βασιλεὺς δὲ ἀναρρηθεὶς οὐκ ἠγάπησε τῇ ἀναρρήσει, οὐδὲ τὴν δευτέραν χώραν ἔχειν ἠσμένισεν, ἀλλ' ἐκ μέσου τὸν παιδαγωγὸν θέμενος καὶ τοὺς λοιποὺς τοὺς ὅσοι ἐδόκουν προσίστασθαι, πρῶτός τε αὐτοκράτωρ ἀνευφημεῖτο καὶ τὴν πᾶσαν τῶν πραγμάτων διεκόσμει διοίκησιν. μετ' αὐτὸν δὲ ἀνηγορεύοντο οἱ υἱεῖς, καὶ τελευταῖος πάντων ὁ Κωνσταντῖνος. οὗτος τοίνυν ὁ Κωνσταντῖνος σχῆμα μόνον καὶ ὄνομα τῆς βασιλείας ἔχων, τῶν δὲ ἡδέων ταύτης ἐστερημένος, διὰ παντὸς ἐγλίχετο καὶ ἐπηύχετο τὴν πατρῴαν ἐπανασώσασθαι ἀρχήν, τοὺς ἐπεισάκτους ἐκποδὼν θέμενος, τοῦτο δὲ οὐκ ἄλλως ᾤετο ἀγαγεῖν εἰς ἔργον, εἰ μὴ τοὺς υἱοὺς ἐκπολεμώσει τῷ πατρί. ὁ μὲν οὖν Χριστοφόρος ἔφθασε τὸν βίον ἀπολιπεῖν, περιῆσαν δ' ἔτι Στέφανος καὶ Κωνσταντῖνος. τούτων ἐγνώκει ἀποπειραθῆναι, μή πως δυνηθῇ ἐκπληρῶσαι τὸ σπουδαζόμενον. καὶ τοῦ μὲν Κωνσταντίνου (ἦν γὰρ στερεωτέρας οὗτος φρενός) ἀποπειραθῆναι οὐκ ἐτόλμησε, τρέψαι δὲ τὴν πᾶσαν μηχανὴν καὶ ἀπόπειραν ἔκρινε πρὸς τὸν Στέφανον, κουφότερόν τε ὄντα τὸν λογισμὸν καὶ ῥᾳδίως μεταφερόμενον, πρὸς ὅ τι καὶ βούλοιτο. λαμβάνει πρὸς τοῦτο συλλήπτορα καὶ συνεργὸν εὐφυῆ τινα ἄνδρα καὶ δόλους πλέξαι καὶ μηχανορραφῆσαι δεινόν. Βασίλειος οὗτος ἐτύγχανεν, ὁ Πετεινὸς τὴν προσηγορίαν, ἐν τῷ τάγματι τῆς ἑταιρείας κατειλεγμένος, καὶ συνήθης καὶ φίλος ἐξέτι νέων ὑπάρχων τῷ Κωνσταντίνω. τοῦτον κοινωνὸν προσειλήφει τοῦ σκέμματος, καὶ δι' αὐτοῦ φίλον θέσθαι κατηπείχθη τὸν Στέφανον, λόγοις αἱμυλίοις ὑποκλαπέντα καὶ ἀπάταις καὶ μηχαναῖς παρενηνεγμένον τοῦ λογισμοῦ. πάντα γὰρ τρόπον σπουδάσας ὁ Πετεινὸς τῷ Στεφάνῳ φιλιωθῆναι, ἐπειδὴ πεφιλίωτο, προσῄει τε συνεχῶς καὶ λόγους προσῆγε καὶ συμβουλὰς ὑποκνιζούσας αὐτὸν καὶ κατὰ μικρὸν ἀπαγούσας τοῦ λογισμοῦ, ἵνα τί, λέγων, ὦ βασιλεῦ, νέος ὢν ἰσχύϊ τε ῥωμαλέος, καὶ ψυχῆς γενναιότητι ὑπερφέρων, καὶ φρονήσει πεπυκνωμένος, τὰ πράγματα παρορᾷς ἀπὸ λεπτοῦ καὶ παλαιοῦ καὶ διερρωγότος μίτου, τὸν αὐτοῦ πατέρα ὑπαινιττόμενος, ἐξαρτώμενα καὶ οὐ διανίστασαι, καὶ τοῦτον μὲν ὡς ἐμπόδιον ταῖς σαῖς γενναιοτάταις ὁρμαῖς ἐκποδὼν ποιεῖς, αὐτὸς δὲ τῶν πραγμάτων ἀντιλαμβάνῃ, δυνάμενος οὐχ ὅπως τὴν Ῥωμαίων βασιλείαν μόνην, ἀλλὰ καὶ πολλὰς ὁμοῦ κυβερνᾶν; ἄγε δή, πείσθητί μοι τὰ λυσιτελῆ συμβουλεύοντι, καὶ διαναστὰς ἀντισχέσθαι θέλησον τῶν πραγμάτων, καὶ τὰ μὲν Ῥωμαίων ἀναθηλῆσαι παρασκεύασον, τὰ δὲ τῶν ἐχθρῶν ταπείνωσον, καὶ δεῖξον ἔργοις αὐτοῖς, ὡς οὐ διὰ κενῆς, οὐδὲ μάτην ἡ ἐπανθοῦσά σοι ὥρα καὶ τὰ λοιπὰ τῆς ψυχῆς ἐκ θεοῦ σοι δεδώρηνται προτερήματα. ἕξεις δὲ εἰς τοῦτο συναγωνιστὴν καὶ συλλήπτορα καὶ τὸν σὸν γαμβρὸν τὸν Πορφυρογέννητον, λίαν θεοκλυτοῦντα καὶ ἱμειρόμενον τῆς τοῦ σοῦ πατρὸς ἐλευθερωθῆναι βαρύτητος καὶ παρὰ σοῦ κατόψεσθαι τὴν βασιλείαν κυβερνωμένην. τούτοις ὑποσυρεὶς τοῖς λόγοις ὁ Στέφανος κατεσχέθη τῇ τῆς αὐτοκρατορίας ἐπιθυμίᾳ καὶ ἄσχετον ὄρεξιν ἀνεδέξατο τοῦ καταγαγεῖν τὸν ἑαυτοῦ πατέρα τῆς βασιλείας. μέλλων δὲ ἐγχειρεῖν τοῖς δοχθεῖσι καὶ λόγους αἰνιττομένους τὸ σπουδαζόμενον ὑποσπείρει τῷ ἀδελφῷ. ἐπεὶ δὲ οὗτος καὶ πρὸς τὴν πρώτην ἀκοὴν ἄτεγκτος ἦν, καὶ παρῄνει μᾶλλον, μὴ θαρρεῖν τῷ γαμβρῷ, ἀλλὰ τῆς πατρῴας ἐξέσθαι ἐνουθέτει πίστεως καὶ φιλίας, τοῦτον μὲν παρῆκεν ὡς ἐμπόδιον μᾶλλον, ἀλλ' οὐ συνεργὸν ἐσόμενον, αὐτὸς δ' ᾠήθη, ὡς ἀνυστόν, ἐγχειρῆσαι τοῖς δεδογμένοις. προσεταιρισάμενος οὖν σὺν τῷ ῥηθέντι Βασιλείῳ καὶ τὸν μοναχὸν Μαριανὸν τὸν υἱὸν Λέοντος τοῦ Ἀργυροῦ, ὑπὸ τοῦ βασιλέως Ῥωμανοῦ λίαν καὶ τιμώμενον καὶ πιστευόμενον, καί τινας ἄλλους σὺν αὐτοῖς, εὐκαιρήσας κατασπᾷ τῆς ἀρχῆς τὸν αὐτοῦ πατέρα, μηνὶ ∆εκεμβρίῳ ἑξκαιδεκάτῃ, ἰνδικτιῶνος τρίτης, ἔτους υνγʹ, εἰκοστὸν ἕκτον ἀνύοντα ἐν τῇ βασιλείᾳ ἐνιαυτόν, καὶ τῇ νήσῳ Πρώτῃ περιορίζει, ἀποκείρας καὶ ἄκοντα τοῦτον μοναχόν. Const7 ιτερυμ.2 Κατενεχθέντος οὖν τοῦ Ῥωμανοῦ εὐθέως ὁ Στέφανος γενναιότερον ἥπτετο τῶν πραγμάτων, κοινοπραγοῦντα ἔχων τόν τε γαμβρὸν καὶ