1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

108

τος αὐτοῦ ἐνεργείᾳ δυνάμεις ἰαμάτων ἐπετέλει ἐν Σαμαρείᾳ, ὡς καταπλαγέντας τοὺς Σαμαρεῖς εἰς πίστιν ἐλθεῖν τοῦ τῶν ὅλων Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ καὶ βαπτίσασθαι εἰς τὸ ὄνομα αὐτοῦ, ἤδη δὲ καὶ αὐτοῦ τοῦ Σίμωνος σημεῖα καὶ τέρατα θεασαμένου ἄνευ μαγγανείας τινὸς γοητικῆς ἐπιτε λούμενα καὶ εἰς θαῦμα καταπεσόντος, καὶ πιστεύσαντος καὶ βαπτισθέντος καὶ προσκαρτεροῦντος τῇ νηστείᾳ καὶ τῇ προσευχῇ· ἀκούσαντες ἡμεῖς τὴν χάριν τοῦ Θεοῦ τὴν ὑπάρξασαν Σαμαρεῦσι διὰ Φιλίππου, παρεγενόμεθα πρὸς αὐτοὺς καὶ πολὺ συμβαλλόμενοι τῷ λόγῳ τῆς διδασκαλίας, πᾶσι τοῖς βεβαπτισμένοις ἐπιθέντες τὰς χεῖρας εὐχαῖς τὴν τοῦ Πνεύματος μετουσίαν ἐδωρούμεθα. Ἰδὼν δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν ἡμῶν δίδοται τὸ Πνεῦμα τοῖς πιστεύουσιν, λαβὼν χρήματα προσήνεγκεν ἡμῖν λέγων· «∆ότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην, ἵνα κἀγὼ ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ Πνεῦμα ἅγιον», βουλό μενος, ὡς τὸν Ἀδὰμ τῇ γεύσει τοῦ ξύλου τῆς κατ' ἐπαγγελίαν ἀθανασίας ἐστέρησεν, οὕτως καὶ ἡμᾶς τῇ λήψει τῶν χρημάτων θέλξας τῆς δόσεως τοῦ Θεοῦ περιγράψαι, ὅπως ἀντικαταλλα ξάμενοι ἀποδώμεθα αὐτῷ χρημάτων τὴν ἀτίμητον τοῦ Πνεύματος δωρεάν. Πάντων δὲ ἡμῶν ἐπὶ τούτῳ ταραχθέν των, ἀτενίσας ἐγὼ Πέτρος εἰς τὸν ἐν αὐτῷ κακοῦργον ὄφιν εἶπον τῷ Σίμωνι· «Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς ἐν τῷ λόγῳ τούτῳ οὐδὲ κλῆρος ἐν τῇ πίστει ταύτῃ, ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ Θεοῦ· μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου· εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας θεωρῶ σε ὄντα.» Ἀλλὰ τότε μὲν ὁ Σίμων ἔμφοβος γενόμενός φησιν· «Παρακαλῶ, δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ' ἐμὲ ὧν εἰρήκατε.» Ἡνίκα δὲ ἐξήλθομεν ἐν τοῖς ἔθνεσιν κηρύσσειν εἰς τὸν κόσμον τὸν λόγον τῆς ζωῆς, τότε ἐνήργησεν ὁ διάβολος εἰς τὸν λαόν, ἀποστεῖλαι ὀπίσω ἡμῶν ψευδαποστόλους εἰς βεβήλωσιν τοῦ λόγου· καὶ προεβάλοντο Κλεόβιόν τινα καὶ παρέζευξαν τῷ Σίμωνι, οὗτοι δὲ μαθητεύουσιν ∆οσιθέῳ τινί, ὃν καὶ παρευδοκιμήσαντες ἐξώσαντο τῆς ἀρχῆς· εἶτα καὶ ἕτεροι ἑτέρων κατῆρξαν ἐκτόπων δογμάτων, Κήρινθος καὶ Μάρκος καὶ Μένανδρος καὶ Βασιλείδης καὶ Σατορνῖλος. Τούτων οἱ μὲν πολλοὺς θεούς, οἱ δὲ τρεῖς ἐναντίους, ἀνάρχους, ἀεὶ συνόντας ἑαυτοῖς, οἱ δὲ ἀπείρους καὶ ἀγνώστους