1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

108

εὑρισκομένους εἰδωλολατροῦντας ἐξ Ἰουδαίων ἐθανάτου. τοσοῦτον γὰρ τῇ εἰδωλολατρείᾳ συνείχοντο ὥστε τῶν θυρωμάτων ὄπισθεν ζωγραφεῖν τὰ βδελύγματα τῶν ἐθνῶν καὶ προσκυνεῖν αὐτοῖς, καὶ ἵνα τῶν παρ' Ἐζεκίου ψηλαφᾶν πεμπομένων κρύβοιντο ἀνοιγομένων τῶν θυρῶν. ἦν δὲ καὶ Σολομῶνος γραφή τις ἐγκεκολαμμένη τῇ πύλῃ τοῦ ναοῦ παντὸς νοσήματος ἄκος περιέχουσα, ᾗ προσέχων ὁ λαὸς καὶ τὰς θεραπείας νομιζόμενος ἔχειν κατεφρόνει τοῦ θεοῦ· διὸ καὶ ταύτην Ἐζεκίας ἐξεκόλαψεν, ἵνα πάσχοντες τῷ θεῷ προσέχωσιν. Ἐπολέμησε δὲ τοῖς ἀλλοφύλοις μέχρι Γάζης. Ἀσσυρίων τε ἀπέστη πρότερον ὑπήκοος ὢν καὶ τὰ διεφθαρμένα τείχη τῆς Ἱερουσαλὴμ ἀνεκαίνισεν, δεύτερον αὐτῇ περιθεὶς τείχισμα, ἀφανίσας 237 δὲ τὰ πέριξ τῆς πόλεως ὕδατα διὰ δίψαν τῶν πολεμίων καὶ μόνην ἀποστρέ ψας ἔνδον τῆς πόλεως τὴν τοῦ Σιλωὰμ πηγήν. Ἐπιστρατεύσαντος δ' αὐτῷ τοῦ Σεναχηρεὶμ καὶ τὰς πέριξ πορθοῦντος πόλεις συγγνώμην αὐτῷ τῆς ἀποστασίας ᾔτει, δοὺς καὶ τʹ τάλαντα ἀργυρίου χρυσίου τε λʹ. ὁ δὲ ταῦτα λαβὼν οὐκ ἀπέστη, ἀλλὰ Ῥαψάκην στρατηγὸν αὐτοῦ σὺν ὄχλῳ βαρεῖ κατὰ τῆς Ἱερουσαλὴμ πέμψας ἀπειλὰς ἔγραψε πρὸς Ἐζεκίαν καὶ εἰς θεὸν βλασφημίας. τὸ δὲ βιβλίον τῆς γραφῆς ταύτης ἐνώπιον κυρίου ἁπλώσας ἐθαρρύνετο πρὸς τοῦ προφήτου Ἡσαΐου, μὴ φοβεῖσθαι δὲ τοὺς ἀσεβεῖς ὡς ὑπὸ θεοῦ πτοηθησομένους. Τότε ἄγγελος κυρίου νυκτὸς διέφθειρε παραδόξως ρπεʹ χιλιάδας ἀνδρῶν τῆς τῶν Ἀσσυρίων παρεμβολῆς. καὶ Σεναχηρεὶμ σὺν τοῖς ὑπολοί ποις ἀνέζευξεν ἀδόξως εἰς τὴν Ἀσσυρίαν, ἀκηκοὼς ὅτι καὶ ὁ τῶν Αἰθιόπων βασιλεὺς Βαραθὰχ ἔρχεται πολεμήσων αὐτόν. ἐλθὼν δὲ εἰς Νινευὶ τοὺς αἰχμαλώτους τοῦ Ἰσραὴλ ἐκακούχει, αὐτός τε ὑπὸ τῶν ἰδίων ἀναιρεῖται τέκνων. Ὁ δὲ βασιλεὺς Ἐζεκίας νοσήσας πρὸς θάνατον τῷ ιεʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπηγορεύθη τοῦ ζῆν ὑπὸ Ἡσαΐου καὶ στραφεὶς καὶ δακρύσας πρὸς θεὸν ἐτῶν ιεʹ προσθήκην ζωῆς ἔλαβε διὰ τοῦ παραδόξου σημείου πιστουμένην τῆς ἐπανόδου τοῦ ἡλίου ἐκ τῆς φυσικῆς κινήσεως δέκα βαθμοὺς ἀναποδισάσης καθ' ὅλην τὴν οἰκουμένην, ὡς εἶναι τὴν ἡμέραν ἐκείνην μόνην χωρὶς τῆς ἰδίας νυκτὸς ὡρῶν κβʹ. οὗτος Ἐζεκίας πρὸ τῆς νόσου, φασί, σωφροσύνην ἤσκει, ἀθάνατος δι' αὐτῆς ἔσεσθαι ἐλπίζων καὶ τὸ «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα» εἰς τοῦτο νοῶν. ἐν δὲ τῷ ἀσθενεῖν ηὔξατο ἀναστὰς παιδοποιήσειν. Ὁ δὲ Μαρωδὰχ Βαλαδὰν ἐκπλαγεὶς τῷ σημείῳ τῆς ἡλιακῆς ἀναποδί σεως, ἀκούσας τε τὰ κατὰ τὴν Ἐζεκίου συμβάντα νόσον, ἀπέστειλε πρέσβεις καὶ δῶρα, συνηδόμενος αὐτῷ τῆς ζωῆς. ὁ δὲ Ἐζεκίας ἀφεὶς 238 διηγεῖσθαι τὰς δυνάμεις τοῦ θεοῦ τὸν ἐν τοῖς βασιλείοις ὑπεδείκνυε πλοῦ τον. Ἡσαΐας δὲ τῆς ἀλαζονείας αὐτὸν καταμεμψάμενος ὡς ἐν ἐπι τιμίῳ τὴν μέλλουσαν τῶν ὑποδειχθέντων τοῖς ἐχθροῖς ἅλωσιν προεφή τευσεν. Ἐζεκίας ὕδασι κατάρρυτον ἐποίησε τὴν Ἱερουσαλήμ. Ἐπὶ τούτου Μιχαίας προεφήτευσε κατὰ τῆς Ἱερουσαλὴμ ὅτι Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται καὶ Ἱερουσαλὴμ ἄβατος ἔσται, καὶ οὐκ ἀνῃρέθη ὑπὸ Ἐζεκίου. Τῷ ιδʹ ἔτει Ἐζεκίου, κόσμου δὲ δψοηʹ, ἀνέβη Σεναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις Ἰούδα τὰς ὀχυρὰς καὶ ἔλαβεν αὐτάς· καὶ ἔδωκεν αὐτῷ Ἐζεκίας πᾶν τὸ ἀργύριον οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως. Τοῦ Ἰσραὴλ ιʹ ἐβασίλευσεν Ἰωάχαζ υἱὸς Ἰηοὺ ἔτη ιζʹ. οὗτος ὑπόσπονδος Σύροις ἐγένετο, μετὰ δὲ ταῦτα πολεμήσας αὐτοῖς ἐρρύσατο τὸν Ἰσραήλ. τοῦ δὲ κόσμου ἦν ἔτος δχληʹ. Τοῦ Ἰσραὴλ ιαʹ ἐβασίλευσεν Ἰωὰς ἔτη ιςʹ. τοῦ δὲ κόσμου ἦν ἔτος δχνεʹ. Ἰωὰς βασιλεὺς Ἰσραὴλ τροπωσάμενος πολέμῳ τὸν Ἰούδαν συνέλαβεν Ἀμεσίαν τὸν βασιλέα Ἰούδα καὶ καθεῖλε τὰ τείχη Ἱερουσαλὴμ πήχεις υʹ,καὶ σκυλεύσας αὐτὴν ἐπανῆλθεν εἰς Σαμάρειαν. Τούτοις τοῖς χρόνοις προεφήτευσεν Ὠσηέ, Ἀμώς, Ἰωνᾶς, Ναούμ,ἡνίκα καὶ Ἰωνᾶς ἐκπεμφθεὶς εἰς Νινευὶ εἰς Θαρσεὶς φεύγει καὶ ὑπὸ κήτους καταποθεὶς τριήμερος ἀνεμεῖται. Θαρσεὶς δὲ Ῥόδον καὶ Κύπρον Ἀφρικανὸς λέγει εἶναι. Τοῦ Ἰσραὴλ ιβʹ ἐβασίλευσεν Ἱεροβωὰμ ἔτη μαʹ υἱὸς Ἰωάς. οὗτοςἀπέδωκε τὸ ὅριον