107
δὲ καλάμοις διὰ τὴν κουφότητα καὶ μάλα χαλεπωτάτου. 7 τοιγάρτοι μετέωροί τε θαμὰ ἐγίγνοντο ὑπὸ κυρτῷ αἰρόμενοι τῷ ῥοθίῳ καὶ συγκαθείλκοντο αὖθις κοιλαινομένῳ. καὶ τοίνυν οἱ ἄνδρες διαμάχεσ θαι μὲν οὐδὲ ἐπειρῶντο, ἦν δὲ αὐτοῖς οὐδέν τι ἕτερον εὐκτόν τε καὶ ἐσπου δασμένον ἢ ὅπως ἂν ἑστάναι γοῦν μόνον δύναιντο καὶ βεβηκέναι. 8 οὕτω δὲ τῶν βαρβάρων ἐν θορύβῳ τε καὶ ἀφασίᾳ καθεστηκότων οἱ Ῥωμαῖοι διέκπλους, ὅπῃ παρείκοι, ποιούμενοι ὠθισμοῖς τε ἐχρῶντο καθάπερ ἐν πεζομαχίᾳ καὶ ταύτῃ πολλοὺς τῶν ἐναντίων κατέβαλλον, ἅτε δὴ αὐτοὶ βεβαιότατα ἐν ταῖς ὁλκάσιν ἐρηρεισμένοι· ἐνίους δὲ τοῖς ξίφεσιν ἐκ χειρὸς πλήττοντες ἔκτεινον. 9 ἐπεὶ δέ γε αὐτῶν πολλαχοῦ καὶ ἀφειστήκεσαν καὶ οὔπω ἐπέλαζον, ἐνταῦθα τοῖς δορατίοις ἐφικνού μενοι καὶ τὰς δρεπανώδεις τούτων αἰχμὰς ταῖς μηρίνθοις ἐκείναις, αἷς δὴ οἱ κάλαμοι ἐτύγχανον συμπεπλεγμένοι, ἐμβάλλοντες ἐξέτεμνον στοιχηδὸν ἁπάσας καὶ διέλυον τὴν συνέχειαν. τότε δὴ οὖν οἱ μὲν δόνακες ἀποτμη γέντες ἀλλήλων καὶ σποράδην ἐπινηχόμενοι, ἄλλος ἄλλοθι ἀπεπτύετο. 10 οἱ δὲ Οὖννοι, τῆς βάσεως αὐτοὺς ἐπιλειπούσης, ἀθρόον κατεδύοντο ἐν τῷ βάθει καὶ ἔθνησκον ἀχρήστου ποτοῦ ἐμπιπλάμενοι. οὕτω τε ἅπαντες διεφθάρησαν, καὶ οὐδεὶς ὅστις αὐτῶν ἀνὰ τὴν ἤπειρον ἐπανῆκεν. 23. Αὐτίκα δὲ οἱ Ῥωμαῖοι τὰ ὅπλα τῶν δυσμενῶν ἀνελόμενοι, ὁπόσα γε ἄνω ἔτι ἐφέρετο καὶ ἐπέπλει, καὶ ἐς τὰ πρότερα χωρία κατ άραντες μεγίστης ἡδονῆς καὶ θυμηδίας ἅπαντα ἔπλησαν τὸν στρατόν, γεγηθότας ἐπὶ τοῖς ξυνενεχθεῖσι. καὶ οὖν ἀθροισθέντες ἅπαντες ἐς ταὐτὸ ἀποχρήσασθαι ᾤοντο χρῆναι κἀν τοῖς ἐφεξῆς τῷ καιρῷ καὶ τῇ τάξει 194 τοῦ προτερήματος. 2 τοιγάρτοι ὀλίγαις ὕστερον ἡμέραις εὖ μάλα καθοπλισθέντες ἐκδρομὴν ἀθρόον ἐκ τοῦ περιβόλου πεποίηνται, καὶ προσβάλλουσι τῷ λοιπῷ πλήθει τῶν ἐφεδρευόντων βαρβάρων ἀνιω μένων ἔτι ἐπὶ τῇ ξυμφορᾷ καὶ κατεπτηχότων. 