108
οὐδεὶς, ἀλλὰ καὶ αὐτοῦ συστραφέντες ἀλλήλοις συμπεσοῦνται καὶ διαφθεροῦσιν ἀλλήλους, ἀμελήσαντες τῶν πολεμίων. οὗ δὴ ἕνεκα ἡμᾶς κάτω μένειν δέον ἀναβιβάζοντας αὐτοὺς ἐν τάξει καὶ τὴν ἔριν διαλύοντας.» τοιαῦτα τῷ μεγάλῳ εἰπόντι δομεστίκῳ ἐπείθετο ὁ βασιλεὺς καὶ τὴν ἄνοδον ἐπέτρεπε τοῖς περὶ αὐτόν. πολλῶν δὲ ἐν ταὐτῷ προσφύντων καὶ ἅμα ἀναβαίνειν πειρωμένων, ἡ τοῦ βασιλέως κλίμαξ τὸ βάρος οὐκ ἐνεγκοῦσα κατέπεσε, τῶν κάλων ῥαγέντων· καὶ μόνη καταλέλειπτο ἡ τοῦ μεγάλου δομεστίκου, καὶ δι' αὐτῆς ἀνῄεσαν καθ' ἕνα καὶ σχολῇ, πρὸς τὴν ἀνάβασιν ἀμφοτέρων ἐφεστώτων καὶ οὐκ ἀπειλαῖς μόνον, ἀλλὰ καὶ πληγαῖς ἐπεχόντων τὸν ἄγαν ὠθισμόν. ἐπεὶ δὲ ὀλίγῳ δέοντες ἀνῆλθον ἑκατὸν, ὁ τὴν τῶν φυλάκων ἐπιμέλειαν ἐπιτετραμμένος Συναδηνὸς ὁ τοῦ Μαρούλη πρὸς τὴν βοὴν ὀξέως ἅμα διακοσίοις ἐπιβοηθήσας, οὔπω νομίζων ἐπὶ τοῦ τείχους εἶναι τοὺς 1.304 πολεμίους, ἀλλ' ἔξωθεν ἐπιχειρεῖν, ἅμα ὀλίγοις ὧν ἦγεν ἀνέβαινεν ἐπὶ τὸ τεῖχος, ὅ, τι εἴη τὰ δρώμενα βουλόμενος μαθεῖν. καὶ αὐτός τε ἑάλω καὶ οἱ συναναβάντες ὑπὸ τῶν ἐφεστώτων. μαθόντες δὲ, ὅτι αὐτὸς ἄγοι τὴν στρατιὰν, τοῖς κάτω ἐπεφώνουν ὑπείκειν καὶ μὴ ἀνθίστασθαι τῷ νέῳ βασιλεῖ ἤδη ἐντὸς ὄντι τειχῶν, μάλιστα δ' ὅτι, καὶ τοῦ στρατηγοῦ αὐτῶν ἑαλωκότος, οὐκ ἂν διαφύγοιεν τὸ δοῦναι δίκην ἐς τὴν ὑστεραίαν, ἐάν τι ἐπιχειρῶσι βλάπτειν. ὡς δὲ ἤκουσαν οἱ κάτωθεν, ὅτι αὐτῶν τε ὁ στρατηγὸς ἑάλω καὶ ὁ νέος βασιλεὺς ἐντὸς εἴη τειχῶν, μεταβαλόντες εὐθὺς εὐφήμουν τε τὸν νέον βασιλέα καὶ ἕτοιμοι ἦσαν συναίρεσθαι τὰ δυνατά. καὶ κατὰ τὸ ἐπίλοιπον τοῦ τείχους ἠρέμα ἤδη διὰ πάντων ᾔει ἡ τοῦ νέου βασιλέως εὐφημία. ὃ δὴ βασιλεύς τε καὶ ὁ μέγας δομέστικος ἀκούοντες, οὐκέτι ἔφασαν δεῖν τῇ κλίμακι προσέχοντας ταλαιπωρεῖσθαι, ἀλλὰ τοῖς ἀναβᾶσι προσέταττόν σφισι τὰς πύλας ἀνοιγνύναι. καὶ ἐπεὶ ἀνεῴχθησαν, ἅμα τοῖς ἐπιλοίποις εἰσῄει καὶ ὁ βασιλεὺς, μετὰ μικρὸν δὲ καὶ ὁ πρωτοστράτωρ ἅμα σὺν παντὶ εἰσῆλθε τῷ στρατῷ. καὶ πρὸς τὰ βασίλεια ἐλθὼν ὁ νέος βασιλεὺς, τὸν βασιλέα καὶ πάππον προσεκύνησεν, ὥσπερ ἦν ἔθος αὐτῷ, καὶ καθεσθέντες μικρὸν, ὁ πρεσβύτερος βασιλεὺς ὥσπερ ἐπὶ τοῖς συμβᾶσι καταμεμφόμενος ἑαυτὸν, μεμνῆσθαι ἔλεγε καλῶς τῶν λόγων τῶν αὐτοῦ, αἰνιττόμενος ὡς τὰ λυσιτελῆ καὶ δέοντα συμβουλεύοντι οὐκ ἐπείθετο αὐτῷ. ἐξ ἀρχῆς μέντοι ἴσην καὶ ὁμοίαν 1.305 τῷ διαβόλῳ εἶναι τὴν σπουδὴν περὶ τὸ βλάπτειν τοὺς ἀνθρώπους καὶ ἀεