106
ἐναντίων διαμένουσι διὰ θεοῦ ἀγάπην. πλὴν τί τὸ τοῦ Νικαίας δρᾶμα καὶ πάντως γε ἵνα μαθὼν διδάξῃς, ἐπεὶ καὶ περὶ τῶν ἐγγύθεν ἡγουμένων. ἱνατί δὲ περὶ ἡμῶν ἐλυπήθης; εἰς οὐδέν ἐστιν· ἀδελφοί εἰσι καὶ ἀδελφικῶς πολλάκις διαφέρονται εἰς ἀλλήλους. Εὔχου οὖν, τέκνον μου, ἵνα ἡ χεὶρ τοῦ θεοῦ σκέπῃ ἀμφοτέρους, καὶ ταῦτα κοῦφα. παρὰ τοῦ ἀδελφοῦ Κληδονίου ἐδεξάμην γραμματεῖον καὶ ἀνεπάην· ἐν καιρῷ ἀντιγράφω. παρακαλῶ σε δέ, ὅτι παρεκάλεσέ με ἵνα αὐτὸν ἐπιτηρῇς καὶ περιέπῃς· καὶ δεῖξον ὅτι παρεκάλεσα. ὃν καὶ προσαγόρευσον ὥσπερ καὶ τὸν ἀδελφὸν Τιθόην· κἀκείνῳ δι' ἄλλης ἐπιστέλλω. οἱ ἀδελφοὶ προσαγορεύουσιν. 117 {1Τῷ αὐτῷ}1 Ἐγρηγόρησας, τέκνον μου, δοῦναί μοι μικρὰν ἀμεριμνίαν· καί γε ὁ θεὸς τοῦ πατρός μου ἐλεήσαι σε καὶ ἀναπαύσαι σε. γνοὺς δὲ τὰ δηλωθέντα εὐχαρίστησα τῷ Κυρίῳ. πάντα χαρᾶς εὐαγγέλια, αἵ τε τῶν ἁγιωτάτων ἐπισκόπων ἐξορίαι, ὑπὲρ Χριστοῦ οὖσαι, αἵ τε τῶν ἀγαθῶν ἡμῶν ἀδελφῶν ἐνστάσεις. ἐφ' οἷς καὶ πολλή μοι μέριμνα καὶ ἀδολεσχία τῷ ταπεινῷ, πῶς ἀποβήσεται τὰ κατ' αὐτοὺς σκοποῦντι· τῶν γὰρ πάντων ἀγωνιστικώτερον ἀθλοῦσιν. ἀλλ' ἔσται Χριστὸς ἐπαμύνων καὐτούς, ἀλλὰ μὴν καὶ τοὺς ἡγουμένους, πολλοῦ γε εἰπεῖν τοὺς τῆς χώρας. Σὺ δέ, ὦ τέκνον, ὡς ὑπὸ θεοῦ βοηθούμενός τε καὶ σκεπόμενος μὴ φείσῃ ἐπιστέλλειν, ἐπιδημεῖν, στηρίζειν, νουθετεῖν, παραμυθεῖσθαι, διυπνίζειν, ἐκδιδάσκειν, ἐπαλείφειν τοὺς ἔξω, τοὺς ἔσω, τοὺς κακουμένους, τοὺς εὐδρομοῦντας, οὐ μὴν μέχρι τοῦδε, ἀλλὰ γὰρ καὶ τοὺς οὐχ ὑπὸ χεῖρα ἡμῶν τελοῦντας. δεῖ γάρ σε περαιτέρω χωρῆσαι διὰ Χριστόν, δηλονότι οἰκονομίᾳ καὶ εὐκαιρίᾳ χρώμενον· ἄρτι γὰρ δεῖ καὶ τοὺς μαθητὰς διδασκάλους γενέσθαι. Ἐγὼ γοῦν ὁ ἀχρεῖος, εἰ καιρὸν λάβοιμι καὶ πιστὸν γραμματηφόρον, εἴτε οἴκοθεν εἴτε ἔξωθεν προθυμοῦμαι πᾶσι τοῖς ἐξορίστοις πατράσιν ἐπιστεῖλαι (πολὺ γὰρ ὀνίνησι καὶ τὸν γράφοντα καὶ τὸν δεχόμενον τοῦτο, ἐπεὶ καὶ τοῖς ἁγίοις σύνηθες καὶ τῇ ἐκκλησίᾳ χρήσιμον), ἀλλὰ γὰρ καὶ μέχρι τερμάτων τῆς οἰκουμένης