15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
δικαστὴν ἐξιλεωσώμεθα, ἀπολοφυρόμενοι μὲν ἐφ' οἷς τῶν πρώτων καὶ ἀφθόνων διημαρτήκαμεν ἀγαθῶν, σπεύδοντες δὲ διὰ τῆς ἐνταῦθα καθάρ σεως πρὸς τὸν πατρῷον χῶρον ὅθεν ἀπωλισθήσαμεν, εὖ οἶδα ὅτι, φιλ άνθρωπος ὤν, οὐ μόνον συγγνώσεται ἡμῖν πεσοῦσιν ἐξ οὐρανοῦ διὰ τὸ ἁμαρτάνειν, ἀλλὰ καὶ «τῆς» ἐν οὐρανῷ «βασιλείας» αὐτοῦ «κληρονόμους» ἐργάσεται.
49 ξδʹ. Ἐκ τοῦ περὶ θεολογίας δευτέρου λόγου, εἰς τὸ «τί ποτέ» ἐστι «τὸ θεῖον»
Ἡ διαλεκτικὴ οὐχ ὡρισμένα τινὰ ἔχει ὥσπερ αἱ λοιπαὶ ἐπιστῆμαι, ἀλλὰ πάσαις ἐπιστατεύουσα ταῖς ἐπιστήμαις ἐξ οἰκείων ἐπιχειρημάτων πάσας ἀνασκευάζει τε καὶ κατασκευάζει. τόποι δὲ ὀνομάζονται αἱ εἰρημέναι ἀρχαί, ἀφ' ὧν ὁρμώμενος ὁ διαλεκτικὸς πάντα τὰ προβληθέντα ἀνασκευάζει τε καὶ κατασκευάζει. Πρὸς τοὺς οἰομένους κατειληφέναι τὸ θεῖον ἀπὸ λογικῆς ἐντρεχείας τὸν λόγον ἀντεπεξάγων φησὶν ὁ πατήρ· «τί ποτε ὑπολήψῃ τὸ θεῖον», ὦ διαλεκτικὲ σύ, «εἴπερ ὅλως ταῖς λογικαῖς πιστεύεις ἐφόδοις;» λογικὴν δὲ ἔφοδον οἰητέον τὴν ἀποδεικτικὴν ἢ διαλεκτικὴν ἐπιχείρησιν· ἄκριτον γὰρ ἔστω τοῦτο τέως, μέχρις ἂν καὶ περὶ αὐτῶν τὸ ἀκριβὲς ἐπικρίνωμεν. λογικὴν δὲ τὴν τοιαύτην νομίζομεν πραγματείαν, ὅτι σκοπὸν καὶ τέλος προβάλλεται τὸν συλλογισμόν. τούτου γὰρ ἕνεκα καὶ τὰς ἁπλᾶς ὁ φιλόσο φος παραλαμβάνει φωνὰς καὶ τὰς ἐξ ἐκείνων συγκειμένας προτάσεις, ἀφ' ὧν δὴ συντίθεται ὁ συλλογισμός. ὃν καὶ λόγον σύνθετον οἱ ἀπὸ τῆς Ἀκαδημαϊκῆς ἐπωνομακότες αἱρέσεως, τὴν πᾶσαν ἐντεῦθεν πραγματείαν παρονομάσαντες ἐκάλεσαν λογικήν, ἥτις νοῦς ὥσπερ ἐστὶ τοῖς ἄλλοις μέρεσι τῆς φιλοσοφίας. ταύτῃ γὰρ καὶ ὁ φυσικὸς καὶ ὁ μαθηματικὸς χρώμενος, εἰπεῖν δὲ καὶ ὁ θεολογικός, ἀνερευνᾷ τε τὰ ὑποκείμενα καὶ πιστὰ καὶ ἀληθῆ οἴεται. αὕτη