107
πρὸς τὸν Ζοροβάβελ φιλία, δι' ην καὶ σωματοφυλακεῖν μεθ' ἑτέρων δύο ἠξίωτο αρτι ἐξ ̔Ιεροσολύμων πρὸς αὐτὸν ἀφικόμενος. τῷ δὲ πρώτῳ ετει τῆς αὐτοῦ βασιλείας πότον τοῖς μεγιστᾶσιν αὐτοῦ ∆αρεῖος ἡτοίμασεν· ὡς δ' εὐωχηθέντες ἀνέλυσαν, καὶ αὐτὸς παρὰ τῇ κοίτῃ κατέδαρθε. μικρὸν ουν ὑπνώσας ἀφύπνωσε καὶ μετὰ τῶν σωματοφυλά1.269 κων ὡμίλει. καὶ τούτων ἑκάστῳ ἀγῶνα λόγου προτίθησι· τῷ πρώτῳ μὲν εἰ ὁ οινος πάντων κρατεῖ, τῷ δευτέρῳ δὲ εἰ οἱ βασιλεῖς, τῷ δέ γε λοιπῷ, ουτος δ' ὁ Ζοροβάβελ ην, εἰ αἱ γυναῖκες καὶ αὐτῶν ἡ ἀλήθεια· καὶ τῷ νικήσαντι γέρας δώσειν ὑπέσχετο νικητήριον πορφύραν φορεῖν καὶ κίδαριν βυσσίνην καὶ περιαυχένιον χρύσεον, καὶ ἐν ἐκπώμασι πίνειν χρυσοῖς καὶ ἐπὶ χρυσίου καθεύδειν καὶ αρμα χρυσοχάλινον εχειν καὶ μετ' αὐτὸν προεδρεύειν καὶ συγγενῆ καλεῖσθαι αὐτοῦ. ορθρου τοίνυν τοὺς μεγιστᾶνας μεταπεμψάμενος τῶν σωματοφυλάκων εκαστον ἐκέλευσε περὶ τοῦ προβλήματος ἀποφαίνεσθαι. καὶ ὁ μὲν τὴν ἰσχὺν ἐξῆρε τοῦ οινου, ὡς τὴν τῶν καταχρωμένων ἀπατῶντος διάνοιαν καὶ τὰς τῶν ψυχῶν διαθέσεις μεταποιοῦντος καὶ αλλους ἐξ αλλων ἐργαζομένου τοὺς οἰνωθέντας· ὁ δὲ τὸν βασιλέα πάντων ὑπερισχύειν ἐφιλοσόφησεν, ὡς τῶν ἀνθρώπων κρατούντων τῶν αλλων ἁπάντων διὰ σοφίας, τούτων δ' αυ οις απαντα ὑποτάσσεται κυριευόντων τῶν βασιλέων· ὁ δέ γε Ζοροβάβελ τὰς γυναῖκας κρειττονεύειν τὴν ἰσχὺν ἀπεφήνατο, ὡς καὶ τῶν βασιλέων δι' αὐτῶν γενομένων καὶ τῶν τὰς ἀμπέλους φυτευόντων, καὶ πάντων αὐτὰς γονέων τε προτιμώντων καὶ τῶν πατρίδων καὶ τῶν φιλτάτων αὐτῶν· καὶ τῶν βασιλέων δ' αὐτῶν κρατεῖν τὰς γυναῖκας κολακευόντων αὐτὰς καὶ ταπεινουμένων, εἰ κατά τι δυσχεραινούσας γνοῖεν αὐτάς· μᾶλλον δὲ τούτων δύνασθαι τὴν ἀλήθειαν, ἐπεὶ καὶ ὁ θεὸς ἀληθής ἐστι καὶ ουτω καλεῖται, καὶ τὰ μὲν αλλα θνητά, ἀθάνατον δὲ χρῆμά ἐστιν ἡ ἀλήθεια καὶ ἀΐδιον. πάντων δὲ τῇ γνώμῃ τούτου θεμένων ὡς αριστα περὶ τῆς ἀληθείας φιλοσοφήσαντος, ὁ ∆αρεῖος αἰτήσασθαι ο βούλεται πάρεξ τῶν ὑπε1.270 σχημένων ἐπέτρεψεν. ὁ δὲ τῆς εὐχῆς αὐτὸν ἀνέμνησεν, ην, εἰ λάβοι τὴν βασιλείαν, πεποίητο. αυτη δὲ ην, τὸν ἐν ̔Ιεροσολύμοις τοῦ θεοῦ κατασκευάσαι ναόν, ἀποκαταστῆσαι δὲ καὶ τὰ σκεύη οσα ετι ἐν Βαβυλῶνι περιελέλειπτο. καί "τοῦτο" εφη "τὸ αιτημα τὸ ἐμόν." ἡσθεὶς δ' ἐπὶ τούτοις ὁ βασιλεὺς γράφει τοῖς σατράπαις κέδρινα ξύλα χορηγεῖν εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ συγκατασκευάζειν τὴν πόλιν τῷ Ζοροβάβελ, καὶ πάντας τοὺς εἰς τὴν ̓Ιουδαίαν ἀπελθόντας αἰχμαλώτους τῶν ̓Ισραηλιτῶν ἐλευθέρους ειναι καὶ ἀτελεῖς, καὶ τάλαντα δοθῆναι πεντήκοντα εἰς τὴν ἀνέγερσιν τοῦ ναοῦ. καὶ τὰ σκεύη δὲ πάντα οσα ετι ην παρ' αὐτῷ επεμψε· καὶ οσα Κῦρος περὶ τῶν ̓Ιουδαίων ἐθέσπισε, ταῦτα καὶ ∆αρεῖος προσδιετάξατο. Ηκεν ουν τούτων γεγονότων εἰς Βαβυλῶνα ὁ Ζοροβάβελ καὶ τοῖς ὁμοφύλοις τὰ παρὰ τοῦ βασιλέως εὐηγγελίσατο· καὶ οσοι προτεθύμηντο ἐπανελθεῖν εἰς ̔Ιεροσόλυμα, ἀπῄεσαν. τὸ δὲ κεφάλαιον τῶν ἀπιόντων ην μυριάδες τετρακόσιαι ἑξήκοντα δύο καὶ ὀκτακισχίλιοι, ατερ Λευιτῶν τε καὶ πυλωρῶν καὶ δούλων ἱερῶν καὶ θεραπόντων, οι τοῖς ἀναβαίνουσιν ειποντο. ἡγεμὼν δὲ τούτων ην ὁ Ζοροβάβελ, Σαλαθιὴλ παῖς ἐκ τῆς ̓Ιούδα φυλῆς, ἀπόγονος τοῦ ∆αβίδ, καὶ ̓Ιησοῦς υἱὸς Ἰωσεδὲκ τοῦ ἀρχιερέως· πρὸς τούτοις δὲ Μαρδοχαῖος καὶ Σερὲβ ἐκ τοῦ πλήθους κεχρισμένοι αρχοντες ησαν. ἀπελθόντες δ' εἰς ̔Ιεροσόλυμα εθυσαν καὶ τῆς οἰκοδομῆς ἀπήρξαντο τοῦ ναοῦ. καὶ ὁ μὲν ναὸς θᾶττον ελαβε τέλος· ἀπαρτισθέντος δ' ηδη τοῦ ἱεροῦ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ ̓Ασὰφ παῖδες υμνουν τὸν θεόν. τῶν δὲ πατριῶν οἱ πρε1.271 σβύτεροι τὸν πρὶν ναὸν ταῖς μνήμαις ἀναπολοῦντες, καὶ τὸν αρτι γεγενημένον ἐνδεέστερον ὁρῶντες τοῦ πάλαι, εἰς δάκρυα καὶ θρήνους προήγοντο, καὶ ἡ τούτων οἰμωγὴ ὑπερεφώνει τὴν τῶν σαλπίγγων ἠχήν. Προσίασι δ' οἱ Σαμαρεῖται τῷ Ζοροβάβελ ετι τοῦ ναοῦ ἀνεγειρομένου, ἀξιοῦντες συγκοινωνῆσαι αὐτοῖς τῆς οἰκοδομῆς τοῦ ναοῦ. ὁ δὲ τῆς μὲν οἰκοδομῆς αὐτοὺς μετασχεῖν οὐ προσήκατο, προσκυνεῖν δ' ἐν τῷ ναῷ