107
«Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων ὅμοιαι.» «Οὐ πάντα πᾶσι συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ.» Οὐ τὰ αὐτὰ πᾶσι ἁρμόζειν οἴεσθε· οὔτε μία πᾶσιν ὁμοίως ἐπιτηδεία ὑπάρχει τροφὴ, οὔτε Χριστιανοῖς εἷς βίος ἁρμόδιος. -Ὥσπερ τοῖς σώμασιν οὐ τὴν αὐτὴν φαρμακείαν καὶ τροφὴν προσφέρονταί τινες, ἄλλοι δὲ ἄλλην, ἢ εὐεκτοῦντες, ἢ κάμνοντες, οὕτω καὶ τὰς ψυχὰς διαφόρῳ λόγῳ καὶ ἀγωγῇ θεραπευτέον. Μάρτυρες δὲ τῆς θεραπείας ὦσι καὶ τὰ πάθη. Τοὺς μὲν ἄγει λόγος, οἱ δὲ ῥυθμίζονται παραδείγματι· οἱ μὲν δέονται κέντρων, οἱ δὲ χαλινοῦ. Οἱ μὲν γάρ εἰσι νωθεῖς καὶ δυσκίνητοι πρὸς τὸ καλὸν, οὓς τῇ πληγῇ τοῦ λόγου διεγερτέον. Οἱ δὲ καθάπερ πῶλοι γενναῖοι πόῤῥω τῆς νύσσης θέοντες, οὓς βελτίους ποιήσειεν ἄγχων καὶ ἀνακόπτων ὁ λόγος· τοὺς μὲν ἔπαινος ὤνησε, τοὺς δὲ ὁ ψόγος. Ἀμφότερα μετὰ τοῦ καιροῦ, ἢ τοὐναντίον ἔβλαψεν ἔξω τοῦ καιροῦ καὶ τοῦ λόγου. Τοὺς μὲν παράκλησις κατορθοῖ, τοὺς δὲ ἐπιτίμησις· καὶ αὖθις τοὺς μὲν ἐκ κοινῷ διελέγχομεν, τοὺς δὲ κρύβδην.
ΤΙΤΛ. Ιϛʹ. -Περὶ δικαίων, καὶ καλῶν, καὶ ἀγαθῶν ἀνδρῶν.
«Ἔγνω ὁ Θεὸς τοὺς ὄντας αὐτοῦ, καὶ τοὺς ἁγίους προσελάβετο πρὸς αὐτόν.» «Ὁ ἠγαπημένος ὑπὸ Κυρίου, κατασκηνώσει πεποιθὼς, καὶ ὁ Θεὸς σκιάζει ἐπ' αὐτῷ πάσας τὰς ἡμέρας.» «Εἶπε Κύριος πρὸς Σαμουήλ· Ἀνάστα, χρίσον τὸν ∆αβὶδ, ὅτι ἀγαθός ἐστιν.» «Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. ∆ίκαιοι κληρονομήσουσι τὴν γῆν. Σωτηρία τῶν δικαίων παρὰ Κυρίου, καὶ ὑπεραπιστὴς αὐτῶν ἐστιν.» «∆ίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ.» «Φῶς ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη.» «Γενεὰ εὐθέων εὐλογηθήσεται. ∆όξα καὶ πλοῦτος. Ἐξανέτειλε φῶς ἐν σκότει τοῖς εὐθέσιν, ἐλεήμων. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, ἀπὸ ἀκοῆς.» «Φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας, ἐν σκηναῖς δικαίων.» «Κύριος ἀγαπᾷ δικαίους.» «Οὐ λιμοκτονήσει Κύριος ψυχὴν δικαίου. Πηγὴ ζωῆς ἐν χειρὶ δικαίου.» «Θησαυρίζεται δικαίοις πλοῦτος ἀσεβῶν.» «Αἱ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι προπορεύονται δὲ, καὶ φωτίζουσιν ἕως κατορθώσῃ ἡ ἡμέρα.» «Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται.» «Ἐν ἀγαθοῖς δικαίων κατωρθώθησαν πόλεις, στόμασι δὲ ἀσεβῶν κατεσκάφησαν.» «Χρηστοὶ ἔσονται οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ.» «Ἐπαύλεις δικαίου εὐλογοῦνται.» «Χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας.» «Αἱ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται.» «Οἶκοι δικαίων εὐλογοῦνται.» «Ὁ βλέπων λεῖα, ἐλεηθήσεται.» «Ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον.» «Ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μακαρίους τοὺς παῖδας καταλείψει.» «Τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε σοφίαν, καὶ γνῶσιν, καὶ εὐφροσύνην.» «∆ικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παι 95.1385 δευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτοὺς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι.» «∆ίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστου. ∆ιὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τῆς καλλονῆς ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτοὺς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.» «∆ίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.» «Θυσία ἀνδρὸς δικαίου δεκτή.» «Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ἐκβάλλει τὰ ἀγαθά.» Ῥάβδος δικαίου κρείσσων ἢ τιμὴ κακοῦ Ἕνα πλοῦτον