107
gamma.439 Γλίχων δὲ, ονομα κύριον, ˉι. Γλίσχροσ. φειδωλὸς, σκνιφός. ὁ λίχνος καὶ ἐπιθυμῶν. ἐφυβρίστως ειρηται. ὁ λίαν καὶ ἐπὶ πολὺ ἐχόμενος, πλεονασμῷ τοῦ ˉγ. η ὁ γλιχόμενος τροφῆς ὑπὲρ τὸ δέον. λέγεται καὶ ὁ ὀλισθηρός. Γλοιώδησ. ῥυπαρός. καὶ γλοῖος ὁ ῥύπος. Γλοιόσ. ὀλισθηρός· μοχθηρὸς, εὐμετάβολος. Γλυκύθυμοσ. ἁπαλόψυχος. Γλώσσασπισ. ὁ τῇ γλώσσῃ οιον ἀσπίδι καὶ προβολῇ κεχρημένος. ἀπὸ μεταφορᾶς τῶν πολεμούντων. Γλύκιστοσ. τὸ συγκριτικόν. ζήτει περὶ τούτου ἐν τῷ οὐδετέρῳ, ενθα τὸ γλύκιστον. Γλάσσων. μωρὸς, ἀνούστατος. (Θηλυκόν.) Γλάξ. βοτάνη γάλακτος ποιητική. παρὰ τὸ γάλακτος ειναι αὐξητικὴ ταῖς ἐσθιούσαις. γάλαξ καὶ γλάξ. Γλαῦξ. πετεινὸν τὴν νύκτα πετώμενον. οιμαι δὲ τὴν κακοβάϊαν λέγουσι. παρὰ τὸ γλαύσω τὸ λάμπω, γλαύξω καὶ κατὰ ἀφαίρεσιν τοῦ ˉω γλαῦξ. ὡς θήσω θὴς, ἀΐσσω αιξ. ∆ημόκριτος ἱστορεῖ, οτι μόνον τῶν γαμψωνύχων καὶ σαρκοφάγων μὴ τυφλὰ τίκτειν, οτι πολὺ πυρῶδες καὶ θερμὸν περὶ τοὺς ὀφθαλμοὺς εχει. ο σφοδρῶς ὀξὺ καὶ τμητικὸν ὑπάρχον διαιρεῖ καὶ ἀναμίγνυσι τὴν ορασιν. διὸ καὶ ἐν τῇ σκοτομήνῃ ὁρᾷ, διὰ τὸ πυρῶδες τῶν οψεων. gamma.440 Γλαρίσ. λιθοξοϊκὸν ἐργαλεῖον. παρὰ τὸ γλάπτω τὸ κοιλαίνω. Γλαφυρὰν φόρμιγγα. γεγραμμένην καὶ κεκοιλαμένην. παρὰ τὸ γλάπτω η γλάφω, γλάφος. ὡς θρύπτω τρύφος. εστι καὶ γλαφὺς, ὡς πάχος παχύς. †Γλήκων. τὸ βλησκούνιον.† Γληχώ. θηλυκῶς ̓Αττικοὶ τὴν ὀρίγανον λέγουσι. οἱ δὲ βληχώ. Γλήνη. ἡ κόρη τοῦ ὀφθαλμοῦ. οἱονεὶ γαλήνη τὶς ουσα καὶ κατὰ συγκοπὴν γλήνη. γαληνιᾷ γὰρ ὁ νοῦς δι' αὐτῆς τῇ τῶν ὁρατῶν ποικιλίᾳ. η παρὰ τὸ τὴν αιγλην, αἰγλήνη, καὶ ἀποβολῇ τοῦ αι γλήνη. γλίνη δὲ, ὁ ῥύπος, ˉι. Γληχυρίσ. πονηρά. Γλία. ἡ κόλλα. Γλιχώ. ἡ φειδωλία. Γλυφίσ. ἡ χηλὴ τῆς ἀκίδος, ηγουν ἡ ἐκκοπὴ τοῦ βέλους, ἡ τιθεμένη ἐν τῇ νευρᾷ τοῦ τόξου. παρὰ τὸ ἐγγεγλύφθαι, ο ἐστι κοιλάναι. καὶ ἡ κεφαλὴ τοῦ κίονος. παρὰ τὸ γλάπτω, γλαφὶς καὶ γλυφίς. καὶ τὸ γλυφικὸν ἐργαλεῖον. Γλωσσαλγία. ἡ φλυαρία. καὶ τὸ διὰ κενῆς λαλεῖν. Γλωχῖνασ. γωνίας. ὑπὸ τὴν ενδον παρατεινομένην