τοῖς τοῦ Ἀγαμέμνονος πρὸς τὸν Τεῦκρόν φησι τὸ «μέγ' ἄν τι κομπάσειας ἀσπίδ' εἰ λάβῃς». ὃς καὶ τὸν τοξότην ἐξευτελίζων Ὁμηρικῷ ζήλῳ, ἦν δὲ ὁ τοξότης ὁ Τεῦκρος, φησὶν «ὁ τοξότης ἔοικεν οὐ σμικρὰ φρονεῖν», οὐ λωβητῆρα τοξότην προσειπών, ἀλλ' ἀρκοῦν εἰς ὕβριν λογισάμενος τὸ μόνον τοξότην ἐκεῖνον προσειπεῖν. (ῃ. 387) Τὸ δὲ «ταρφέες ἰοί» οὐ μόνον σκωπτικῶς πλῆθος δηλοῖ, ὡς οἷα θάμνων τινῶν τούτων ταρφέων προσπεφυκότων τῷ Πάριδι, ἀλλὰ καὶ τὴν εἰς τὸ τοξεύειν ἐμφαίνει γοργότητα, ὡς πυκνοτοξότου ὄντος τοῦ Πάριδος. Ἐπεὶ δὲ τοῦ ταρφέος ἡ ἐτυμολογία ἐκ τοῦ τρέφειν ἐστίν, εἴποι ἄν τις ἀστείως ἐνταῦθα, ὡς τῶν ταρφέων ὀϊστῶν ἡ μὲν ἐκφώνησις θρεπτική, τὸ δὲ ἔργον φθοροποιόν, ὁποῖόν τι καὶ ἐπὶ τοῦ βιοῦ φασιν οἱ παλαιοί, ὡς τῇ μὲν προφορᾷ τὸ βιοῦν δηλοῦντος, ἀποτέλεσμα δὲ 3.219 ἔχοντος τὸ θανατοῦν. δῆλον δὲ ὅτι πολλοὶ ἐκ τοῦ βιοῦ παράγουσι τὸν βίον, ὡς τῶν ἀρχαίων ἐκ τοῦ τοξεύειν ζώντων. (ῃ. 388) Ἐν δὲ τῷ «ἐπιγράψας» οὐ πληγὴν τὸ τραῦμα εἰπών, ἀλλ' ἐπιγραφήν, ψεύδεται καιρίως ὁ ἀριστεύς. γέγονε μὲν γὰρ ἡ κατ' αὐτοῦ βολὴ διαμπερὲς τὸν τοῦ ποδὸς διασχοῦσα ταρσὸν καὶ τὸ βέλος ἐν γαίῃ κατέπηκτο. αὐτὸς δ' ἐπιγραφῆναι λέγει τὸν ταρσόν, ὅ ἐστι ξέσιν παθεῖν ἐπιπολῆς, ὅθεν καὶ οὐκ ἀλέγειν φησὶ τῆς βολῆς, ἐπικρύπτων τῷ ἐχθρῷ τὸ οἰκεῖον δυστύχημα καὶ λανθάνειν καθάπαξ βουλόμενος. διὸ καὶ τοῦ Ὀδυσσέως ἔμπροσθεν στάντος, ὡς ῥηθήσεται, ἐξέλκει τὸ βέλος. καὶ ∆ιομήδης μὲν οὕτως οὐκ ἀληθεύει, Ἀλέξανδρος μέντοι, ὡς καὶ προείρηται, ἀνοήτως ἀληθεύει, τὰ τῶν οἰκείων ἐκκαλύπτων κακά. Ἰστέον δὲ ὅτι τὸ καὶ προδηλωθὲν γράφειν, ὅ ἐστι ξέειν, ἐξ οὗ καὶ τὸ γράβδην ἐπίρρημα, ἔστι μὲν ὀνοματοποιΐα, παράγεται δέ, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἀπὸ τραχυφώνου ῥήματος τοῦ γρῶ, τὸ ἐσθίω, ἐξ οὗ καὶ ἡ παρὰ τῷ Λυκόφρονι γρώνη πέτρα καὶ ἡ γραῦς καὶ ἡ τοῖς ζῴοις φίλη γράστις. λειότερον δὲ αὐτοῦ τὸ γλάφειν, ὡς ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται σαφῶς. [Ἐκ δὲ τοῦ γράφειν καὶ ἄλλα μὲν παράγονται, ὡς καὶ προπέφανται, σὺν ἐκείνοις δὲ καὶ ὁ κατάγραπτος, ἤγουν, ὡς ἡ κοινὴ ὁμιλία λαλεῖ, γραμμιστός, ὃ καὶ αὐτὸ ἐκ τοῦ γράφειν γίνεται καθὰ καὶ ὁ γραπτός καὶ ἡ ἐν Ὀδυσσείᾳ Ὁμηρικὴ γραπτύς. Χρῆσις δὲ τοῦ κατάγραπτος παρὰ Ἀθηναίῳἐν τῷ ἀτταγᾶς, μείζων πέρδικος, ὅλος κατάγραπτος τὰ περὶ τὸν νῶτον, κεραμεοῦς τὴν χροίαν, ὑποπυρρίζων, κονιστικός, πολύτεκνος, σπερμολόγος. ὅτι δὲ ἐκ τοῦ εἰρημένου γράφειν καὶ ἡ γραμμὴ γίνεται καὶ ὁ ἐξ αὐτῆς διαγραμμισμός, δῆλόν ἐστιν. οὕτω δὲ καὶ ἡ εὐγραμμία, οἷον «ψιλαὶ Περσικαὶ ἀκριβῆ τὴν εὐγραμμίαν τῶν ἐνυφασμένων ἔχουσαι ζῴων.] Τὸ δὲ «εὔχεαι αὕτως» πρὸς διαστολὴν κεῖται αὐχημάτων ἑτέρων, ἃ μὴ μάτην γίνεται. (ῃ. 389) Τὸ δὲ «οὐκ ἀλέγω» ἀσυνδέτως ῥηθὲν κατὰ θυμὸν ἐνταῦθα καὶ ἀγωνίαν οὕτω προήνεκται. ἐκ γυναικὸς δὲ καὶ παιδὸς φαυλίζει ὁ ∆ιομήδης τὴν βολήν, καθά που καὶ ὁ 3.2 Νέστωρ τὴν τοῦ Ὀδυσσέως συμβουλήν, ὡς προγέγραπται. (ῃ. 390) «Κωφὸν δὲ βέλος», ὡς εἴπερ ἔμψυχον ἦν, καθὰ ἔθος Ὁμήρῳ ποιεῖν, τὸ μὴ ἔχον αἴσθησιν, ἢ καὶ ἄλλως, οὗ οὐκ ἄν τις αἴσθησιν λάβῃ ἁπτικήν. γέγονε γὰρ κατὰ τοὺς παλαιοὺς ἡ μεταφορὰ ἐκ τῶν κατὰ τὴν ἀκοὴν εἰς τὴν ἁφήν. καὶ ἄλλως δέ, εἰ καλῶς ἵπποι λέγονται πληγῆς ἀΐειν, τουτέστιν αἰσθάνεσθαι, ὀρθῶς λέγοιτ' ἂν ἐξ ἐναντίου βέλος κωφὸν τὸ ἀνεπαισθήτως ἐπελθὸν καὶ δίχα ῥοίζου, ὡς μηδὲ ἀκουσθῆναι μηδὲ ἀέρα κινῆσαι πολύν. τούτῳ δὲ τῷ λόγῳ καὶ κῦμά που λέγει κωφόν. [Ἔνθα σημειοῦνται οἱ παλαιοί, ὅτι κωφὸν οὐδέποτε Ὅμηρος ἐπὶ ἐμψύχου τίθησι.] Τὸ δὲ «οὐτιδανοῖο» εἰς ψόγον ἀνανδρίας ὁ ἀνδρεῖος ∆ιομήδης φησίν, ὡς τοῦ ἀνάλκιδος ἤδη καὶ οὐτιδανοῦ ὄντος. καὶ ἄλλως δέ, ὁ μὲν ἄναλκις εἴη ἄν τις, ὁ δὲ οὐτιδανὸς οὔτις ἐστίν, ὡς μηδέν τι ὤν. Πλεονάζειν δὲ δοκεῖ ἡ ˉδˉα συλλαβὴ ἐν τῷ οὐτιδανός. εἰ δὲ καὶ ἐκ τοῦ οὖτις οὔτιδος παρωνόμασται, εἰδείη ἂν Ὅμηρος ὁ τὸν ἐν Ὀδυσσείᾳ Οὖτιν παρονομάσας. (ῃ. 391) Τὸ δὲ «εἴ κ' ὀλίγον», ἀντὶ τοῦ ἐὰν ὀλίγον, διασαφεῖ [καὶ αὐτὸ] τὴν τοῦ ἐάν συνδέσμου σύνθεσιν φανερῶς, ὃς ἀπὸ τοῦ ˉεˉι γέγονε καὶ τοῦ ˉαˉν, τοῦ ἰσοδυναμοῦντος τῷ