107
ἐδόκει ∆ιὸς μεγάλου εἶναι ὀαριστὴς καὶ ἀποθανὼν ἐν Ἅιδου δικαστής, καὶ σὺ διὰ 5.19.3 τοῦθ' ὑπὲρ αὐτοῦ τὰς δίκας ταύτας εἰσεπράττου; ἀλλὰ παραλείπω γε οὐδὲν ἧττον ταῦτα ὑμῶν καὶ ὅτι τοὺς φονεῖς ἐάσαντες τοὺς οὐδὲν αἰτίους πέμπειν ἐκελεύετε ἀποθανουμένους, καὶ ταῦτ' ἐπ' ἄνδρα, ὃν ἀναδεικνύναι ἐμέλλετε κοινὸν ἀνθρώπων δικαστήν, ὃς οὐδ' αὐτὸ τοῦτο ἠπίστατο δικάσαι. καίτοι πόσους ὑμεῖς οἱ θεοὶ ἀντὶ τούτων τῶν κόρων δίκαιοι πέμπειν ἐστὲ Ἀθηναίοις, οὓς ἀδίκως ὑπὲρ Ἀνδρόγεω ἀπεκτείνατε;» 5.19.4 Ὁ δ' αὐτὸς οὗτος συγγραφεὺς ὁπόσοις ὁ Ἀπόλλων διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας θανάτου αἴτιος γέγονεν, τὴν ἀμφὶ τοὺς Ἡρακλείδας ἀναλαβὼν ἱστορίαν, εὐθύνει λέγων οὕτως· 5.20.1 κʹ. ΩΣ ΠΟΛΛΟΙΣ ΘΑΝΑΤΟΥ ΓΕΓΟΝΕΝ ΑΙΤΙΟΣ Ο ΑΠΟΛΛΩΝ ∆ΙΑ ΤΗΣ ΤΩΝ
ΧΡΗΣΜΩΝ ΑΜΦΙΒΟΛΙΑΣ «Ἐπεὶ δέ πως ἐπεμνήσθην τοῦδε τοῦ λόγου, φέρε τὰ καθήκοντα διέλθω τοῦ κατὰ τοὺς Ἡρακλείδας διηγήματος. οὗτοι γάρ ποθ' ὡρμημένοι κατὰ τὸν Ἰσθμὸν εἰσβαλεῖν εἰς Πελοπόννησον ἐσφάλησαν. Ἀριστόμαχος οὖν ὁ Ἀριδαίου, ἐπειδὴ ὁ Ἀριδαῖος ἀποτεθνήκει ἐν τῇ εἰσβολῇ, ἔρχεται ἀκουσό5.20.2 μενος παρὰ σοῦ περὶ τῆς ὁδοῦ· ἐπεθύμει δὲ ὥσπερ καὶ ὁ πατήρ. σὺ δ' αὐτῷ λέγεις· νίκην σοι φαίνουσι θεοὶ δι' ὁδοῖο στενύγρων. καὶ ὃς κατὰ τὸν Ἰσθμὸν ὥρμησεν ἐπιχειρεῖν καὶ μάχῃ τελευτᾷ. τούτου υἱὸς ὁ Τήμενος κακοδαίμων ἧκεν ἐκ κακοδαιμόνων τρίτος· σὺ δ' αὐτῷ παρηγγύας ἃ καὶ Ἀριστομάχῳ τῷ πατρί· καὶ ὅς· Ἀλλὰ κἀκεῖνός σοι, ἔφη, πεισθεὶς ἀπέθανεν 5.20.3 ἐν τῇ εἰσβολῇ. καὶ σὺ ἔφης· Οὐ κατὰ γῆν λέγω στενύγρην, ἀλλὰ κατὰ τὴν εὐρυγάστορα, ἐπειδὴ χαλεπὸν ἦν εἰπεῖν κατὰ τὴν θάλασσαν, κἀκεῖνος ᾔει κατὰ τὴν θάλασσαν, δόξαν ἐμποιήσας ὅτι κατὰ γῆν εἰσίοι, καὶ μέσον στρατοπεδεύεται Ναυάτου καὶ Τυπαίου· καὶ διακοντίζει Κάρνον Ἱππότην Φυλάνδρου τὸν Αἰτωλόν, εὖ, ἐμοὶ δοκεῖ, ποιῶν· καὶ ἐπειδὴ συνεκύρησε