τῆς θαλάσσης γλωχῖνα ὡς εἰς ἐνέδραν. καὶ πάλιν· ἰῷ τριγλώχινι, ο ἐστι τριγώνῳ. παρὰ τὸ γλύψαι η γλάψαι, τὸ κοιλάναι. gamma.441 (Οὐδέτερον.) Γλάγοσ. τὸ γάλα. ἐκ τῆς γάλακτος γενικῆς γλάκος καὶ γλάγος. Γλαφυρόν. κοῖλον, ἡδὺ, βαθὺ, σοφὸν, εμπειρον, ἀκριβὲς, λαμπρόν. Γλήνεα. ἀξιοθέατα, καὶ πολλῆς θέας αξια. παρὰ τὸ τὴν αιγλην, η παρὰ τὸ γλαύσειν τὸ λάμπειν. Γλί. τὸ ἰσχυρόν. Γλίσχρον. τὸ κολλῶδες καὶ ὀλισθηρόν. Γλεῦκοσ. ὁ νέος οινος. ητοι τὸ πρὸ τοῦ πατηθῆναι ἀπόσταγμα τῆς σταφυλῆς. Γλουτά. τὰ τῆς κοτύλης σφαιρώματα, η τὸ ὑπὸ τὸν πρωκτὸν μέρος, οπισθεν τῶν μηρῶν, διὰ τὸ τρυφερὸν καὶ ἁπαλὸν καὶ γλοιῶδες. η τὴν σταγόνα σημαίνει. Γλυκυδερκέσ. τὸ ἡδὺ ἐν τῷ ὁρᾷν. Γλυκείδιον. δίφθογγον. γλύκιον δὲ ι. Γλυκὺ ητω καὶ πνιξάτω. Τερπάνδρου ᾳδοντος κεχῃνότος πρὸς τὴν ᾠδὴν, ἐμβαλών τις εἰς τὸν φάρυγγα σῦκον, ἀπέπνιξε. Γλύκιστον. τὸ συγκριτικόν. εστι καὶ γλύκιστος ἐπὶ ἀρσενικῶν. τὰ εἰς υς τριγενῆ ποιοῦσι συγκριτικὸν καὶ ὑπερθετικόν. τριγενῆ λέγονται. βραδὺς, βραδεῖα, βραδὺ, τὸ συγκριτικὸν βραδύτερος, βραδίων, βράδιστος. ουτως καὶ γλυκὺς, γλυκίων, γλύκιστος, γλυκίων, ἡ κλητικὴ gamma.442 ω γλύκιον. τὰ εἰς ˉωˉν συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς ἀναβιβάζουσι τὸν τόνον ἐπὶ τῆς κλητικῆς. οιον ἀρείων αρειον, βελτίων βέλτιον, γλυκίων γλύκιον. Γλωσσόκομοσ. βαλάντιον η ξυλίνη θήκη. Γλώσσαργον ηθοσ. ἀντὶ τοῦ στωμύλον καὶ ταχύ. ( ̔Ρῆμα.) Γλαγκάζει. κράζει, πτερύσσεται. Γλαύσουσιν. ἀντὶ τοῦ λάμπουσι. Γλαυκιῶ. ἐκ τοῦ γλαυκὸς κατὰ παραγωγήν. Γλαύσω. τὸ λάμπω. Γλαμυξιᾷν. τὸ λημᾷν. Γλίχων. ἀντὶ τοῦ λείχων. Γλίχομαι. ἐπιθυμῶ. συντάσσεται δὲ μετὰ γενικῆς. Γλιᾶται. παίζει. Γλοιάζειν. τὸ τοῖς ομμασιν ἐπιμύοντα μυκτηρίζειν. Γλωσσαλγεῖν. φλυαρεῖν, διακενῆς λέγειν. Γλωττοστροφεῖν. ̓Αριστοφάνης· ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστροφεῖν. Τὸ Γ μετὰ τοῦ Ν. ( ̓Αρσενικόν.) Γναφεύσ. ὁ λευκαίνων τὰ ἱμάτια. κναφεὺς δὲ ὁ τὰ δέρματα ξύων. ο ἐστι βάπτων. εστι δὲ καὶ κνάφος τὶ ἀκανθῶδες, ῳ