106
συνέσεις ἐμελέτα. Οὕτω δὲ αὐτῶν ἠκόνητο πρὸς σύνεσιν ὁ νοῦς, ὡς τὰς παραβολὰς τοῦ Σωτῆ ρος ἡμῶν τὰς ἐν τοῖς Εὐαγγελίοις φερομένας συνεῖ ναι πάσας, καὶ πρὸ τῆς αὐτοῦ ἑρμηνείας. Αὐτίκα γοῦν, μετὰ τὴν ἔκθεσιν τῶν παραβολῶν, ὁ μὲν Σωτὴρ ἠρώτα αὐτοὺς λέγων, "Συνήκατε ταῦτα πάντα;" οἱ δὲ λέγουσιν αὐτῷ, Ναί. Ἡ καρδία τοίνυν αὐτῶν ἐμελέτα συνέσεις. Εἶτ' ἐπὶ τούτοις ἀνοίξω ἐν ψαλ 80.1221 τηρίῳ τὸ πρόβλημά μου. Ἐγὼ μὲν γὰρ, φησὶ, ἀκονή σας τὸ διανοητικόν μου εἰς σύνεσιν τῶν σωτηρίων παραβολῶν δεδύνημαι ἐπακολουθῆσαι τῇ ἐμφερομέ νῃ ἐν αὐταῖς διανοίᾳ· τοῖς δὲ μὴ τοῦτο πράττειν δυναμένοις διὰ νηπιότητα, ἀνοίξω τὰ κεκρυμμένα καὶ διασαφήσω τὰ προβλήματα καὶ τὰς παραβολάς· καὶ ταῦτα πράξω διὰ τοῦ ἐμοῦ ψαλτηρίου τοῦ σω ματικοῦ δηλαδὴ ὀργάνου, ὅπερ ὄργανον τῆς ἐνοικού σης ἐν αὐτῷ ψυχῆς τυγχάνον ἀντὶ Ψαλτηρίου αὐτῇ παραδέδοται, πρὸς τὸ ἀνακρούεσθαι ἐν αὐτῷ τῷ Θεῷ τοὺς ὕμνους καὶ ἀναπέμπειν ἕκαστον αἰσθητήριον, καὶ μέλος καὶ μέρος τοῦ σώματος ἐπιστημόνως κινοῦσαν.] Ταῦτα ὡς ἐν προοιμίῳ διεξελθὼν, ἄρχεται λοιπὸν τῆς παραινέσεως. ʹ. "Ἱνατί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ; ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με." ∆έδια καὶ τρέμω τὴν ἡμέραν τῆς ἀνταποδόσεως, ἐν ᾗ ὁ δίκαιος Κριτὴς ἀνταποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. [Τοῦτο δὲ γνόντες καὶ αὐτοὶ τὸν τοιοῦτον πρὸ ὀφθαλμῶν ἀναλάβετε φόβον. Εἰ γὰρ ἐγὼ ὁ δεδυνημένος εἰπεῖν, Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου συνέσεις, κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, μετὰ ταῦτα ἔμφοβός εἰμι καὶ ἔντρομος· διατί οὐχὶ καὶ ὑμεῖς· Εἰ δέ τις πυνθάνοιτο ἱνατί φοβοῦμαι, ἀκουέτω μετὰ παῤῥησίας· ἔστι τις ἡμέρα πονηρὰ περὶ ἧς μυρία ἐν ταῖς προφητικαῖς ἀνα φωνεῖται Γραφαῖς] Αἴτιος δέ μοι τοῦ δέους ὁ παρά νομος βίος, δι' ὃν τῆς εὐθείας ἐξετράπην ὁδοῦ. Τὴν γὰρ πτέρναν ἔνιοι μὲν τοῦ βίου τὴν ὁδὸν προσηγό ρευσαν· ἐγὼ δὲ οἶμαι τὴν ἀπάτην αἰνίττεσθαι, ἐκ μεταφορᾶς τῶν δρομέων, ὡς καὶ ἤδη προειρήκαμεν, οἳ τῇ πτέρνῃ πολλάκις τοὺς ἀνταγωνιστὰς καταβάλ λουσι. Τοῦτο ἡμᾶς καὶ ὁ Ἡσαῦ ἐδίδαξεν ὀδυρόμενος· ∆ικαίως γὰρ, φησὶν, ἐπεκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρνικέ με γὰρ ἤδη δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἴληφε, καὶ νῦν ἔλαβε τὴν εὐλογίαν μου." Πονηρὰν δὲ ἡμέραν τὴν τῆς κρίσεως προσηγόρευσε, κατὰ τὸ παρ' ἡμῖν πολιτευό μενον ἔθος. Εἰώθασι γὰρ πολλοὶ κακὴν ὀνομάζειν ἡμέραν, ἐν ᾗ λυπηροῖς τισιν αὐτοὺς συμβαίνει περι πεσεῖν. [Εἰκότως τοίνυν οὕτως προσαγορεύεται, ὡς ἂν τῆς ἑκάστου πονηρίας οὖσα ἐλεγκτική· καὶ ὡς τὰς κολάσεις τοῖς ἀσεβέσι διὰ τῆς περιμενούσης αὐτοῖς ὀργῆς ἐπάγουσα. ∆ιὰ τοῦτο κἀγὼ φρίττω ὁ ταῦτα φθεγγόμενος· ἡ γὰρ ἀνομία τῆς πτέρνης μου κατ' αὐτὴν ἐκείνην τὴν πονηρὰν κυκλώσει με. Ἀνομία δὲ πτέρνης λέλεκται ἡ τῆς ὁδοῦ, καθ' ἣν τὸν παρόντα βίον διανύομεν, παρεκτροπὴ ἤγουν 80.1224 ἀπάτη.] Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος τὴν τῆς κρί σεως ἡμέραν καλεῖ· "Κατὰ δὲ τὴν σκληρότητά σου, καὶ ἀμετανόητον καρδίαν, θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ, ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." ζʹ. "Οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν, καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι." Ἐγὼ μὲν, φησὶ, δέδια καὶ τρέμω τὴν προσδοκωμέ νην ἡμέραν· ὑμεῖς δὲ οἱ τῷ πλούτῳ κομῶντες, ἐκεί νης μὲν οὐδεμίαν ποιεῖσθε φροντίδα, τῇ δὲ ὑπερ ηφανίᾳ τῆς περιουσίας μεγαλαυχούμενοι, ὡς μονί μοις θαῤῥεῖτε τοῖς ῥέουσιν. ηʹ, θʹ. "Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄν θρωπος; οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ. Καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ." Ἔδει δὲ συνιδεῖν ὑμᾶς, ὡς οὔτε προγόνων καὶ ἀδελφῶν ἀρετὴ καὶ εὐσέβεια τοὺς τούτων γεγυμνωμένους ὀνίνησιν, οὔτε μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν δυνα τὸν διὰ χρημάτων πορίσασθαι σωτηρίαν. Κατὰ γὰρ τὸν παρόντα βίον "λύτρον ἀνδρὸς, ᾗ φησὶν ὁ Σοφὸς, ὁ ἴδιος πλοῦτος." Ταύτην προσενεγκὼν τοῖς πλούτῳ κακῶς κεχρημένοις τὴν συμβουλὴν, πρὸς τοὺς τῆς ἀρετῆς ἐργάτας μεταφέρει τὸν λόγον, καί φησι· "Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα. [ιʹ, ιαʹ.] Καὶ ζήσεται εἰς τέλος. Οὐκ ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς