Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν." Εἰ δὲ δή τις προσεῖναι λέγοι καὶ αὐτῷ τῷ Χριστῷ τό τε ἀληθὲς ἐν πᾶσιν (οὐδὲν γὰρ ἐψευσμένον ἐν αὐτῷ τῶν θεοπρεπῶν), καὶ μὴν καὶ τὴν εἰς ἄκρον πραότητα καὶ δικαιοσύνην, οὐκ ἂν ἔξω γένοιτο τοῦ εἰκότος. Ἀληθὲς γὰρ καὶ ταυτὸ ἔνεστί γε μὴν τοῖς εὐαγγελικοῖς θεσπίσμασιν καὶ ἡ δικαιοσύνη. Ὁσίους γὰρ καὶ ἀμώμους ἀποτελεῖ. Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. (B f. 167 b, I f. 236) Ὁ θεσπέσιος Παῦλος τὸν τῆς διανοίας ἑαυτοῦ ὀφθαλμὸν ἀνατείνων εἰς θεο πτείαν, "Ὦ βάθος, φησὶ, πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Τίς γὰρ ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;" ∆εῖται γὰρ τὸ σύμπαν οὐδενὸς εἴς γε τὸ εἰδέναι καλῶς τε καὶ ἀμωμήτως τὸ τελοῦν εἰς ὄνησιν τοῖς ὑπ' αὐτῷ γενομένοις, ἀλλ' οἷόν τινα ποδηγὸν εἰς ἕκαστα τῶν πρακτέων αὐτὸς ἑαυτὸν ἔχει. Μόνος τὰ πάντα γὰρ οἶδε, καὶ τὸ φῶς μετ' αὐτοῦ ἐστι, καὶ ἐν αὐτῷ πάν τες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπό κρυφοι. Τί δὴ οὖν ἄρα φασὶν οἱ ἅγιοι τῷ Χριστῷ; "Ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου." Βλέποντι γὰρ, φησὶν, τὰ εἰς κατόρθωσιν σωτηρίας τῶν ἐπὶ τῆς γῆς, σύμβουλος ἔσται τῶν καθ' ἡμᾶς, ἤγουν ἕτερός τις τῶν ἐπέκεινα παντελῶς οὐδείς· ἀρκέσει γὰρ πρὸς τοῦτο ἡ σὴ δεξιά. Καὶ οὐχ ὡς ἑτέραν τινὰ παρ' αὐτὸν οὖσαν τὴν δεξιὰν αὐτοῦ, ἤτοι τὴν δύναμιν, ἐν τούτῳ κατασημαίνουσιν, ἀλλ' οἷον ὡσεὶ ἔλεγον, "ἡ δεξιά σου," ἤγουν ἡ μεγαλοπρέπειά σου, οὐχ ἕτε ρόν τινα παρ' αὐτὸν ἔδει νοεῖν. Οὕτω κἂν εἰ λέγοιεν ἡ δεξιὰ, τουτέστιν ἡ δύναμις, αὐτὸν δὴ μόνον ὡς ἐν περιφράσει σημαίνουσιν. Οἶδε γὰρ, οἶδεν ἡ δεξιά σου, φασὶ, τίσι μὲν ἂν πρέποι τὴν ῥομφαίαν ἐπενεγ κεῖν, ἢ καὶ κατὰ τίνων τὸ ἀδιάφυκτον ἐντεῖναι τόξον, τίνας δὲ αὖ καὶ κατευοδοῦσθαι πρέποι ἂν καὶ τοῖς σοῖς ὑποφέρεσθαι ζυγοῖς, ἵνα σὲ καὶ μόνον ὁμολογῶ σιν Θεόν τε καὶ βασιλέα, Σωτῆρα καὶ Λυτρωτήν. Τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βα σιλέως. (A f. 249 b) Οὐδεὶς δὲ θεομάχος ἢ ἀλαζὼν