κομισθεῖσιν ἀπὸ Νίκης τῆς Θρᾴκης ὑπέγραψαν. Ἔστι δὲ ἡ πίστις ἡμῶν, καὶ αὐτῶν ὧν προείρηται, ὧν καὶ τὴν πρεσβείαν ποιούμεθα, αὕτη. «Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, πάντων ὁρατῶν καὶ ἀοράτων ποιήτην· καὶ εἰς ἕνα μονογενῆ Θεὸν, Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ, καὶ τὰ ἐπὶ τῆς γῆς· τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς οὐρανοὺς, καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. Τοὺς δὲ λέγοντας, «ἦν ποτὲ ὅτε οὐκ ἦν,» καὶ «πρὶν γεννηθῆναι οὐκ ἦν,» καὶ ὅτι «ἐξ οὐκ ὄντων ἐγένετο,» ἢ «ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας» φάσκοντας εἶναι, ἢ «τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ,» τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία τοῦ Θεοῦ.» Ἐγὼ δὲ Εὐστάθιος ἐπίσκοπος πόλεως Σεβαστείας, καὶ Θεόφιλος, καὶ Σιλβανὸς, πρέσβεις συνόδων Λαμψάκου, Σμύρνης, καὶ τῶν λοιπῶν, ταύτην τὴν ὁμολογίαν χερσὶν ἡμῶν καὶ οἰκείαις προαιρέσεσιν ἐγράψαμεν. Εἰ δέ τις μετὰ τὴν ἐκτεθεῖσαν παρ' ἡμῶν πίστιν, καθ' ἡμῶν ἤτοι τῶν ἀποστειλάντων ἡμᾶς ἔγκλημά τι προσενεγκεῖν θελήσει, μετὰ γραμμάτων τῆς σῆς ἁγιοσύνης, πρὸς οὓς ἐὰν δοκιμάσῃ ἡ σὴ ἁγιότης ὀρθοδόξους ἐπισκόπους ἔρχεσθαι, καὶ ἐπ' αὐτῶν μεθ' ἡμῶν διαδικάζεσθαι. Καὶ εἴ τι ἐγκλήματος ἕνεκεν συσταθῇ, εἰς τὸν αἴτιον ἐκδικηθείη. Τούτῳ δὴ τῷ βιβλίῳ τοὺς πρέσβεις ἀσφαλισάμενος ὁ Λιβέριος, εἰς κοινωνίαν τε ἐδέξατο, καὶ τάδε τὰ γράμματα δοὺς ἀπέλυσεν· Ἐπιστολὴ Λιβερίου τοῦ ἐπισκόπου τῆς Ῥωμαίων πρὸς τοὺς ἐπισκόπους τῶν Μακεδονιανῶν. Τοῖς ἀγαπητοῖς ἀδελφοῖς καὶ συλλειτουργοῖς Εὐηθίῳ, Κυρίλλῳ, Ὑπερεχίῳ, Οὐρανίῳ, Ἥρωνι, Ἐλπιδίῳ, Μαξίμῳ, Εὐσεβίῳ, Εὐκαρπίῳ, Ἑορτασίῳ, Νέωνι Εὐμαθίῳ, Φαυστίνῳ, Προκλίνῳ, Πασινίκῳ, Ἀρσενίῳ, Σευήρῳ, ∆ιδυμίωνι, Βρεττανίῳ, Καλλικράτει, ∆αλματίῳ, Αἰδεσίῳ, Εὐστοχίῳ, Ἀμβροσίῳ, Γελωνίῳ, Παρδαλίῳ, Μακεδονίῳ, Παύλῳ, Μαρκέλλῳ, Ἡρακλείῳ, Ἀλεξάνδρῳ, Ἀδολίῳ, Μαρκιανῷ, Σθενέλῳ, Ἰωάννῃ, Μάκερι, Χαρισίῳ, Σιλβανῷ, Φωτεινῷ, Ἀντωνίῳ, Ἀΰθῳ, Κέλσῳ, Εὐφράνονι, Μιλησίῳ, Πατρικίῳ, Σευηριανῷ, Εὐσεβίῳ, Εὐμολπίῳ, Ἀθανασίῳ, ∆ιοφάντῳ, Μηνοδώρῳ, ∆ιοκλεῖ, Χρυσαμπέλῳ, Νέωνι, Εὐγενίῳ, Εὐσταθίῳ, Καλλικράτει, Ἀρσενίῳ, Εὐγενίῳ, Μαρτυρίῳ, Ἱερακίῳ, Λεοντίῳ, Φιλαγρίῳ, Λουκίῳ, καὶ πᾶσι τοῖς ἐν τῇ ἀνατολῇ ὀρθοδόξοις ἐπισκόποις Λιβέριος ἐπίσκοπος Ἰταλίας, καὶ οἱ κατὰ τὴν δύσιν ἐπίσκοποι, ἐν Κυρίῳ πάντοτε χαίρειν. Τὴν εὐκταιοτάτην ἡμῖν χαρὰν τῆς εἰρήνης καὶ τῆς ὁμονοίας ἤνεγκε τὰ ὑμέτερα γράμματα, τῷ τῆς πίστεως φωτὶ προλαμπόμενοι ἀδελφοὶ ἀγαπητοὶ, τὰ ἀποδοθέντα ἡμῖν διὰ τῶν τιμιωτάτων ἀδελφῶν τῶν ἐπισκόπων, Εὐσταθίου, Σιλβανοῦ, καὶ Θεοφίλου. Καὶ ταύτῃ μάλιστα, ὅτι τὴν ὑμετέραν γνώμην καὶ τὰ ὑμέτερα φρονήματα συμφωνεῖν καὶ συνᾴδειν πρός τε τὴν ἐμὴν ἐλαχιστότητα, καὶ τῶν ἐν Ἰταλίᾳ καὶ δυτικῶν πάντων, διεβεβαιώσαντο καὶ ἀπέδειξαν. Καὶ ταύτην εἶναι γινώσκομεν τὴν καθολικὴν καὶ ἀποστολικὴν πίστιν, ἥτις μέχρι τῆς κατὰ Νίκαιαν συνόδου ἀκεραία καὶ ἀσάλευτος διέμεινε. Ταύτην τε αὐτοῖς ἔχειν ὡμολόγησαν, καὶ χαρὰς ἀναπλησθέντες, πᾶν ἴχνος καὶ ζώπυρον ἀτόπου ὑπονοίας ἐκβαλόντες, οὐ μόνον διὰ λόγου, ἀλλὰ καὶ ἐγγράφως ταύτην ἐξέθεντο. Ἧς καὶ τὸ ἀντίτυπον ἀναγκαίως τούτοις τοῖς γράμμασιν ὑποτάξαι ἡγησάμεθα δεῖν, μή τινα πρόφασιν τοῖς αἱρετικοῖς εἰς ἐπιβουλὴν αὖθις καταλείπωμεν, ἐν ᾗ πάλιν τὰ ὑπεκκαύματα τῆς ἰδίας κακίας ἀνακινοῦντες, πυρκαϊὰς διὰ διχοστασιῶν συνήθως ἐξάπτοιεν. Ἔπειτα καὶ τοῦτο ὡμολόγησαν οἱ τιμιώτατοι ἀδελφοὶ ἡμῶν, Εὐστάθιος καὶ Σιλβανὸς καὶ Θεόφιλος, ἑαυτούς τε καὶ τὴν ὑμετέραν ἀγάπην πάντοτε ταύτην τὴν πίστιν ἐσχηκέναι, καὶ ταύτην μέχρι τέλους διαφυλάξειν, δηλαδὴ τὴν ἐν Νικαίᾳ