Κωνσταντῖνος καὶ ὁ γαμβρὸς αὐτοῦ Κωνσταντῖνος σὺν τῷ πατριάρχῃ Θεοφυλάκτῳ, καὶ μετὰ τῆς δεούσης τοῦτο ἀναλαβόντες τιμῆς, τῆς συγκλήτου πάσης προπορευομένης καὶ φωταγωγίας μεγίστης προαγούσης, μέχρι τοῦ ναοῦ τῆς ἁγίας τοῦ θεοῦ σοφίας πεζὸν διεκόμισαν, καὶ προσκυνηθὲν ἐκεῖσε ἐν τῷ παλατίῳ ἀνήγαγον. Ἐν ταύταις δὲ ταῖς ἡμέραις Ἀρμένιόν τι τέρας τῇ πόλει ἐπεφοιτήκει, παῖδες συμφυεῖς ἄρρενες ἐκ μιᾶς προελθόντες γαστρός, ἄρτιοι μὲν πάντα τὰ μέλη τοῦ σώματος, ἀπὸ δὲ τοῦ στόματος τῆς γαστρὸς καὶ μέχρι τὸν ὑπογα327 στέρα συμπεφυκότες καὶ ἀλλήλους ὑπάρχοντες ἀντιπρόσωποι· οἳ ἐπὶ πλεῖστον τῇ πόλει ἐνδιατρίψαντες, καὶ ὑπὸ πάντων ὡς ἐξαίσιόν τι τέρας ὁρώμενοι, τῆς πόλεως ὡς πονηρός τις οἰωνὸς ἐξηλάθησαν. ἐπὶ δὲ τῆς μονοκρατορίας βασιλείας Κωνσταντίνου πάλιν εἰσήλθεσαν. ἐπεὶ δὲ ὁ ἕτερος αὐτῶν ἐτέθνηκεν, ἰατροί τινες ἔμπειροι τὸ συγκεκολλημένον μέρος διέτεμον εὐφυῶς, ἐλπίδι τοῦ τὸν ἕτερον ζήσεσθαι· ὃς τρεῖς ἡμέρας ἐπιβιοὺς ἐτελεύτησεν. Καὶ ἐν πᾶσι μέν, ὡς ἀνωτέρω εἴρηται, μοναχοῖς πίστιν ἐκέκτητο ὁ βασιλεῦς, διαφερόντως δὲ ἐτίμα καὶ ὑπερέσεβεν Σέργιον τὸν ἐν μονασταῖς διαλάμποντα, ὃς ἀδελφὸς μὲν τοῦ μαγίστρου ἐπεφύκει Κοσμᾶ, ἀνεψιὸς δὲ τοῦ πατριάρχου Φωτίου ἐτύγχανεν· ὃν πλέον τῆς σαρκικῆς εὐγενείας ἡ κατὰ ψυχὴν ἐτίμα εὐγένεια. τοῦτον δὴ τὸν ἀοίδιμον ἀδιαλείπτως μεθ' ἑαυτοῦ εἶχεν ὁ βασιλεύς, κανόνα ὄντως καὶ σταθμὴν τὸν αὐτοῦ βίον ἀεὶ ῥυθμίζοντα· ὃς πολλὰ παρῄνει τῷ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ μὴ ἀπαιδεύτους ἐᾶν εἰς πονηρίαν ἐγκλίνοντας, μή ποτε καὶ αὐτὸς πάθοι τὸ τοῦ Ἠλεί. ἐπεὶ δὲ τοῦ παλατίου τοῦτον οἱ παῖδες πατήγαγον καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξώρισαν, πάλιν τοῦτον εἶχε τῶν συμφορῶν παραμύθιον καὶ τῶν θλίψεων ἀκεσώδυνον φάρμακον. ᾧ συνῆν τότε καὶ Πολύευκτος μοναχὸς εὐλαβέστατος, καὶ αὐτὸς τὰ 328 εἰκότα παραμυθούμενος· ὃς τοῦ πατριάρχου Θεοφυλάκτου τελευτήσαντος πατριάρχης ὑπὸ τοῦ βασιλέως Κωνσταντίνου προχειρίζεται. Ἐπεὶ δὲ πολλοῖς τρόποις ὁ θεὸς βούλεται σώζειν τὸν ἄνθρωπον, συνεχώρησεν καὶ τὸν βασιλέα Ῥωμανὸν συμφορᾷ ἀδοκήτῳ περιπεσεῖν, ἵνα δι' αὐτῆς σωφρονισθεὶς καὶ τῶν οἰκείων ἐν αἰσθήσει παραπτωμάτων γενόμενος σωτηρίας ἀξιωθῇ. συνεχώρει γὰρ ἐπαναστῆναι τὸν υἱὸν αὐτοῦ Στέφανον, ὥσπερ ποτὲ Ἀβεσσαλὼμ ἐπανέστη ∆αυὶδ τῷ οἰκείῳ πατρί. συμβούλοις οὖν οὗτος πρὸς τοῦτο χρησάμενος τῷ τε ἀπὸ μοναχῶν Μαριανῷ καὶ Βασιλείῳ τῷ Πετεινῷ καὶ Μανουὴλ τῷ Κουρτίκῃ, συνειδότων αὐτῷ καὶ τῶν ἄλλων βασιλέων, τοῦτον τοῦ παλατίου κακῶς κατήγαγεν καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξορίσας ἀπέκειρεν μοναχόν. Αὐτοκρατορία Κωνσταντίνου. Ὑπελείφθη οὖν αὐτοκράτωρ Κωνσταντῖνος ὁ τούτου γαμβρός, ὃς παραυτίκα Βάρδαν τὸν τοῦ Φωκᾶ τῇ τοῦ μαγίστρου ἀξίᾳ τιμήσας, ὃς χρόνῳ πολλῷ τὴν ἐν τοῖς πολέμοις ἀνδραγαθίαν πολλάκις ἐπιδειξάμενος, δομέστικον τῶν σχολῶν προχειρίζεται. εἶτα τὸν Βασίλειον, ᾧ ἐπίκλην Πετεινόν, πατρίκιον καὶ μέγαν ἑταιριάρχην, τὸν δὲ τοῦ γένους τῶν Ἀργυρῶν Μαριανὸν τὰ μοναχικὰ ἀποδύσας πατρίκιον καὶ κόμητα τοῦ 329 σταύλου πεποίηκεν, ὡσαύτως καὶ Μανουὴλ τὸν ἐπιλεγόμενον Κουρτίκην πατρίκιον καὶ δρουγγάριον τῆς βίγλας· οὕς τινας τρεῖς μετ' οὐ πολὺν χρόνον ἡ τοῦ θεοῦ δικαία κρίσις, ὡς εἰς χριστὸν κυρίου παροινήσαντας καὶ χεῖρας ἐπιβαλόντας, τῆς βασιλείας ὀρεγομένους μετῆλθεν· ἐπὶ καθοσιώσει γὰρ καταληφθέντες ἑκάτερος αὐτῶν οἰκτίστῳ θανάτῳ τὸ ζῆν ἀπέρρηξεν. τὰ δὲ περὶ αὐτῶν πλατύτερόν τε καὶ ἐπεξεργαστικώτερον ἐν τῇ προειρημένῃ ἐπεξηγήσει ἐκθήσομαι. μετὰ δὲ τεσσαράκοντα ἡμέρας, τῇ εἰκάδι ἑβδόμῃ τοῦ Ἰανουαρίου μηνός, ὑποπτεύσας Κωνσταντῖνος τόν τε βασιλέα Στέφανον καὶ Κωνσταντῖνον τὸν ἀδελφὸν αὐτοῦ μή ποτε κατ' αὐτοῦ τὰ ὅμοια διαπράξωνται, καὶ λογισάμενος ὅπερ ἦν εἰκός, ὅτι εἰ τοῦ ἰδίου πατρὸς οὐκ ἐφείσαντο, πῶς αὐτοῦ φείσονται; ἑστιάσας αὐτοὺς ἤδη ἐν τῇ τραπέζῃ καθεζομένους, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, ἀνήρπασαν τούτους οἵ τε λεγόμενοι Τορνίκοι καὶ ὁ πατρίκιος