107
234 ΜΑΚΕ∆ΟΝΩΝ ΒΑΣΙΛΕΙΣ Κάρανος ὁ Ἀργεῖος Φείδωνος ἀδελφὸς τοῦ τότε βασιλέως Ἀργείας ἰδίαν κτήσασθαι χώραν σπεύδων, δύναμιν λαβὼν παρὰ Φείδωνος τοῦ ἀδελφοῦ ἔκ τε Ἄργους καὶ τῆς ἄλλης Πελοποννήσου τοῖς κατὰ Μακεδο νίαν τόποις ἐπῆλθε. συμμαχήσας δὲ καὶ τῷ τῶν Ὀρεστῶν βασιλεῖ κατὰ τῶν πλησιοχώρων Ἐορδανῶν λεγομένων, τῆς κατακτηθείσης χώρας τὸ ἥμισυ προσλαβὼν διὰ τὴν συμμαχίαν, παρέλαβε τὴν Μακεδονίαν καὶ ἔκτισε πόλιν ἐν αὐτῇ κατὰ χρησμόν, ἐξ ἧς ὁρμώμενος συνεστήσατο τὴν Μακεδονικὴν βασιλείαν, ἣν καθεξῆς οἱ ἀπ' αὐτοῦ διεδέχοντο. ἦν δὲ ὁ Κάρανος ιαʹ ἀπὸ Ἡρακλέους, ζʹ δὲ ἀπὸ Τημένου τοῦ μετὰ τῶν ἄλλων Ἡρακλειδῶν κατελθόντος εἰς Πελοπόννησον. Κάρανος Μακεδόνων αʹ ἐβασίλευσεν ἔτη λʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψαʹ. πρὸ τῆς πρώτης ὀλυμπιάδος ἔτεσιν ιηʹ. ἀπὸ Καράνου τοῦ αʹ βασιλέως Μα κεδόνων ἕως Ἀλεξάνδρου τοῦ κτιστοῦ βασιλεῖς Μακεδόνων κδʹ ἔτη υπʹ. Φείδων Ἄργους κρατῶν ἀδελφὸς Καράνου τοῦ αʹ βασιλέως Μακεδόνων μέτρα καὶ σταθμία πρῶτος ἐφεῦρεν, ὥς τινες· ἦσαν δὲ καὶ πρὸ τούτου. Μακεδόνων βʹ ἐβασίλευσε Κοινὸς ἔτη κηʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψλαʹ.
ΚΟΣΜΟΥ ΕΤΗ Τοῦ Ἰούδα θʹ ἐβασίλευσεν Ἀμεσίας ἔτη κθʹ, υἱὸς αὐτοῦ. τοῦ δὲ
κόσμου ἦν ἔτος δχνγʹ. Ἀμεσίας ἐστράτευσε κατὰ τῶν Ἰδουμαίων καὶ τῶν υἱῶν Σηείρ, καὶ 235 ἔλαβε νικήσας τοὺς θεοὺς αὐτῶν, καὶ ἀγαγὼν εἰς Ἱερουσαλὴμ ἐλάτρευσεν αὐτοῖς. Ἀνῃρέθησαν δὲ ἐν τῷ πολέμῳ ἐκ τοῦ Ἰούδα ἄνδρες γ ὑπὸ τῶν ιʹ φυλῶν. Τὰ κατὰ Ναιεμὰν τὸν ἀρχιστράτηγον βασιλέως Συρίας, καὶ ὅπως τῆς λέπρας ἀπηλλάγη. ταύτην τε Γιεζεὶ ὁ δοῦλος Ἑλισσαίου χρήμασιν ἐπεσπάσατο ψευσάμενος τῷ προφήτῃ. Προφήτῃ ξυλευομένῳ παρὰ τὸν Ἰορδάνην ἐξέπεσε τὸ σιδήριον τοῦ στελεοῦ, ὅπερ ἀναπλεῦσαν ὡς ξύλον προστάξει Ἑλισσαίου ἀπέλαβεν ὁ προφήτης. Ἀμεσίας ἐπαναστάσεως γινομένης ἀνῃρέθη φυγὼν εἰς Λαχείς, βασιλεύ σας ἔτη κθʹ. Τοῦ Ἰούδα ιʹ ἐβασίλευσεν Ἀζαρίας ὁ καὶ Ὀζίας, υἱὸς Ἀμεσίου, ἔτη νβʹτοῦ δὲ κόσμου ἦν ἔτος δχπβʹ. Οὗτος εὐσεβὴς ἦν καὶ τοῖς περιοίκοις τῶν ἐθνῶν πολεμήσας πόλεις ἔλαβε πλείστας. φιλεργότατος δὲ ὢν πύργοις καὶ τείχεσι τὰς πόλεις κατεφρούρησε τήν τε ἔρημον λάκκοις ὑδάτων κατεφρεάτωσεν. Οὗτος Ὀζίας εἰσελθεῖν εἰς τὰ ἅγια πειραθείς, κωλύοντος αὐτὸν Ἀζαρίου τοῦ ἀρχιερέως ἐλεπρώθη· καὶ ἦν ἀπρόσιτος διὰ τὸ αἶσχος. Ἰωάθαμ δὲ ὁ υἱὸς αὐτοῦ ἐδίκαζεν ἀντ' αὐτοῦ τὸν Ἰούδαν. Προεφήτευον δὲ Ἀμώς, Ὠσηέ, Ἡσαΐας. Πρώτη ὀλυμπιὰς ἤρξατο ἔτει Ὀζίου μεʹ. Τοῦ Ἰούδα ιαʹ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς Ὀζίου ἔτη ιςʹ. τοῦ δὲ κόσμουἦν ἔτος δψλδʹ. Ἀρχὴ ὀλυμπιάδος γʹ πρώτη Ἰωάθαμ. Ἰωάθαμ εὐσεβὴς ὢν ᾠκοδόμησε τὴν πύλην οἴκου κυρίου, Ἀμμανίταις τε χρήματα ἐπετάξατο. Ἔτι προεφήτευον Ὠσηέ, Ἰωήλ, Ἡσαΐας, Ὠδήδ, Μιχαίας Ἰωάθαμ πλεῖστα ᾠκοδόμησεν ἐν Ἱερουσαλήμ. 236Τοῦ Ἰούδα ιβʹ ἐβασίλευσεν Ἄχαζ ἔτη ιςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψνʹ. Ἄχαζ συντυχὼν τῷ Θεγλαφαλασὰρ ἐν ∆αμασκῷ θυσιαστήριόν τι εἰδω λικὸν εἶδε. τούτου λαβὼν τὰ μέτρα ἀπέστειλεν εἰς Ἱερουσαλὴμ πρὸς Οὐρίαν τὸν ἀρχιερέα, κελεύσας ὅμοιον αὐτοῦ ποιῆσαι, ἐφ' ᾧ τοῖς θεοῖς Σύρων ἔθυεν ὑποστρέψας· τὸν δὲ ναὸν τοῦ θεοῦ ἔκλεισεν. Ἔτι προεφήτευον Ἡσαΐας, Ὠσηέ, Μιχαίας. Τοῦ Ἰούδα ιγʹ ἐβασίλευσεν Ἐζεκίας ἔτη κθʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δψξςʹ. Ἐζεκίας υἱὸς Ἄχαζ καὶ Ῥαβουνᾶ τῆς θυγατρὸς Ζαχαρίου πάντων εὐσεβέστερος γέγονε τῶν πρὸ αὐτοῦ βασιλευσάντων ἐν Ἱερουσαλὴμ μετὰ τὸν ∆αβίδ. οὗτος τὰ εἰδωλεῖα κατέσκαψε καὶ τὰς στήλας αὐτῶν συνέτριψε, τά τε ἐν τοῖς ὑψηλοῖς καθεῖλεν ἀπὸ Σολομῶνος μέχρις αὐτοῦ θυμιώμενα ὑπὸ τῶν Ἰουδαίων, καὶ τὰ ἄλση ἐξέκοψεν, ἀφανίσας καὶ τὸν ὄφιν ὃν ὕψωσε Μωυσῆς ἐν τῇ ἐρήμῳ τὸν χαλκοῦν, ἕως αὐτοῦ ὑπὸ τοῦ λαοῦ θυμιώ μενον καὶ λατρευόμενον, μετὰ τῶν λοιπῶν βδελυγμάτων. Ἐζεκίας μὲν οὖν ὁ βασιλεὺς Ἰούδα μετὰ τὸ κατασκάψαι τὰ εἰδωλεῖα καὶ τὰ ἄλση ἐκκόψαι καὶ τὸν χαλκοῦν ὄφιν ἐξαλεῖψαι τοὺς