νόσος πλησία καὶ ἀπέθανεν Ἀριστόδημος, πάλιν ἐπανεχώρουν, καὶ ὁ Τήμενος ἐλθὼν ἀπεμέμφετο τῇ ἀποτυχίᾳ καὶ ἤκουσεν, ὅτι ποινὴν ἀνεμάξατο τοῦ θείου ἀγγέλου, κατὰ τὸ ὑπὲρ τῆς εὐχῆς Ἀπόλλωνι Καρνείῳ ποίημα τὸ διὰ τοῦ χρησμοῦ λέγον· ἄγγελον ἡμέτερον κτείνας ἀνεμάξαο ποινήν. 5.20.4 Τί οὖν, φησὶν ὁ Τήμενος, τί χρὴ ποιεῖν; καὶ πῶς ἂν ἱλασαίμην ὑμᾶς; Εὔχεο Καρνείῳ τελέειν σέβας Ἀπόλλωνι. ὦ μιαρώτατε καὶ ἀναισχυντότατε μάντι· εἶτ' οὐκ ἠπίστασο ὅτι διαμαρτήσεται τῆς στενύγρης ὁ τὴν στενύγρην ἀκούσας; ἀλλ' οὐδὲν ἧττον ἐπιστάμενος 5.20.5 ἔχρας, ἔπειτα περιεώρας διαμαρτάνοντα. ἀλλ' ἀμφίβολος ἡ στενύγρη, ὅπως νικήσαντι μὲν αἴτιος εἶναι δοκῇς νίκης, ἡττηθέντι δὲ μηδὲν αἴτιος εἶναι ἥττης, ἔχῃς δὲ ἀποφυγεῖν ἐπὶ τὴν εὐρυγάστορα. ἀλλ' ἧκεν ἅνθρωπος ἐπὶ τὴν εὐρυγάστορα καὶ οὐκ ἔτυχεν. εὕρηται πάλιν εἰς ἀποφυγὴν Κάρνος ἄγγελος ἀποθα5.20.6 νών. καίτοι πῶς, ὦ κράτιστε, ὁ κηδόμενος οὕτω τοῦ Κάρνου ἄλλοις μὲν αὐτὸν θεοφορεῖσθαι ἐκέλευες, ἑαυτῷ δὲ οὔ; καὶ δέον σῴζειν ἕνα ὄντα Κάρνον αὐτόν τε περιεῖδες καὶ ἐναποθανόντι αὐτῷ Ὁμηρικὴν νόσον ἐνέβαλες εἰς τὸ πλῆ5.20.7 θος καὶ εὐχὰς ἐπὶ τῇ νόσῳ ἀφηγοῦ; εἰ δ' εὐχόμενος οὐδὲν ἐξήνυσεν, ἄλλο τι ἂν ἐξηύρητο ἄκος τῷ σῷ σοφίσματι, καὶ οὐδέποτε ἂν ἐλήξατε, οἱ μὲν ἐρωτῶντες, σὺ δὲ σοφιζόμενος, ἵνα καὶ νικῶσι καὶ ἡττωμένοις ᾖς ἀφώρατος κακουργῶν. ἱκανὸν γὰρ τὸ πάθος καὶ ἡ ἐπιθυμία παραβουκολῆσαι, ὡς μηδ' εἰ χιλιάκις σφαγεῖεν, ἀπιστεῖν σοι ποιῆσαι. 5.20.8 Τούτοις ἄξιον ἐπισυνάψαι τὰ περὶ Κροῖσον. Λυδίας οὗτος ἐβασίλευσεν, ἄνωθεν ἐκ παλαιῶν εἰς αὐτὸν ἥκουσαν παραλαβὼν τὴν ἀρχήν. εἶτά τι πλέον τῶν προγόνων κατορθώσειν ἐλπίσας τοὺς θεοὺς εὐσεβεῖν διενοήθη καὶ διὰ πείρας ἐλθὼν ἁπάντων τὸν ἐν ∆ελφοῖς Ἀπόλλω προκρίνει, κἄπειτα κρατῆρσιν καὶ πλίνθοις χρυσαῖς ἀναθημάτων τε μυρίων πλήθει κοσμήσας τὸ ἱερὸν τῶν πανταχοῦ