ὑπο κάτω πίπτει τοῦ Θεοῦ, ἀλλ' οἱ τὴν ἐκ πίστεως ὑπο ταγὴν καταδεξάμενοι. Βέλη οὖν τοῦ δυνατοῦ, τουτ έστι τοῦ Χριστοῦ, οἱ ἀπόστολοι· ἐχθροὶ δὲ τοῦ βασιλέως, ἤγουν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Σατανᾶς, 69.1037 καὶ ἁπλῶς οἱ τοῖς θείοις δόγμασιν ἀντεξάγοντες. Κατατοξευθέντος οὖν τοῦ Σατανᾶ, καὶ τρωθείσης τῆς καρδίας τῶν νοητῶν ἐχθρῶν διὰ τῶν βελῶν τοῦ δυνατοῦ, ὑποπεπτώκασι λαοὶ ὑπὸ πόδας Χριστοῦ, καὶ τοῖς ζυγοῖς τῆς αὐτοῦ βασιλείας ὑπέπεσον καὶ ὑπ ετάγησαν. Οἱ γὰρ μυσταγωγοὶ πλήττουσι τοὺς πεπλα νημένους καὶ τὸν φύσει Θεὸν οὐκ εἰδότας, πλὴν οὐκ εἰς θάνατον, ἀλλ' εἰς ἀγάπην αὐτοὺς ἀποφέροντες τὴν ἐν Χριστῷ, ἵνα ὑποκάτω πίπτοιεν αὐτοῦ, καὶ λέ γοιεν· "Τετρωμένη ἀγάπης ἐγώ." Εἶδες τοῦ πολέ μου τὸ κατόρθωμα, τὴν προσαγωγὴν τῶν πρὸ τούτου στασιαζόντων; Ἡ γὰρ πρόσπτωσις αὕτη ὕψους ἐστὶν ὑπόθεσις καὶ ῥίζα. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς αἰῶνα αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. (A f. 250, B f. 168 b, I f. 239) Ἄθρει τοίνυν ὅτι Θεὸν τὸν ἐνανθρωπήσαντα καλεῖ, καὶ θρόνον αὐτῷ νέμει τὸν ἀνωτάτω. Θεὸς γὰρ ἦν ἐν εἴδει τῷ καθ' ἡμᾶς, καὶ οὐκ ἔξω γεγονὼς διὰ τοῦτο τοῦ εἶναι ὃ ἦν, μεμενηκὼς δὲ μᾶλλον ἐν ταῖς ἰδίαις ὑπεροχαῖς, καὶ τὴν τῆς εὐθύτητος ἔχων ῥάβδον. Ῥάβδος δὲ, καὶ βα σιλείας σύμβολον· βασιλεύει γὰρ ἐν δικαιοσύνῃ Χριστός. Ἔφη γάρ τις τῶν ἁγίων προφητῶν περί τε αὐτοῦ καὶ τῶν ἁγίων μυσταγωγῶν· "Ἰδοὺ δὴ βα σιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρί σεως ἄρξουσιν." Οὐκοῦν ὡς ἐκ παραδείγματος τῶν ἐπὶ γῆς βασιλέων σκηπτροφορεῖν εἰωθότων, τὸ τοῦ λόγου γέγονε σχῆμα. Ἰστέον δὲ ὅτι καὶ αὐτὸς ὁ Χρι στὸς ῥάβδος ὠνομάσθη πολλαχοῦ τῆς θεοπνεύστου Γραφῆς. Ἐπειδὴ δὲ μικτός ἐστιν ὁ περὶ τοῦ Σωτῆρος λόγος, διά τε τὴν φύσιν τῆς θεότητος καὶ τὴν οἰκο νομίαν τῆς ἐνανθρωπήσεως, πάλιν εἰς τὸ ἀνθρώπι νον τοῦ Χριστοῦ ἀποβλέψας ὁ ∆αβὶδ φησί· Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, κ.τ.λ. (B f. 168 b, D f. 123 b, I f. 239) Εὑρίσκεται παρὰ τῇ θείᾳ Γραφῇ