107
εἶναι τοῦ πολέμου. εἰ γὰρ εἰρήνης ἐφίετο, οὐκ ἂν εἰς τὴν τῶν Ῥωμαίων γῆν ἀφικόμενος ταύτην ἐζήτει, ἀλλ' εἰς τὴν ἰδίαν χώραν μένων τοὺς πρέσβεις ἐξεδέχετο. καὶ ταῦτα εἰπὼν τὸν πρέσβιν ἀπεπέμψατο. ὁ δὲ πρὸς Χοσρόην ἀφικόμενος ἔφη στρατηγὸν ἑωρακέναι Βελισάριον συνετόν τε καὶ ἀνδρεῖον ὑπεράγαν, στρατιώτας δὲ οἵους αὐτὸς ἄλλους οὐ πώποτε εἶδεν, "ὧν τὴν εὐκοσμίαν ἐθαύμασα ἐκ διαφόρων ἐθνῶν συνειλεγμένους·" καὶ συνεβούλευσε Χοσρόῃ μὴ συμπλέκεσθαι εἰς μάχην μετ' αὐτῶν, ὅπως μὴ ἡττηθέντος αὐτοῦ τὸ πᾶν διαπέσῃ τῆς τῶν Περσῶν βασιλείας ἐν γῇ Ῥωμαίων ὑπάρχοντι καὶ φυγῆς τόπον μὴ ἔχοντι. καὶ τὸ νικᾷν αὐτὸν οὐ μέγα, στρατηγὸν γὰρ τῶν Ῥωμαίων καὶ μόνον νικήσειεν. ὁ δὲ Χοσρόης τῇ τούτου παραινέσει ἀναστρέφειν εὐθὺς ἐπὶ τὰ ἴδια διενοεῖτο. ἐφοβεῖτο γὰρ τὴν διάβασιν τοῦ ποταμοῦ ποιήσασθαι, ὡς τῶν Ῥωμαίων ταύτην κατεχόντων. καὶ πολλὰ διαλογισάμενος ἀπέστειλε πρὸς Βελισάριον παρακαλῶν αὐτὸν τοῦ τὸν ποταμὸν διαβάντας ἀναστεῖλαι καὶ τούτῳ τὴν πάροδον ἀκωλύτως παρέχειν. Βελισάριος δὲ εὐθὺς πρὸς αὐτὸν πρέσβεις ἔπεμψε καὶ τοῦτον τῆς ἀναχωρήσεως ἐπῄνεσε καὶ πρέσβεις ἐκ τοῦ βασιλέως συντόμως ἥκειν διεβεβαιώσατο, ὅπως τὴν εἰρήνην βραβεύσωσιν. ἠξίου δὲ Χοσρόης τὸν Βελισάριον διὰ τῆς τῶν Ῥωμαίων γῆς τὴν πάροδον ποιήσασθαι ἀκινδύνως. ὁ δὲ Βελισάριος Ἰωάννην τὸν Ἐδεσηνόν, ἄνδρα διαφανέστατον, ὅμηρον τῷ Χοσρόῃ ἀπέστειλε πρὸς τὸ ἀκινδύνως παρελθεῖν αὐτὸν τὴν τῶν Ῥωμαίων χώραν. οἱ δὲ Ῥωμαῖοι τὸν Βελισάριον ἐν εὐφημίαις εἶχον, μᾶλλον [δὲ] ἐνευδοκιμήσαντα ἐν τούτῳ τῷ ἔργῳ, ἢ ὅτε Γελίμερά τε 222 δορυάλωτον καὶ Οὐιττίγιν τοὺς δύο βασιλεῖς εἰς Βυζάντιον ἤγαγεν. ἦν γὰρ ὡς ἀληθῶς λόγου τε καὶ ἐπαίνου ἄξιον, πεφοβημένων τῶν Ῥωμαίων καὶ ἐν τοῖς ὀχυρώμασι κρυπτομένων πάντων, Χοσρόου δὲ στρατῷ μεγάλῳ ἐν μέσῳ γεγονότος τῆς Ῥωμαίων ἀρχῆς, ἄνδρα ἕνα ἐν τῷ ὀξεῖ δρόμῳ ἐκ Βυζαντίου ἥκοντα ἀπεναντίας τοῦ τῶν Περσῶν βασιλέως στρατοπεδεύσασθαι, Χοσρόην δὲ ἐκ τοῦ ἀπροσδοκήτου τῇ τούτου σοφίᾳ ἐξαπατηθέντα ἄπρακτον εἰς τὴν οἰκείαν ἀναχωρῆσαι χώραν. Τῷ δ' αὐτῷ ἔτει Τιμοθέου, ἐπισκόπου Ἀλεξανδρείας, τελευτήσαντος, Σευῆρος ὁ δυσσεβής, Ἀντιοχείας μοιχὸς πρόεδρος, καὶ Ἰουλιανὸς ὁ Ἁλικαρνασεὺς ἐν Ἀλεξανδρείᾳ φυγόντες, περὶ φθαρτοῦ καὶ ἀφθάρτου διενεχθέντες κατ' ἀλλήλων γεγόνασιν, ὡς ἀληθείας ὄντες ἀλλότριοι. καὶ ὁ μὲν Θεοδόσιον, ὁ δὲ Γαϊνᾶν προεβάλοντο εἰς ἐπισκόπους Ἀλεξανδρείας· καὶ Γαϊνᾶς μὲν ἐκράτησε τῆς ἐπισκοπῆς ἐνιαυτόν, ὁ δὲ Θεοδόσιος δύο. τούτους δὲ Ἰουστινιανὸς πέμψας ἤγαγεν ἐν Βυζαντίῳ καὶ ἀλλήλων κεχωρισμένους διαιτᾶσθαι προσέταξεν, Παῦλον δέ τινα δοκούμενον εἶναι ὀρθόδοξον ἐπίσκοπον Ἀλεξανδρείας προεβάλετο. οὗτος τὴν μνήμην Σευήρου τοῦ ἀνιέρου ποιήσας ἐξεβλήθη τῆς ἐπισκοπῆς ὀργῇ τοῦ βασιλέως καὶ ἐλθὼν διέτριβεν εἰς Ἱεροσόλυμα. ιεʹ. ιζʹ. δʹ. εʹ. ηʹ. βʹ. ιεʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος εʹ, γέγονεν ἐν Βυζαντίῳ τὸ μέγα θανατικόν. καὶ τῷ αὐτῷ χρόνῳ ἡ ὑπαπαντὴ τοῦ κυρίου ἔλαβεν ἀρχὴν ἐπιτελεῖσθαι ἐν τῷ Βυζαντίῳ τῇ βʹ τοῦ Φεβρουαρίου μηνός. καὶ τῷ Αὐγούστῳ μηνὶ ιϛʹ τῆς αὐτῆς εʹ ἰνδικτιῶνος ἐγένετο σεισμὸς μέγας ἐν Κωνσταντινουπόλει, καὶ ἔπεσον ἐκκλησίαι καὶ οἶκοι καὶ τὸ τεῖχος, μάλιστα τὸ κατὰ τὴν Χρυσῆν πόρταν. ἔπεσε δὲ καὶ ἡ λόγχη, ἣν ἐκράτει ὁ ἀνδριὰς ὁ ἑστὼς εἰς τὸν φόρον τοῦ ἁγίου Κωνσταντίνου, καὶ ἡ δεξιὰ χεὶρ τοῦ ἀνδριάντος τοῦ Ξηρολόφου· καὶ ἀπέθανον πολλοί, καὶ ἐγένετο φόβος μέγας. Ἀλεξανδρείας ἐπίσκοπος Ζώϊλος ἔτη ζʹ. ιϛʹ. ιηʹ. εʹ. ϛʹ. θʹ. αʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει συνέβη πολεμῆσαι ἀλλήλους τὸν βασιλέα τῶν 223 Αὐξουμιτῶν Ἰνδῶν ..... Ἰουδαίων ἐξ αἰτίας τοιαύτης. ὁ τῶν Αὐξουμιτῶν βασιλεὺς ἐνδότερός ἐστι τῆς Αἰγύπτου, [ἰουδαΐζων.] οἱ δὲ τῶν Ῥωμαίων πραγματευταὶ διὰ τοῦ Ὁμηρίτου εἰσέρχονται ἐπὶ τὸν Αὐξουμίτην καὶ τὰ ἐνδότερα μέρη τῶν Ἰνδῶν καὶ Αἰθιόπων. τῶν δὲ πραγματευτῶν κατὰ τὸ εἰωθὸς εἰσελθόντων ἐν τοῖς ὁρίοις τοῦ