1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

106

βασιλείαν αὐτοῦ· καὶ ἦλθεν ἐν Κωνσταντινουπόλει. καὶ πολλὰ αὐτὸν φιλοτιμησάμενος ὁ βασιλεὺς καὶ τὸν υἱὸν αὐτοῦ ἀπέλυσεν αὐτούς, ποιήσας αὐτὸν στρατηλάτην τοῦ Ἰλλυρικοῦ. καὶ ἐν τῷ παραγενέσθαι αὐτὸν εἰς τὸ Ἰλλυρικόν, ἐξῆλθον οἱ Βούλγαροι πλῆθος πολύ, καὶ ὁρμήσας κατ' αὐτῶν πάντας ἀνήλωσεν. καὶ ἀπέστειλεν ἐν Κωνσταντινουπόλει ἐκ τῆς αἰχμαλωσίας τὸν ἡγούμενον αὐτῶν μετὰ καὶ ἄλλων, καὶ ἐπόμπευσαν ἐν τῷ ἱππικῷ. καὶ ἐγένετο εἰρήνη βαθεῖα ἐν τῇ Θρᾴκῃ, μηκέτι τολμώντων τῶν Οὔννων περᾶσαι τὸν ∆ανοῦβιν. τοὺς δὲ αἰχμαλώτους τῶν Βουλγάρων ἔπεμψεν ὁ βασιλεὺς εἰς Ἀρμενίαν καὶ εἰς Λαζικήν, καὶ κατετάγησαν ἐν τοῖς νουμερίοις ἀριθμοῖς. Ἀλεξανδρείας ἐπίσκοπος Παῦλος ἔτη βʹ. ιδʹ. ιϛʹ. γʹ. δʹ. ζʹ. αʹ. ιδʹ. Τῷ ιδʹ ἔτει Ἰουστινιανοῦ Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, τετάρτην εἰσβολὴν εἰς τὴν τῶν Ῥωμαίων γῆν ἐποιήσατο. ἐλθόντι δὲ εἰς τὴν Κωμαγηνῶν χώραν κατὰ Παλαιστίνης καὶ Ἱεροσολύμων διενοεῖτο χωρεῖν, ὅπως τὰ ἐν Ἱεροσολύμοις κειμήλια ληΐσηται. χώραν γὰρ ταύτην ἀγαθὴν καὶ πολυχρύσων οἰκητόρων ἤκουεν εἶναι. Ῥωμαῖοι δὲ τούτοις ὑπαντιάζειν τρόπῳ οὐδενὶ διενοοῦντο, τὰ δὲ ὀχυρώματα καταλαβόντες, ὡς ἕκαστος ἠδύνατο, ταῦτα διαφυλάττειν καὶ αὐτοὶ σώζεσθαι ἠβούλοντο. γνοὺς δὲ ταῦτα Ἰουστινιανὸς Βελισάριον αὖθις ἐκ τῶν ἑσπερίων ἐληλυθότα ἐπ' αὐτοὺς ἔπεμψεν. ὁ δὲ ἵπποις τοῖς τοῦ δημοσίου ὀχούμενος τάχει πολλῷ εἰς τὴν Εὐφρατησίαν ἀφίκετο. Ἰοῦστος δέ, ὁ τοῦ βασιλέως ἀνεψιός, σὺν Βούζῃ, τῷ στρατηγῷ τῆς ἑῴας, ἐν Ἱεραπόλει καταφυγὼν ἐτύγχανεν. ἀκούσαντες 220 δὲ Βελισάριον ἥκειν γράφουσι πρὸς αὐτοὺς ἀφίκεσθαι, καὶ τὴν Ἱεράπολιν διαφυλάττειν. ὁ δὲ Βελισάριος τούτους λίαν κατεμέμψατο, γράψας πρὸς αὐτούς, οὐ δίκαιον εἶναι μίαν πόλιν φυλάττειν καὶ τοὺς ἐχθροὺς ἀφιέναι ἐπὶ τὴν τῶν Ῥωμαίων χώραν μετὰ ἀδείας βαδίζειν καὶ τὰς τῆς βασιλείας πόλεις λυμαίνεσθαι. "εὖ γὰρ ἴστε, ὅτι τὸ σὺν τῇ ἀρετῇ ἀπολωλέναι