Commentarius in Isaiam prophetam ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
{1ΛΟΓΟΣ Γʹ}1 9Λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν.9
ποιεῖται τοῦ χρησίμου τὴν δήλωσιν, δι' αἰνίγματος καὶ σκιᾶς ὑποφαίνων μόλις τὸ τελοῦν εἰς ὄνησιν. Ὁ δέ γε σωτήριός τε καὶ εὐαγ- γελικὸς ἡμῖν λόγος βραχύς τέ ἐστιν καὶ οἷον συντε- τμημένος, ἤτοι σύντομος, γυμνὴν ἔχων τὴν ἀλήθειαν, καὶ τῆς ζωῆς τὴν ὁδὸν ἐναργῆ καθιστὰς, οὐ δυσχε- ρίας ἐνούσης, οὐκ ἀσαφείας τινὸς τοῖς κηρύγμασιν ἐπενηνεγμένης. Ἁπλοῦν γὰρ, ὡς ἔφην, τῆς ἀληθείας τὸ χρῆμα. Σέσωσται δὲ καὶ τότε τὸ κατάλειμμα τοῦ 70.297 Ἰσραὴλ, τοῦτ' ἔστιν, οἱ πίστει τιμήσαντες τὴν ἐπι- φάνειαν αὐτοῦ, τῆς ἑτέρας πληθύος παθούσης τὴν ἀποστροφήν. Πεπαρῳνήκασι γὰρ εἰς τὸν τῶν ὅλων Σωτῆρα καὶ Κύριον, προαπεκτονότες προφήτας, καὶ λιθοβολήσαντες τοὺς ἀπεσταλμένους· καὶ τί γὰρ οὐχὶ τῶν ἐκτόπων ἐπιτηδεύσαντες; 9∆ιὰ τοῦτο τάδε λέγει Κύριος Σαβαώθ· Μὴ φο- βοῦ, λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων, ὅτι ἐν ῥάβδῳ πατάξει σε. Πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου. Ἔτι γὰρ μικρὸν, καὶ παύσεται ἡ ὀργὴ, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν.9 Ἐπειδὴ γὰρ ὁσίᾳ ψήφῳ καὶ τῇ αὐτῷ πρεπούσῃ κεχρημένος ἡμερότητι, σώζει μὲν τοὺς γνησίους, παραδίδωσι δὲ τοὺς λελυπηκότας αὐτὸν ὁ τῶν ὅλων Θεός· Μὴ φοβοῦ, φησὶν, ὁ λαός μου, οἱ κατοικοῦντες ἐν Σιὼν, ἀπὸ Ἀσσυρίων. Ἀφίκετο μὲν γὰρ ὁ Ῥαψάκης εἰς Ἱερουσαλὴμ, καὶ πεπολιόρκηκεν αὐτὴν, ἠπείλησε δὲ κατεμπρήσειν καὶ ὀλοθρεύσειν ἅπαντας. Ἠδίκησε δὲ παντελῶς οὐδέν. Ὤχετο γὰρ φυγὰς, πεσούσης αὐτῷ παρ' ἐλπίδα τῆς στρατιᾶς, καὶ ἀπ- ολομένης ἐν μιᾷ νυκτί. Οὐκοῦν ὠλόθρευσε μὲν μα- χαίρᾳ τοὺς ἐν Σιών. Ἐπειδὴ δὲ ἅπαξ κατεπτόησε ταῖς ἐφόδοις, καὶ ἐν φόβῳ τοῦ παθεῖν γενέσθαι παρεσκεύασε, μονονουχὶ ῥάβδον ἀνατείνας ἐπ' αὐτοὺς ὁρᾶται μόνην. Μὴ τοίνυν, φησὶ, καταδείσῃς ἀπὸ τῶν Ἀσσυρίων, ῥάβδῳ γάρ σε πατάξει, καὶ βραχεῖαν ὥσπερ ἐποίσει τὴν πληγὴν, τὴν ὡς ἀπό γε τοῦ δεί- ματος, ἐφιέντος ἐμοῦ καὶ τοῦτο πράττεσθαι κατὰ σοῦ, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου, τοῦτ' ἔστιν, ἵνα μά- θῃς, ὅσον σαυτὸν ἠδίκησας, ἀπελθὼν εἰς Αἴγυπτον, καὶ τὴν ἐκεῖθεν ζητήσας