σημαίνουσα, ἥτις καὶ κατὰ τῶν συμβεβηκότων φέρεται, καθὸ καὶ ταῦτα οὐσίαι λέγονται ὡς ἐν ταύτῃ τὴν ὕπαρξιν κεκτημένα. οὐσία καὶ ἡ μὴ ἐν ὑποκειμένῳ φύσις ἡ τοῖς συμβεβηκόσιν ἀντιδιαστελλομένη, ἥτις δὴ ἢ ἁπλῆ ἐστιν ἢ σύνθετος· ἥτις ἁπλῆ ποτὲ μὲν κρείττων τῆς συνθέτου, ποτὲ δὲ χείρων, καὶ κρείττων μὲν τῆς συνθέτου θεός, ἄγγελος, νοῦς, ψυχή-ταῦτα γὰρ κρείττω τοῦ ἀνθρώπου-, χείρω δὲ τῆς συνθέτου ἡ πρώτη ὕλη καὶ τὸ ἔνυλον εἶδος, ἃ δὴ καὶ τὸ ἔλαττον τοῦ ἀνθρώπου ἀποφέρονται, ὡς δι' αὐτὸν παραχθέντα ἢ γεγονότα· εἰ γὰρ ἕνεκά του, χείριστόν ἐστι· τιμιώτερον ἄρα οὗ ἕνεκά ἐστιν· οἷόν τί φημι· εἰ γὰρ ἕνεκα τοῦ ἀνθρώπου τὸ ἱμάτιον, τιμιώτερον ἄρα ὁ ἄνθρωπος τοῦ ἱματίου· εἰ δὲ καὶ τὸ σάββατον διὰ τὸν ἄνθρωπον, ἐλάχιστόν ἐστι καὶ τοῦ ἀνθρώπου τὸ σάββατον. ἡ δὲ σύνθετός ἐστιν ἢ καθ' αὑτὴν ὡς Σωκράτης, Πλάτων, ἢ σχετικὴ ὡς ὁ τὶς πρὸς τὸ πᾶς· θατέρου γὰρ μὴ ὄντος οὐδὲ θάτερον συνεξακούεται ὡς τῶν πρός τι ὄντα. ἔστι καὶ ἕκτη οὐσία ἡ περιεκτικὴ τῆς συνθέτου καὶ σχετικῆς, περὶ ἧς ἐνταῦθα διδάσκει ὁ Ἀριστοτέλης, φημὶ δὴ τοῦ τινὸς ἀνθρώπου. πρώτην δὲ οὐσίαν λέγει τὸν τινὰ ἄνθρωπον, δευτέραν δὲ τὸν ἄνθρωπον καὶ τὸ ζῷον, διότι καὶ τὰ τῇ φύσει πρῶτα ἡμῖν εἰσιν ὕστερα, τὰ δὲ ταύτῃ ὕστερα ἡμῖν πρώτιστα· οἷον ἡ ὕλη καὶ τὸ εἶδος πρῶτον, εἶτα <τὰ> τέσσαρα στοιχεῖα, μεθ' ἃ σπέρμα καὶ αἷμα, εἶτα καὶ ὕστερος ὁ ἄνθρωπος. τοῦτον οὖν θεωροῦντες καὶ ἀναλύοντες ἐξ ὧν συντέθηται, ἐπὶ τὰ πρῶτα ἀναγόμεθά τε καὶ προβιβαζόμεθα. ἀλλὰ καὶ τοῖς εἰσαγομένοις ἡμῖν πρῶτον ἡ μερικὴ οὐσία καθέστηκε γνώριμος καὶ οὕτως ἐντεῦθεν ἐπὶ τὰ καθόλου προβαίνομεν καὶ μανθάνομεν τὸν καθόλου ἄνθρωπον καὶ τὸ ζῷον. Πάντοθεν δὲ ἐξυμνεῖ τὴν οὐσίαν ἀπὸ τῶν φωνῶν, ἀπὸ τῶν νοημάτων, ἀπὸ τῶν πραγμάτων. ἀπὸ μὲν τῶν φωνῶν διὰ τοῦ «κυριωτάτην» εἰπεῖν· ἔπαινος γὰρ τῆς φωνῆς ἡ κυριολεξία. ἀπὸ δὲ τῶν νοημάτων ἐξαίρει διὰ τοῦ «πρώτην» εἰπεῖν· πρῶτον γὰρ τὰς ἀτόμους οὐσίας νοοῦμεν καὶ ἀπ' αὐτῶν ἐπὶ τὰ καθόλου ἀνερχόμεθα. ἀπὸ δὲ τῶν πραγμάτων ὡς ἀπὸ τοῦ «μάλιστα» φάναι· μάλιστα γάρ ἐστιν ἡ ἄτομος οὐσία, ἤγουν ὁ τὶς ἄνθρωπος, εἴ γε τὰ συμβεβηκότα διὰ αὐτήν ἐστιν· ἄνευ γὰρ ταύτης οὐκ ἔχουσι ποῦ καὶ ὑποστῆναι, ὥσπερ καὶ τὰ καθόλου κατὰ ταύτης κατηγοροῦνται· ἥτις δὴ τοῖς μὲν συμβεβηκόσι πρὸς ὕπαρξιν, τοῖς δὲ καθόλου πρὸς κατηγορίαν πάρεστι. ὁρίζεται δὲ ταύτην οὐ διὰ τῆς καταφάσεως ὡς καὶ τὰ λοιπά, ἀλλὰ δι' ἀποφάσεως· οἱ γὰρ δι' ἀποφάσεως ὁρισμοὶ σεμνύνουσι τὸ ὑποκείμενον, ὡς καὶ τὸ θεῖον ὁρίσαι βουλόμενοι δι' ἀποφάσεως τοῦτο δείκνυμεν, φάσκοντες ὅτι τὸ θεῖον οὔτε ἄγγελός ἐστιν οὔτε ψυχὴ οὔτε τὸ καὶ τό. εἰ καὶ δι' ἀποφάσεως ταύτην ἐμφαίνει, ἀλλὰ τρόπον τινὰ διὰ καταφάσεως παρίστησιν· οὐ γὰρ μόνον τί οὐκ ἔστι λέγει, ἀλλὰ καὶ τί ἐστι διασαφεῖ· πρὸς γὰρ ἀντιδιαστολὴν ἑτέρων αὕτη οὑτωσὶ λέγεται· εἰ γὰρ τὸ συμβεβηκὸς ἐν ὑποκειμένῳ, ἡ οὐσία οὐκ ἐν ὑποκειμένῳ, καὶ εἰ τὸ καθόλου καθ' ὑποκειμένου, τὸ μερικὸν οὐ καθ' ὑποκειμένου λέγεται. διὰ τοῦτο δὲ οὐ καθ' ὑποκειμένου λέγεται, ἐπειδὴ τοῖς καθ' ὑποκειμένου ὑπόκειται, ἤγουν τοῖς καθόλου, πρὸς κατηγορίαν, οὐδ' ἐν ὑποκειμένῳ, ἐπεὶ τοῖς ἐν ὑποκειμένῳ, τουτέστι τοῖς συμβεβηκόσιν, ὑπόκειται πρὸς ὕπαρξιν, εἴ γε ταύτης μὲν τὰ συμβεβηκότα δέονται πρὸς σύστασιν, τὰ δὲ καθόλου πρὸς κατηγορίαν. Βουλόμενος δὲ τὸ ἴδιον τῆς οὐσίας παραστῆσαι πρῶτον τὰ ψευδῆς ἴδια ταύτης παράγει, ἵνα κεκαθαρμένως καὶ ἀπροσκόπως τὴν ἀλήθειαν προσαγάγῃ καὶ ἵνα δείξῃ ὅτι δεῖ τὸ ἴδιον μόνῳ καὶ παντὶ εἶναι οὗ ἴδιόν ἐστι. διὸ καὶ τὰ κοινὰ τῆς οὐσίας ἐπειπὼν ὕστερον τὸ κυρίως ἴδιον μέλλει παραδοῦναι· χρὴ γὰρ τῷ ἰδίῳ δύο τινὰ παρέπεσθαι, τὸ μόνῳ ἐκείνῳ ὑπάρχειν καὶ παντὶ οὗ ἐστιν ἴδιον. καθ' ἕκαστον οὖν ἴδιον δύο ζητεῖ, εἰ πάσῃ ὑπάρχει τῇ οὐσίᾳ ἢ οὔ, καὶ εἰ μόνῃ ἢ οὔ. εἰ μὲν οὖν εὕρῃ ὅτι πάσῃ οὐ μόνῃ δέ, κοινὸν αὐτὸ καλεῖ· εἰ δὲ μόνῃ μὲν οὐ πάσῃ δέ,