τοῦ σεσῶσθαι ἀμαχητὶ ἄμεινον. οὐ γὰρ ἂν σωτηρία τοῦτο κληθείη, ἀλλὰ προδοσία δικαίως. ἀλλ' ἥκετε τάχιστα εἰς Εὔρωπον τὸ χωρίον, οὗ δὴ συλλέξας τὸ στράτευμα ὅλον, ὅσ' ἂν ὁ θεὸς θέλῃ ἐλπίδα ἔχω τοὺς πολεμίους ἐργάσασθαι." ταῦτα ἀκούσαντες οἱ ἄρχοντες ἐθάρσησαν, καὶ Ἰοῦστον μὲν σὺν ὀλίγοις τισὶ φυλάττειν τὴν Ἱεράπολιν κατέλιπον, οἱ δὲ λοιποὶ εἰς Εὔρωπον ἦλθον. γνοὺς δὲ Χοσρόης Βελισάριον πάντα τὸν στρατὸν Ῥωμαίων στρατοπεδεύεσθαι ἐν Εὐρώπῳ ἐξέστη· καὶ πρόσω μὲν ἐλαύνειν οὐκέτι ἔγνω, Ἀβανδάνην δὲ τὸν γραμματέα, ἄνδρα συνετόν, πρὸς Βελισάριον ἔπεμψεν, τόν τε στρατηγὸν κατασκεψόμενον καὶ τὸ στρατόπεδον, τῷ δὲ λόγῳ δῆθεν μεμψόμενον, ὅτι βασιλεὺς Ἰουστινιανὸς τοὺς πρέσβεις ἐν Περσίδι οὐκ ἔπεμψε τὴν εἰρήνην πρυτανεύσοντας. ὁ δὲ Βελισάριος μαθὼν τοὺς πρέσβεις ἥκειν, αὐτὸς μὲν ἑξακισχιλίους ἀπολεξάμενος ἄνδρας εὐμήκεις τε καὶ τὰ σώματα καλοὺς ἄπωθεν τοῦ στρατοπέδου κυνηγήσων ἐξῄει. ∆ιογένην δὲ τὸν δορυφόρον καὶ Ἀδούλιον, ἄνδρα Ἀρμένιον, τὸν ποταμὸν διαβῆναι σὺν ἱππεῦσι χιλίοις ἐκέλευσεν, ὡς ψηλαφήσοντας τὴν τοῦ ποταμοῦ διάβασιν. Βελισάριος δέ, ἐπεὶ τὸν πρεσβευτὴν ἐγγὺς ἐρχόμενον ἔγνω, τὸν παπυλεῶνα ἐπήξατο ἐν χωρίῳ ἐρήμῳ παραδηλῶν ὅτι οὐδεμιᾷ παρασκευῇ ἐνταῦθα ἥκει. τοὺς δὲ στρατιώτας διέταξεν, τῆς μὲν καλύβης ἐφ' ἑκάτερα εἶναι Θρᾷκάς τε καὶ Ἰλλυριούς, Γότθους τε καὶ Ἐλούρους, μεθ' οὓς Οὐανδήλους τε καὶ Μαυρουσίους. τοῦ τε πεδίου ἐπὶ πλεῖστον διῆκον· οὐ γὰρ εἰς ἕνα τόπον ἵσταντο, ἀλλ' ἐβάδιζον 221 εἰλυόμενοι, ὡς κυνηγετοῦντες, καὶ παρέργως, τὸ δοκεῖν, τὸν Χοσρόου πρεσβευτὴν ἔβλεπον· διεζωσμένοι τε ἐβάδιζον καὶ φαιδροὶ τὰ πρόσωπα, πελέκυάς τε βαστάζοντες καὶ μεναύλους. ὁ δὲ Ἀβανδάνης εἰς ὄψιν Βελισαρίου ἐλθὼν λυπεῖσθαι τὸν Χοσρόην ἔφασκεν, ὅτι δή, καθὰ συνέθετο, οὐκ ἔπεμψεν Ἰουστινιανὸς πρέσβεις πρὸς αὐτὸν περὶ τῆς εἰρήνης καὶ ἠνάγκασε Χοσρόην κατὰ Ῥωμαίων στρατεύεσθαι. Βελισάριος δὲ ἀντ' οὐδενὸς τούτου τοὺς λόγους ἐποιεῖτο τὸν Χοσρόην λέγων αἴτιον