107
μή, κἂν εὐλογίαν. τῷ ˉδ ἐπέστειλα· ἀλλὰ καὶ ἐφ' ἑτέρου προσώπου ἢ τῶν ἡμετέρων ἢ τῶν ἄλλων, ἡνίκα ἐπινοεῖς χρήσιμον εἶναι, δήλου, καὶ εἰ δοκιμάσω κἀγὼ εὖ ἔχειν, ἐπιστέλλω. οὐ γὰρ καθήκει σιωπᾶν δέει τῶν κρατούντων, ὁπόταν δέοι· ἐὰν γὰρ ὑποστείλῃ, φησίν, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν σοί. ᾧ ἀντιτασσόμενος ὁ βασιλεὺς τὸ μὴ διδάσκειν μηδὲ λαλεῖν καθόλου ἐγκελεύεται. ἀλλ' εἰ καὶ ἁμαρτωλοί ἐσμεν οἴδαμεν ἐκείνων εἶναι μαθηταὶ τῶν λεγόντων, ὑμεῖς κρίνατε, εἰ δίκαιόν ἐστιν ὑμῶν ἀκούειν ἢ τοῦ θεοῦ ἡμῶν· οὐ δυνάμεθα οὖν ἃ ἠκούσαμεν καὶ οἴδαμεν μὴ λαλεῖν. ἀσφαλιζόμεθα οὖν καὶ περὶ τῶν ἐκβαινόντων ἀκοῶν· καί γε, εἰ οὐκ ἔστιν ἀναγκαῖον, οὐ θεωρήσομεν οὐδὲ ἐκ τῶν ὧν παραπέμπεις. παραπέμψοις δὲ πάλιν, ὅταν καθήκῃ· εἰ ὑπερβῇς τὰς δύο ἑβδομάδας μὴ πέμπων, λογισμομαχήσομεν, εἰ δὲ ἔνδον, οὐδαμῶς. Ὁ Χριστὸς μετὰ τοῦ πνεύματός σου, τέκνον· εὔχου μοι ζεόντως, ὡς κἀγὼ σοί. 120 {1Τῷ αὐτῷ}1 Ἐξέπληξέν με λίαν ἡ ἀγγελία, τέκνον· καὶ τί εἰπεῖν οὐκ ἔχω ἢ ὅτι θεοῦ κίνησις ἐγένετο οὕτω θαρσυνθῆναι τοὺς γενναίους ἀδελφοὺς ἡμῶν τὰ κατὰ τὸν ἀσεβῆ Ἀντώνιον πρᾶξαι ῥιψοκινδύνως. μαρτύρων οὖν ἀπενέγκαντο κλέος, τῶν ἐκκαλεσαμένων ἀφ' ἑαυτῶν τὰ ἱερὰ σκάμματα, καὶ ὁ ἀντιλέγων οὐδείς. ἀλλ' εὐλογητὸς ὁ θεὸς ἡμῶν, ὁ ἀνδρειώσας καὶ κρατύνας καὶ τὰ αὐτοῦ στίγματα φορέσαι αὐτοὺς καταξιώσας· εὔξαιντο περὶ ἐμοῦ τοῦ ταπεινοῦ κατόπιν αὐτῶν βαδίσαι. εὖγε καὶ τῷ ˉη καὶ τῷ ˉθ ὅτι ἀναγκαίως, μᾶλλον δὲ καὐτοὶ μαρτυρικῶς ἐπέδωκαν ἑαυτοὺς πρὸς βοήθειαν τῶν ἐν τῷ μοναστηρίῳ κακουμένων κρατηθῆναι. εὐλογήσαι καὶ ἐλεήσαι Κύριος καὶ τὸν καλόν μου Προτέριον ἔντε ταῖς εἰσόδοις αὐτοῦ καὶ ἐξόδοις· καὶ πάλιν, τέκνον μου, ἀπόστειλον αὐτόν, εἰ καὶ τολμηρόν, καὶ Κύριος εὐοδώσειεν τὰς ὁδοὺς αὐτοῦ, ὅτι δι' αὐτὸν ὁ λόγος καὶ ὁ τρόπος, καὶ ὁ πονῶν, φησί, θήσει μηρόν. καὶ πῶς ἄλλως δοξασθήσεται ὁ θεὸς ἢ ἐν ταῖς ἀμηχανίαις δεικνὺς εὐμηχανίας; ἄρτι τῶν φιλαδέλφων τὰ γνωρίσματα, ἄρτι τῶν φιλοτέκνων τὰ ἰδιώματα. διὰ τοῦτο κἀγὼ ὁ τάλας προθυμοῦμαι, ἀπαιτοῦμαι γράφειν, παρακαλεῖν, ὑποστηρίζειν ὅσον ἐνδέχεται, δεύτερα τιθέμενος τὰ ἀνθρώπινα, ὑποδειγματιζόμενος τῷ ἔργῳ τοῦ Ἁγίου Κυριανοῦ ὁ ἀνάξιος· φησὶ γὰρ ὁ Θεολόγος ὅτι καὶ ἐξορισθεὶς οὐ διέλειπεν ταῖς ἐπιστολαῖς ἀλείφων καὶ κρατύνων τοὺς ὑπὸ χεῖρα, ἐξ ὧν πολλοὺς ἀπετέλεσε μάρτυρας. ∆εῦρο δὴ οὖν, τέκνον μου, ἀπόστειλον πάλιν τὸ ˉχ, κομίζοντα ἐπιστολάς, τρακταϊζόμενον αὐτὸν ὑπὸ τῆς ἀγχινοίας σου· καὶ ἴδοι Κύριος τὸ ἔργον καὶ εὐμαρίσοι τὴν ὁδὸν αὐτοῦ. πίστις ἡ τὰ μεγάλα κατορθοῦσα, πίστις ἡ καὶ ἐκ θανάτου ῥυομένη· ταύτῃ ἐπερειδόμενοι πράττομεν ἃ πράττομεν οἱ ἀνάξιοι. περὶ τοῦ ˉμ, ἡνίκα ὁ Εὐθάλιος ὑποστρέψει, τότε παράπεμψον αὐτόν, θεοῦ εὐοδοῦντος. εἰς τὸν λογισμόν, ὃν ἐλάλησά σοι, εὐχαῖς σου ἐρραΐσθημεν· πλὴν χρεία τοῦ ˉμ. τὰ λοιπὰ ὡς ὁ Κύριος εὐοδοῖ σοι πρᾶττε, ἐπίστειλον δὲ καὶ τῷ ˉη καὶ τῷ ˉθ. Ὁ Κύριός σε σώσοι, τέκνον. προσαγόρευσον τοὺς ἀδελφούς· οἱ σὺν ἐμοὶ ἀσπάζονταί σε. 121 {1Τῷ αὐτῷ}1 Κόπος ἐστί, τέκνον, ἐν τῷ τηλικούτῳ χειμῶνι παραγίνεσθαί τινα ἐνταῦθα, περῶντα μάλιστα τὸν βορβορωθέντα ποταμόν· πλὴν ὅτι ἀνέθημεν ἰδόντες τὸν ἀδελφὸν καὶ ἐντυχόντες τοῖς γράμμασί σου, ἓν λυπηρῶς δεξάμενοι, τὴν πτῶσιν τοῦ ἐλεεινοῦ Νεκταρίου. ὅμως ὅτι ἀκόλουθα τοῦ ὅλου βίου αὐτοῦ καὶ τὰ παρόντα, ἓν ζητεῖ μόνον, ποιῆσαι τὰς ἐπιθυμίας τῆς σαρκὸς αὐτοῦ, καὶ τὰ τῆς πίστεως αὖραι φέροιεν. Ἐκεῖνος μὲν οὕτως ἔχων, οὕτω καὶ ὠλίσθησεν. σὲ δὲ ὁ θεὸς τοῦ πατρός μου καὶ τοὺς πάντας ἀδελφοὺς ἡμῶν, τούς τε κρατουμένους καὶ μή, στηρίξειεν, σθενώσειεν, βεβαιώσειεν, ἡμέραν ἐξ ἡμέρας τὸ μαρτύριον τῆς ὁμολογίας αὐτῶν ἀποπληρῶσαι· οὐ γὰρ τὸ ἐνάρξασθαι τὰ καλὰ ἐπαινετὸν ἁπλῶς, ἀλλὰ τὸ εἰς πέρας ἀγαγεῖν. πρόσεχε οὖν τῇ ἀναγνώσει, ἁπτόμενος καὶ τῆς γραμματικῆς ὅσον ἐνδέχεται, ἀσφαλῶς τὸ κάθισμά σου, μὴ ἐξαπίνης οἱ αἱρετικοί. τὸν θεὸν φοβοῦ, ἐν ᾧ ἐστι τὸ καθαίρεσθαι ἢ μένειν καθαρόν. περὶ τοῦ παροικονόμου ἀπαγγελεῖ σοι ὁ ἀδελφός. τίς ἀπίῃ εἰς τὸν