε κἀγαθοῖς καὶ ἀεὶ δίδου. Εἰπεῖν, ἀκοῦσαι, καὶ δράσαι, μικρὸν μέσον.

ΤΙΤΛ. Ι∆ʹ. -Περὶ δικαιοσύνης καὶ ἀρετῆς.

«∆ικαιοσύνη ῥύεται ἐκ θανάτου.» «Ἐν ὁδοῖς δικαιοσύνης ζωή.» «∆ικαιοσύνη ὑψοῖ ἔθνος.» 95.1380 «Ὁ σπείρων δικαιοσύνην λήψεται μισθὸν πιστόν.» «∆ικαιοσύνη φυλάττει ἀκάκους.» «∆ιώκοντας δικαιοσύνην ἀγαπᾷ ὁ Θεός. Ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή.» «Ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.» «Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρον ζωῆς.» «Ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης.» «∆ικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδούς.» «Ἀρχὴ ὁδοῦ ἀγαθῆς, ποιεῖν δίκαια.» «Μῆκος βίου ὁδὸς δικαιοσύνης.» «Ποιεῖν δίκαια, καὶ ἀληθεύειν, ἀρεστὰ παρὰ Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα.» «Ἔσται τὰ ἔργα δικαιοσύνης εἰρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη ἀνάπαυσιν.» «∆ικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς πέπαυται γὰρ ὁ ἀσεβής. Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάττων δικαιοσύνην καὶ ἀλήθειαν.» «Τάδε λέγει Κύριος· Φυλάσσεσθε κρίσιν, ποιεῖτε δικαιοσύνην θείαν. Μακάριος ὁ ποιῶν ταῦτα καὶ ἀντεχόμενος αὐτῶν.» «∆ικαιοσύνη ἀθάνατός ἐστιν.» «Ἐὰν δικαιοσύνην ἀγαπᾷ τις, οἱ πόνοι αὐτοῦ εἰσιν ἀρεταί.» «Ἐὰν διώκῃς τὸ δίκαιον, καταλήψει, καὶ ἐνδύσῃ αὐτὸ ὡς ποδήρη δόξης.» «Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.» «Πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην, ἐκ τοῦ Θεοῦ ἐστι.» ∆ικαιοσύνη ἐστὶν ἕξις ἀπονεμητικὴ τοῦ κατ' ἀξίαν ∆υσθήρατον δὲ τοῦτο, τῶν μὲν διὰ τὸ περὶ τὴν φρόνησιν ἐλλειπὲς οὐχ εὑρισκόντων ἑκάστῳ διανεῖμαι τὸ ἶσον, τῶν δὲ διὰ τὸ προκατέχεσθαι ὑπὸ παθῶν ἀνθρωπίνων, ἀφανιζόντων τὸ δίκαιον. -Ἡ ἀρετὴ λόγον ὑγείας ἐπέχει. -Τιμιώτερον ἀρετὴ ἢ πλοῦτος. - Ἀρετῆς ἄσκησις, τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θέαμα τοῖς ἐντυγχάνουσιν. ∆ύσληπτον τὸ ἀγαθὸν τῇ ἀνθρωπίνῃ φύσει, ὥσπερ καὶ πῦρ ὕλῃ τῇ ὑγροτέρᾳ. Ἐλευθέραν εἶναι προσήκει παντὸς φόβου τὴν ἀρετὴν καὶ ἀδέσποτον. Ἀδέσποτον ἡ ἀρετὴ, καὶ ἑκούσιον, καὶ ἀνάγκης πάσης ἐλεύθερον. Τοιαύτη τῆς ἀρετῆς ἡ διαίρεσις, ὥστε καὶ εἰς πάντας τοὺς ἀντιποιουμένους αὐτῆς διαμερίζεσθαι, καὶ 95.1381 πᾶσαν ἑκάστῳ παρεῖναι μὴ ἐλαττουμένην ἐπὶ τοῖς συμμετέχουσιν. Χρὴ τὴν ἀρετὴν μὴ χωλὴν εἶναι καθ' ἑτέρων, ἀλλ' ἔργῳ καὶ λόγῳ ὀρθὴν καὶ ἀπηρισμένην κατ' ἀμφότερα εἶναι. Οὐ δύναται ἡ ἀνθρωπίνη φύσις αὐτὸ καθαρῶς τὸ δίκαιον ἐν ψυχῇ θεάσασθαι, τὰ πολλὰ τῶν λογισμῶν ἀμβλυώττουσα. Οὐχ ὁ τόπος τὴν ἀρετὴν, ἀλλ' ἡ ἀρετὴ πέφυκε τὸν τόπον σεμνύνειν. -Ὥσπερ ἐπὶ τῆς κιθάρας οὐκ ἀρκεῖ μόνον ἀπὸ μιᾶς νευρᾶς τὴν μελῳδίαν ἐργάσασθαι, ἀλλὰ πάσας ἐπίεναι δεῖ μετὰ ῥυθμοῦ τοῦ προσήκοντος, οὕτω καὶ ἐπὶ τῆς κατὰ ψυχὴν ἀρετῆς οὐκ ἀρκεῖ ἡμῖν νόμος εἰς σωτηρίαν, ἀλλὰ δεῖ πάντας αὐτοὺς μετὰ ἀκριβείας φυλάττειν. Ὡς ἔοικεν, ἡ δικαιοσύνη τετράγωνός ἐστι, πάντοθεν ἴση καὶ ὁμοία, ἐν λόγῳ καὶ ἔργῳ, ἐν ἀποχῇ κακῶν, ἐν εὐποιΐᾳ, ἐν τελειότητι γνωστικῇ, οὐδαμῆ οὐδαμῶς χωλεύουσα, ἵνα μὴ ἄδικός τε καὶ ἄνισος φανῇ. Τῇ δικαιοσύνῃ ἀεὶ τὸ ἰσχύειν ἀκολουθεῖ, ὥσπερ τῇ ἀδικίᾳ τὸ ἀσθενεῖν ἕπεται. Κακίας ἔξοδος ἀρετῆς εἴσοδον ἐργάζεται, ὡς καὶ τοὐναντίον, ἀποστάντος ἀγαθοῦ, τὸ ἐφεδρεῦον κακὸν ἐπεισέρχεται. -Εἴ τις πάσας τὰς ἀρετὰς διὰ σπουδῆς καὶ νήψεως ἐγκεκόλπισται, οὗτος βασιλεὺς χρηματίζει, κἂν ἰδιώτης τυγχάνοι.

ΤΙΤΛ. ΙΕʹ. -Περὶ διαφορᾶς καὶ ἀνομοίου καταστάσεως τῶν ἀνθρώπων.