3 τότε δὴ οὖν ὁ Γερ μανός, ἅτε δὴ νεώτατος καὶ οὔπω ἐντελῶς τὰς τῆς φύσεως ἐπέχειν ὁρμὰς καὶ ἐγκατείργειν δυνάμενος, ἀλλὰ πλέον τοῦ προμηθοῦς καὶ βεβηκότος τῷ φιλοδοξοῦντι τοῦ τρόπου καὶ προθυμουμένῳ πέρα τοῦ μετρίου ἐγκείμενος, ἀφειδῶς ἐπῄει τοῖς πολεμίοις καὶ προὐκινδύνευεν, οὐ στρατηγικῶς ἐπείγων καὶ διατάττων, ἀλλὰ στρατιωτικώτερον συμπλεκόμενος. τῷ τοι ἄρα καὶ πλήττεται βέλει τὸν μηρόν, ὡς μικροῦ δεῖν μελλῆσαι ἀπόμαχος ἔσεσθαι· πλὴν ἀλλ' ἡ τῶν ἐφεστηκότων πραγ μάτων ἀνάγκη καὶ τὸ μέγεθος τοῦ ἐγχειρήματος ἐγκρατέστερα τῆς ὀδύνης γεγένηται, καὶ οὐ πρότερον ἀνῆκεν αὐτός τε μοχθῶν καὶ τοῖς ἄλλοις ἐγκελευόμενος, πρὶν σφόδρα πημῆναι τὸ δυσμενὲς καὶ πολλοὺς ὅσους διαχειρίσασθαι. 4 τότε μὲν οὖν διελύετο ἡ μάχη· καὶ οἱ Ῥω μαῖοι αὖθις εἴσω τοῦ ἐρύματος ἐπανῆλθον, γινώσκοντες ὡς οὐκ ἀσφαλὲς αὐτοῖς οὐδὲ εὔβουλον κατὰ πολὺ τῷ πλήθει ἐλαττουμένοις εἶτα μέχρι παντὸς συστάδην διαγωνίζεσθαι. 5 ἐς τοῦτο δὲ ὅμως οἱ βάρβαροι ἤλασαν ἀπορίας ἐπί τε τῇ ἐκ τῶν ναυαγιῶν φθορᾷ καὶ ὅτι ἀθρόον οἱ Ῥωμαῖοι κατ' αὐτῶν προσβολὴν ἐποιήσαντο, ὡς μεθεῖναι αὐθημερὸν τὰ ἀμφὶ τὴν Χερρόνησον πεδία καὶ πρὸς τὸν Ζαβεργάν τε καὶ τὸν ἀμφ' αὐτὸν ὅμιλον ἀφικέσθαι, ἡττημένοι πρὸς ἡττημένους. 6 οἱ δὲ ἀνὰ τὴν Ἑλλάδα πρότερον ἐσταλμένοι οὐδέν τι ἀξιαφήγητον ἔδρασαν, μήτε τῷ Ἰσθμῷ προσβαλόντες μηδέ γε τὴν ἀρχὴν τὰς Θερμοπύλας παραμει ψάμενοι διὰ τὴν φρουρὰν τῶν ἐκεῖσε ἱδρῦσθαι τεταγμένων Ῥωμαίων. τοιγάρτοι ἀποχωρήσαντες καὶ οἵδε τῆς ἐπὶ τὴν Θρᾴκην εἴχοντο πορείας, ὡς ἐν αὐτῇ κατὰ τὸ εἰκὸς τοῖς ὁμοφύλοις προστεθησόμενοι καὶ κοινῇ τὸ λοιπὸν ἐς τὰ σφέτερα ἐπανήξοντες. 7 οἱ δὲ ἀμφὶ τὸν Ζαβεργὰν οὐ πρότερον ἀποστήσεσθαι ἔφασαν, πρὶν ἂν χρήματα ὡς πλεῖστα παρὰ Ῥωμαίων κομίσαιντο, καθάπερ οἱ Οὐτίγουροι, τούς τε αἰχμαλώτους, εἰ μὴ θᾶττον πρίαιντο οἱ ἐπιτήδειοι, ἀποσφάττειν αὐτίκα ἠπείλουν. 8 ὁ δὲ βασιλεὺς χρυσίον αὐτοῖς ἔστειλεν, ὁπόσον ἀποχρῆν ᾤετο ἔς τε 195 τὰ λύτρα τῶν