1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

108

πατρὶς δὲ ἦν αὐτῷ πόλις Ἰλλυρική, Βεδεριανὰ μὲν ἐκ παλαιοῦ ὀνομα ζομένη, ὕστερον δὲ Πρώτη Ἰουστινιανὴ μετακληθεῖσα· Ἰουστινιανὸς γὰρ ὁ βασιλεύς, ἅτε δὴ κατ' αὐτὴν εἰς φῶς προηγμένος, ἐκόσμησέ τε εἰκότως τὴν πατρίδα ἔργοις ποικίλοις καὶ ἐξ ἀφανοῦς εὐδαίμονα ἐξειρ γάσατο καὶ τῆς οἰκείας αὐτῇ μεταδέδωκε προσηγορίας. ἐκ τούτου δὲ τὸ γένος ἕλκων ὁ Γερμανὸς σφόδρα οἱ ἐπεφρόντιστο. 3 τοιγάρτοι ὀκταετῆ χρόνον ἐκ γενετῆς διανύων ἤχθη πρὸς αὐτοῦ ἐς πόλιν τὴν βασιλίδα καὶ τημελείας ἀπώνατο πάσης. τοῖς τε γὰρ τῶν γραμματιστῶν 191 ὡμίλει διδασκαλείοις καὶ πρός γε ἀνὰ τὰ φροντιστήρια φοιτῶν τῆς τῶν Λατίνων μετέσχε παιδείας. 4 ἐπεὶ δὲ ἐς ἥβης μέτρον ἀφίκετο, ἔστειλέ γε αὐτὸν αὐτίκα ἐν Χερρονήσῳ, ἄρχοντα τοῦ τῇδε στρατοῦ καταστη σάμενος, ὡς ἂν αὐτῷ εὐθὺς τὸ τῆς νεότητος ὀξὺ καὶ ταχύρροπον καὶ πρὸς τὰς δόξας ἠρμένον ἐν τοῖς προσήκουσι καὶ ἀναγκαίοις ἀποπιμ πλάνοιτο, ἀλλὰ μὴ προθέοι καὶ ἀνασκιρτῴη πρὸς κινήσεις ἀλόγους καὶ δημώδεις ὁρμὰς καὶ ἵππων ἁμίλλας τοῖς χρώμασι μεμερισμένας, ἐν οἷς ὡς τὰ πολλὰ τὸ νέον, εἰ μὴ ἐς ἕτερόν τι τῶν χρησίμων ἐνασχοληθείη, ῥᾳδίως ῥέπει καὶ ἐκταράττεται. 5 τότε δὴ οὖν τῶν Οὔννων τῇ Χερρονήσῳ προσκαθημένων καὶ ἐνοχλούντων οὐκ ἀνίει ὁ νεανίας τάς τε προσβολὰς ἀνακόπτων καὶ πᾶσαν βουλὴν ἀμυντηρίαν διανοούμενος. αὐτός τε γὰρ οἴκοθεν τῷ ἐπηβόλῳ τῆς φύσεως εὐστοχώτατα διεγίγνωσκε τὸ συνοῖσον καὶ τοῖς πρεσβυτέροις τῶν ἀμφ' αὐτὸν καὶ πολλοῖς ἤδη πρότερον πόνοις τοὺς τῶν πολέμων ἀγῶνας ἐκμεμελετηκόσι μάλα ξὺν εὐκολίᾳ ἐπείθετο τὰ πρακτέα ὑφηγουμένοις. 6 ἐπεὶ δὲ οὐδέν τι πλέον εἶχον ἀνύειν οἱ βάρβαροι, οὔτε ὡς ἐν πολιορκίᾳ ἐφεδρεύοντες τῷ ἐρύματι οὔτε πρὸς τειχομαχίαν ἐγκείμενοι, ἔγνωσαν τρόπου ἑτέρου αὐθάδους τε καὶ γενναίου καὶ λίαν πρὸς τὸ φιλοκίνδυνον ἄγοντος ἀποπειραθῆναι οὕτω τε ἢ θᾶττον ἑλεῖν τὸ χωρίον ἢ μεθεῖναι τὸ λοιπὸν καὶ ἀποπαύ σασθαι καὶ ἐς τὰ σφέτερα ἤθη ἀπονοστῆσαι. 7 καὶ τοίνυν καλάμους ὡς πλείστους ἀθροίσαντες εὐμήκεις τε ἄγαν καὶ ἐς ὅ τι μάλιστα στερ ροὺς καὶ παχίστους καὶ τούτους ἐπ' αὐτοῖς ἐναρμοσάμενοι καὶ ξυν δήσαντες καλῳδίοις τε καὶ τολύπαις κώμυθας πολλὰς ἀπειργάσαντο. τότε δὲ ξύλα ἰθυτενῆ καθά που ζυγὰ καὶ ἐγκενίδας ὕπερθε κατὰ τὸ ἐγκάρσιον ἐνθέντες, οὐ διὰ παντός, ἀλλὰ μόνον ἀμφὶ τὰ ἄκρα καὶ τὸ μεσαίτατον, καὶ μείζοσι δεσμοῖς περισφίγξαντες ξυνῆπτον αὐτὰς ἀλλή λαις καὶ ξυνεμίγνυον, λίαν ἐν χρῷ πεπιεσμένας, ὡς τρεῖς τυχὸν ἢ καὶ πλείους ἐς μίαν ἀποτελεῖσθαι σχεδίαν, εὖρος ἔχουσαν ἀρκοῦν πρὸς 192 ἀνδρῶν τεττάρων ὑποδοχὴν καὶ ἐπίβασιν καὶ τῷ βάθει ἐς τοσοῦτον διϊκνουμένην, ἐς ὅσον φέρειν βεβαίως τὰ ἄχθη καὶ τῇ λεπτότητι μὴ καταδύεσθαι. τοιαύτας δὴ οὖν οὐ μεῖον ἢ πεντήκοντα καὶ ἑκατὸν ἐτεκ τήναντο σχεδίας. 8 ὡς ἂν δὲ αὐτοῖς πλοϊμώτεραι εἶεν, οἱ δὲ τὰ ἐμπρόσ θια τούτων ἠρέμα πρὸς τὸ μετέωρον ἐς πρώρας τύπον περιαγαγόντες καὶ ὑποκάμψαντες καὶ ὥσπερ ἀκροστόλια καὶ προέμβολα ἐκμιμησά μενοι, κωπωτῆρας ἐφ' ἑκατέρᾳ πλευρᾷ καὶ οἷον παρεξειρεσίας αὐτομά τους ἐμηχανήσαντο.

22. Καὶ τοίνυν οὕτω ἕκαστα ὡς οἷόν τε ἦν αὐτοῖς ἐν τῷ ἀσφαλεῖ καταστησάμενοι ἐνῆκαν ἁπάσας τῇ θαλάττῃ λαθραίως ἀμφὶ τὴν ἑσπερίαν τοῦ κόλπου ἀκτὴν τοῦ πρὸς τῇ Αἴνῳ τῇ πόλει περιαγνυμένου. 2 ἐμβάντες δὴ οὖν ἐν αὐταῖς ἄνδρες ἐς ἑξακοσίους καὶ πτύα ὡς πλεῖστα ταῖς ἐπισκαλμίσιν ἐντροπωσάμενοι καὶ ἀμαθέστερόν πως ταύτῃ ἐρέττοντες ἀνήγοντο ὡς ἀπωτάτω τῆς χέρσου, ἐξωπλισμένοι τε εὖ μάλα καὶ πρὸς τὸ ἐνεργὸν ἑστηκότες. οὕτω γὰρ ᾤοντο πελάγιοι ἠρέμα γιγνόμενοι ῥᾳδίως ὑπερβαλέσθαι καὶ περιπλεῦσαι τὸν ἀγκῶνα τοῦ τείχους τὸν μέχρι τοῦ βάθους ἐκτεταμένον καὶ τὸ λοιπὸν ἀδεῶς ἐπιβήσεσθαι τῶν ἐνδοτέρω χωρίων, ὡς δὴ οὐδαμῶς ἐρύμασι περιεχομένων ἢ μόνῳ τῷ Ἑλλησπόντῳ. 3 ταῦτα δὲ ὁ Γερμανὸς ἐκ τῶν κατασκόπων πυθό μενος καὶ γινώσκων, ὡς οὐκ ἐς