108
Ὁμῶς ἐπεὶ κόρον ἔσχεν ὕπνου, διεγερθείσῃ τῇ μητρὶ ὁ Πέτρος ἤρξατο προσαγωγῶς λέγειν· Γινώσκειν σε θέλω, γύναι, τῆς ἡμετέρας θρησκείας τὴν πολιτείαν. ἡμεῖς ἕνα θεὸν σέβομεν τὸν πεποιηκότα ὃν ὁρᾷς κόσμον καὶ τούτου φυλάσσομεν τὸν νόμον περιέχοντα ἐν πρώτοις αὐτὸν σέβειν μόνον καὶ τὸ αὐτοῦ ἁγιάζειν ὄνομα τιμᾶν τε γονεῖς καὶ σωφρονεῖν βιοῦν τε δι- καίως. πρὸς τούτοις δὲ ἀδιαφόρως μὴ βιοῦντες τραπέζης ἐθνῶν οὐκ ἀπολαύομεν, ἅτε δὴ οὐδὲ συνεστιᾶσθαι αὐτοῖς δυνάμενοι διὰ τὸ ἀκαθάρ- τως αὐτοὺς βιοῦν. πλὴν ὁπόταν αὐτοὺς πείσωμεν τὰ τῆς ἀληθείας φρονεῖν τε καὶ ποιεῖν βαπτίσαντες αὐτοὺς τρισμακαρίᾳ τινὶ ἐπονομασίᾳ, τότε αὐτοῖς συναλιζόμεθα. ἐπεὶ οὐδ' ἂν πατὴρ ἢ μήτηρ τυγχάνῃ ἢ γυνὴ ἢ τέκνον ἢ ἀδελφὸς ἢ ἄλλος τις ἐκ φύσεως στοργὴν ἔχων, συνεστιᾶσθαι αὐτῷ τολμᾶν δυνάμεθα· θρησκείᾳ γὰρ διαφερόντως τοῦτο ποιοῦμεν. μὴ οὖν ὕβριν ἡγήσῃ τὸ μὴ συνεστιᾶσθαί σοι τὸν υἱόν, μέχρις ἂν τὰ αὐτὰ αὐτῷ φρονῇς καὶ ποιῇς. ἡ δὲ ἀκούσασα ἔφη· Τί οὖν κωλύει σήμερόν με βαπτι- σθῆναι; ἥτις πρὸ τοῦ σε ἰδεῖν τοὺς λεγομένους θεοὺς ἀπεστράφην λογισμῷ τούτῳ ὅτι πολλὰ σχεδὸν καθ' ἡμέραν θυούσῃ αὐτοῖς ἐν ταῖς ἀνάγκαις οὐ παρεστάθησάν μοι. περὶ δὲ μοιχείας τί δεῖ καὶ λέγειν; ὁπότε οὐδὲ ὅτε ἐπλούτουν, τρυφή με τοῦτο ἠπάτησεν, οὐδὲ ἡ μετὰ ταύτην πενία ἐπὶ τοῦτο ἐλθεῖν ἀναγκάσαι δεδύνηται ἀντιποιουμένης μου τῆς σωφροσύνης ὡς μεγίστου κάλλους, ἧς ἔνεκα εἰς τοσαύτην ἦλθον περίστασιν. ἀλλ' οὐδὲ οἶμαί σε, κύριέ μου Πέτρε, ἀγνοεῖν ὅτι ἡ πλείων ἐπιθυμία ἐξ εὐθυμιῶν γίνεται. ὅθεν ἐγὼ ἐν εὐθυμίᾳ σωφρονέσασα, ἐν δυσθυμίᾳ πρὸς ἡδονὰς ἐμαυτὴν οὐκ ἀποδίδωμι. ἀλλὰ μηδὲ νῦν μου κακουχίας ἀπηλλάχθαι νομίσῃς τὴν ψυχὴν τὴν ποσῶς παραμυθίας τυχοῦσαν διὰ τὴν Κλήμεντος ἐπίγνωσιν. ἀντεισερ- χομένη γὰρ ἡ ἐκ τῶν δύο τέκνων μου ἀπώλεια καὶ τὴν ποσῶς ἀμαυροῖ χαράν. παραμυθήσομαι γὰρ περὶ αὐτῶν ὅτι ἐν θαλάσσῃ διεφώνησαν, ἀλλ' <οὐχ> ὅτι πρὸς τούτοις ἐκτὸς τειχῶν θρησκείας θεοῦ φθαρέντες τὰ σώματα καὶ τὰς ψυχὰς ἀπώλοντο. ὁ δὲ τούτων πατήρ, ἐμὸς δὲ σύμβιος (ὡς παρὰ Κλή- μεντος ἔμαθον) ἐπί τε τὴν ἐμὴν καὶ τὴν τῶν υἱῶν ζήτησιν ἐκβάς, τοσούτοις ἔτεσιν ἀφανής ἐστιν, πάντως δὲ ἐτελεύτησεν· καὶ γὰρ ὁ ταλαίπωρος ὑπὸ σωφροσύνης με ἀγαπῶν φιλότεκνος ἦν. ὅθεν πάντων ἡμῶν ὑπὲρ πάντα αὐτῷ ἠγαπημένων στερηθεὶς ὁ γέρων ὑπὸ μεγίστης ἀθυμίας διεφώνησεν. Τῆς μητρὸς ταῦτα λεγούσης κατὰ τὴν Πέτρου παραίνεσιν ἀκούοντες οὐκέτι στέγειν ἐδύναντο οἱ παῖδες, ἀλλ' ἐγερθέντες περιεπλέκοντο αὐτῇ πολλὰ δακρύοντες καὶ καταφιλοῦντες. ἡ δὲ ἔφη· Τί θέλει τοῦτο εἶναι; καὶ ὁ Πέτρος ἀπεκρίνατο· Παράστησον, ὦ γύναι, γενναίως τὸν νοῦν σου, ὅπως τῶν σῶν ἀπολαύσῃς τέκνων. οὗτοι γάρ εἰσιν Φαυστῖνος καὶ Φαυστι- νιανὸς οἱ υἱοί σου, οὓς ἐν βυθῷ τεθνάναι ἔλεγες. πῶς δὲ ζῶσιν ἐπὶ σοῦ θανόντες ἐν τῇ χαλεπωτάτῃ ἐκείνῃ νυκτί, καὶ πῶς νῦν ὁ μὲν αὐτῶν Νικήτης λέγεται, ὁ δὲ Ἀκύλας, αὐτοί σοι εἰπεῖν δυνήσονται· σὺν σοὶ γὰρ ἡμεῖς μα- θεῖν ἔχομεν. ταῦτα τοῦ Πέτρου εἰπόντος ἡ μήτηρ χαρεῖσα σφόδρα ὑπὸ ἐκλύσεως ὀλίγου διεφώνει. ὅτε δὲ αὐτὴν ἀνεκτησάμεθα, ἐκαθέσθη καὶ ἑαυτῆς γενομένη ἔφη· Παρακαλῶ, τέκνα μου ποθεινά, εἴπατέ μοι τὰ μετὰ τὴν χα- λεπὴν ἐκείνην νύκτα συμβάντα ὑμῖν.