τοιγαροῦν ὃ προθήσει διερευνήσασθαι διαιρετικῶς μὲν πρῶτον, ὁριστικῶς δὲ ἔπειτα καὶ ἀποδεικτικῶς μετὰ ταῦτα καὶ τέλος ἀναλυτικῶς πειρᾶται θηρεύειν. Ἐπεὶ οὖν ἐντεῦθεν καὶ τὴν θείαν ἐπεχείρουν φύσιν καταλαβεῖν τῶν φιλοσόφων ἔνιοι, ἥτις πάσης ὑπέρκειται ἕξεώς τε καὶ φύσεως καὶ πρὸς ἣν πᾶσα περατοῦται γνῶσις καὶ δύναμις, τί ποτε, φησὶν ὁ πατήρ, τὸ θεῖον ὑπολαμβάνετε; ἐπεὶ γὰρ ἡ τομὴ τῶν ὄντων τὰ μὲν εὗρε σώματα, τὰ δὲ ἀσώματα, πότερον μετὰ τῶν σωμάτων τιθεῖς τὸ θεῖον ἢ τοῖς ἀσωμάτοις καταριθμεῖς; καὶ τὸν μὲν περὶ τοῦ ἀσωμάτου λόγον ἐν τοῖς ἐφεξῆς ὑπερτίθεται, γυμνάζει δὲ τὸν τοῦ σώματος. ἆρα, γάρ φησι, σῶμα οἰήσῃ; οὐδὲν γάρ ἐστι μεταξύ, ἀντιφάσει γὰρ ἔοικεν, εἰ καὶ κατάφασις ἄμφω λέγεται. καὶ πῶς, φησί, τὸ ἄπειρον καὶ ἀόριστον καὶ ἀσχημάτιστον; ὡς γὰρ ὁμολογουμένων τούτων περὶ τὸ θεῖον, περὶ τοῦ καὶ ταῦτα οἴεσθαι τοὺς φιλοσόφους καὶ ὅτι καὶ σῶμα ἐπαπορεῖ. συμπεσεῖται δέ, λέγει, ἕκαστος αὐτῶν ἐφ' ἑαυτούς, συνάπτοντες ὧν τὴν συνάφειαν οὐκ οἶδεν ὁ λόγος. πᾶς γὰρ σῶμα πεπερασμένον κατ' αὐτόν, φησί, τὸν ὑμέτερον διδάσκαλον καὶ φιλόσοφον, διότι ὑπὸ φύσεως οἰκονομεῖται τὰ τοῦ σώματος, τὸ δὲ οἰκονομούμενον τῷ οἰκονομοῦντι πεπέρασται. καὶ αὐτὸ γὰρ τὸ κυκλοφορικὸν τοῦ οὐρανοῦ σῶμα πρὸς τὸ ἑαυτοῦ συννεῦον κέντρον κεκύρτωται καὶ πεπέρασται· οὗ τὸ ἐκτὸς οὐδὲν μὲν κατὰ τὸν Ἀριστοτέλην, κενὸν δὲ κατὰ τὸν Κλεομήδην. εἰ δὲ τὸ συνεκτικὸν τῶν ἄλλων σωμάτων πεπερασμένης ἔτυχε φύσεως, σχολῇ τὰ ἄλλα ἐν ἀπείρῳ θήσομαι. πῶς οὖν ἄπειρον ὑμεῖς τὸ θεῖον οἰόμενοι σώματος αὐτῷ ἴχνος προσάπτετε; τὰ δὲ λοιπὰ τοῦ ἀπείρου σημαινόμενα, ἃ δὴ ἐν ταῖς Φυσικαῖς πραγματείαις ἀπηριθμήσατο ὁ φιλόσοφος, νῦν οὐ καιρὸς λέγειν. ἀλλὰ πῶς, φησί, τὸ θεῖον καὶ «σῶμα» καὶ «ἄπειρον»; τὸ μὲν γὰρ ἐκ τῆς