βοῆσαι ὁ κύων καὶ ὁ ψύλλος παρασκευάζομαι. τίς δὲ τοῦδε εἴη μοι συνεργὸς πλὴν σοῦ, τοῦ ὑπὲρ πάντας τῶν ἀδελφῶν θερμοῦ φιλητοῦ καὶ Χριστοῦ καὶ ἐμοῦ τοῦ τάλαινος; ζῶμεν δὲ χάριτι Χριστοῦ καὶ εὐχαῖς ὑμῶν ἐνταῦθα, καθὼς προγέγραφα διὰ τοῦ Ἀδριανοῦ, ἐν οὐδενὶ λειπόμενοι πλὴν βιβλίων, ἥξει δὲ καὶ ταῦτα, ὁπόταν εὐοδοῖ Κύριος. Προσεύχου περὶ ἐμοῦ, τέκνον, θερμότερον ἵνα σῴζωμαι. 118 {1Τῷ αὐτῷ}1 Ὡς καλά σου τὰ γράμματα, τέκνον ἠγαπημένον, πάντα ἡμῖν εὐκταῖα εὐαγγελιζόμενα. πρῶτον μὲν τὴν κυρίαν ἡμέραν τῆς κυρίας Θεοτόκου, δεύτερον τὴν πρὸς τὸ κρεῖττον εὐεξίαν σου, εἶτα τὴν ὑγιείαν τῶν ἀδελφῶν, καὶ μὴν καὶ τῶν ἑπτά· εἶτα τὴν θαυματουργίαν τῆς Χριστοῦ σεπτῆς εἰκόνος. εἰ γὰρ καὶ στενακτὸς ὁ τοῦ τολμητία θάνατος (πῶς γὰρ οὔ;), ἀλλὰ δοξαστὸς ὁ Κύριος καὶ θεὸς ἡμῶν κἀν τῇ αὐτοῦ εἰκόνι θαυματουργησάσῃ, κἂν οὐκ ἐπιστρέφωνται οἱ ἀσεβοῦντες, μεθοδεύοντες ἄλλως τὸν θάνατον, ἐπεὶ καὶ Ἰουδαῖοι τὴν ἀληθῆ τοῦ Χριστοῦ ἀνάστασιν. ἡμῖν δὲ πιστὰ ἀμφότερα. εὖ δὲ ποιήσαι ὁ θεὸς τῷ καλῷ Γαϊανῷ. ἄγγελος ἀγαθὸς ἧκεν, ἄγγελος τοιοῦτος, καὶ ἀπίτω καθὰ εἴρηκας. εἴη εὐλογημένος καὶ ὁ Νεῖλος, εἰ τοὺς ἑπτὰ ἐπεσκέψατο, μετὰ τῶν πεμψάντων αὐτόν. καλῶς φρονῶν ἐλήλυθεν καὶ ὁ ἀδελφὸς Ἰγνάτιος. ὁ Προτέριος πορευέσθω. ἱνατί δὲ κόπους ὑμῖν παρέχω τῇ συχνῇ ἐπισκέψει; ὅμως ἐπεὶ ἡ ἑορτή, τὸν μισθὸν ὑμῖν δοίη Κύριος. τὸ ˉα, τὸ ˉβ ἐξ ἡμῶν προσαγόρευσον. 119 {1Τῷ αὐτῷ}1 Ἱκανῶς ἡμᾶς ἐξεδίδαξας, ὦ τέκνον ἠγαπημένον, τὰ γεγονότα καὶ ἤδη παριστάμενα, καὶ μέντοι ἀπὸ στόματος τὸ ˉχ. ἐπεὶ πᾶσιν οὖν εὐχαριστεῖν ὀφείλομεν τῷ Κυρίῳ καὶ τὰ κατὰ δύναμιν εἰσοίσειν τοῖς ἀδελφοῖς ἡμῶν. διὰ τοῦτο ὅσον ἐπεφέρετο χρυσίον τὸ ˉχ ἐξ ἀγαθοποιῶν καὶ εἶχον κἀγὼ ἐνταῦθα, πλὴν μικρᾶς χρείας, ἀπέσταλκά σοι. καὶ γενοῦ βοηθὸς τῶν βοηθείας ἐνδεῶν, καθὰ διεταξάμην τὸ ˉχ· εἰς τοῦτο γάρ σε εἴασεν ὁ ἀγαθὸς ἡμῶν θεός. γράμμα εἰς τοὺς δέκα εὑρίσκων πιστὸν ἀδελφὸν πέμψον· ἐγὼ γὰρ πέπομφα, καὶ τέως οὐκ ἀναγκαῖον. εἰ δὲ