ἐπικουρίαν, παρεωραμένου Θεοῦ σώζοντος. Ἐζεχίας μὲν οὖν, οὗ καὶ βασιλεύον-τος πεπολιόρκηκε τὴν Ἱερουσαλὴμ ὁ Ἀσσύριος, οὐκ ἐζήτησε τὴν τῶν Αἰγυπτίων ἐπικουρίαν. Ὠσηὲ δὲ μᾶλ- λον τοῦ Ἠλὰ βασιλεύων ἐπὶ τὸν Ἰσραὴλ τοῦτο πεπρα-χὼς εὑρίσκεται. Γέγραπται δὲ οὕτως ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· "6Καὶ ἐκοιμήθη Ἄχαζ μετὰ τῶν πατέ- ρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει ∆αβίδ. Καὶ ἐβασίλευσεν Ἐζεχίας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ. Ἐν ἔτει δωδεκάτῳ Ἄχαζ βασιλέως Ἰούδα, ἐβασίλευσεν Ὠσηὲ υἱὸς Ἠλὰ ἐ Σαμαρείᾳ ἐπὶ Ἰσραὴλ ἐννέα ἔτη. Καὶ ἐποίησε πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς οἱ βασιλεῖς Ἰσραὴλ, οἳ ἦσαν ἔμπροσθεν αὐτοῦ."6 Ἐπ' αὐτὸν ἀνέβη Σαλ- μανασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἐγενήθη αὐτῷ Ὠσηὲ δοῦλος· καὶ ἐπέστρεψεν αὐτῷ Μαναῆ. Καὶ εὗρε βασιλεὺς Ἀσσυρίων ἐν τῷ Ὠσηὲ ἀδικίαν, ὅτι ἀπέστειλεν ἀγγέλους πρὸς Σηγὼρ βασιλέα Αἰγύ- πτου· καὶ οὐκ ἤνεγκε Μαναὰ τῷ βασιλεῖ Ἀσσυρίων ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. Καὶ ἐπολιόρκησεν αὐτὸν ὁ βασι- λεὺς Ἀσσυρίων, καὶ ἔδησεν αὐτὸν ἐν οἴκῳ φυλακῆς, καὶ ἀνέβη εἰς Σαμάρειαν, καὶ ἐπολιόρκησεν αὐτὴν τρία ἔτη. Ἰστέον δὲ ὅτι καὶ Ἄχαζ ὁ Ἐζεχίου πατὴρ,πολεμοῦντος αὐτῶ τοῦ ∆αμασκηνῶν βασιλέως, ἐξ- επρίατο τὴν ἐπικουρίαν τὴν παρά γε τῶν Ἀσσυρίων, ἐφ' ᾧ καὶ σφόδρα λελύπηται Θεός. Ἐπάγω τοίνυν, φησὶν, ἐπὶ σὲ πληγὴν, τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου· πλὴν ἔτι μικρὸν, καὶ παύσεται ἡ ὀργὴ, ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτῶν. ∆ιολώλασι γὰρ, ὡς ἔφην, 70.300 ὑπὸ θείας ὀργῆς. Βουλευσάμενοι δὲ καὶ αὐτὴν χειρώσασθαι τὴν Ἱερουσαλὴμ, διημαρτήκασι τοῦ σκοποῦ, καὶ γέγονεν αὐτοῖς ἄπρακτος ἡ σκέψις, Θεοῦ μεταθέντος εἰς πᾶν τοὐναντίον τῶν προσδοκηθέντων τὸ πέρας, 9Καὶ ἐπεγερεῖ ὁ Θεὸς ἐπ' αὐτοὺς κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως, καὶ ὁ θυμὸς αὐτοῦ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν, εἰς τὴν ὁδὸν τὴν κατ' Αἴγυπτον.9 Πεσοῦνται, φησὶν, ὀργῆς ἐπ' αὐτοῖς ἐπενηνεγμέ- νης τῆς ἄνωθεν καὶ παρὰ Θεοῦ· καὶ οὐδενὸς παν- τελῶς δεήσει πόνου τοῖς ἐξ Ἰσραήλ. Περιέσονται γὰρ,