Μαριανὸς καὶ οἱ λοιποὶ οἱ πρὸς τοῦτο εὐτρεπισμένοι, καὶ τοῦ παλατίου κατήγαγον, καὶ ἐν ταῖς πλησιαζούσαις νήσοις αὐτοὺς περιώρισαν καὶ κληρικοὺς ἀπέκειραν. μετ' ὀλίγον οὖν αἰτησάμενοι οὗτοι τὸν ἴδιον πατέρα θεάσασθαι ἐν τῇ Πρώτῃ νήσῳ παρεγένοντο, καὶ τοῦτον ἐν τῷ μοναχικῷ σχήματι θεασάμενοι πένθει κατεσχέθησαν ἀφορήτῳ· οἷς ἐπιδακρύσας ὁ πατὴρ ἔφη "υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν." εἰθ' οὕτως ἐξωρί330 σθησαν, ὁ μὲν Στέφανος εἰς Προικόνησον, ἀπὸ δὲ Προικονήσου εἰς Ῥόδον, ἀπὸ δὲ Ῥόδου εἰς Μιτυλήνην, ὁ δὲ Κωνσταντῖνος εἰς Τένεδον, ἐκεῖθεν εἰς Σαμοθρᾴκην, ἐν ᾗ καὶ ἀνταρσίαν μελετήσας κατὰ τῶν αὐτὸν φυλασσόντων ἐσφάγη. Μιχαὴλ δὲ τὸν τοῦ Χριστοφόρου βασιλέως υἱόν, τὰ βασιλικὰ πέδιλα ἀφελόμενος, κληρικὸν πεποίηκεν. ὄντος δὲ τοῦ βασιλέως Ῥωμανοῦ ἐν τῇ νήσῳ ὁ πατριάρχης Θεοφύλακτος καὶ Θεοφάνης ὁ πατρίκιος καὶ παρακοιμώμενος βουλὴν ἐβουλεύσαντο ὥστε πάλιν τοῦτον ἐν τῷ παλατίῳ ἀγαγεῖν· ἣν καὶ αὐτῷ ἀνακοινωσάμενοι καὶ παραπείσαντες τοῦτον ἐκαιροσκόπουν πότε τὸ πέρας τῇ τοιαύτῃ βουλῇ ἐπιθήσουσιν. ἐπεὶ δὲ τὰ τῆς βουλῆς ἐφωράθησαν καὶ κατεμηνύθη Κωνσταντίνῳ βασιλεῖ, τοὺς συνεργοὺς ταύτης ἠμύνετο· τὸν μὲν Θεοφάνην πατρίκιον ἐξώρισεν, τὸν δὲ πρωτοσπαθάριον Γεώργιον καὶ πινκέρνην καὶ Θωμᾶν πριμικήριον δείρας καὶ κουρεύσας καὶ μέσον τῆς πόλεως θριαμβεύσας, οὕτως ὑπερορίᾳ παρέπεμψεν. ∆εκεμβρίῳ δὲ μηνί, ʹ ἰνδικτιῶνος, ἐπιβουλήν τινες κατὰ τοῦ βασιλέως Κωνσταντίνου ἐμελέτησαν, βουλόμενοι τὸν βασιλέα Στέφανον ἐν τῷ παλατίῳ ἐκ τῆς νήσου ἀγαγεῖν. ταύτης οὖν μηνυθείσης Κωνσταντίνῳ διὰ Μιχαὴλ τοῦ ∆ιαβολίνου λεγομένου τοὺς ἐπιβούλους δαρμῷ ἀφορήτῳ ὑπέβαλεν· τοὺς μὲν τὰς ῥῖνας καὶ τὰ ὦτα ἀπέτεμεν, καὶ ὄνοις ἐγκαθίσας διὰ μέσης τῆς πόλεως ἐθριάμβευσεν. πέμπτῃ δὲ καὶ δεκάτῃ Ἰουλίου 331 μηνός, ἕκτης ἰνδικτιῶνος, Ῥωμανὸς ὁ βασιλεὺς ἐν τῇ νήσῳ προτελευτᾷ, καὶ τὸ σῶμα αὐτοῦ ἐν τῇ πόλει διακομισθὲν ἐν τῇ αὐτοῦ ἀπετέθη μονῇ. ἐτελειώθη ἡ τῶν νέων βασιλέων χρονογραφία, πληρωθεῖσα παρὰ Λέοντος γραμματικοῦ, μηνὶ Ἰουλίῳ ὀγδόῃ, ἑορτῇ τοῦ ἁγίου μεγάλου μάρτυρος Προκοπίου, ἔτους φκαʹ, ἰνδικτιῶνι ἑνδεκάτῃ.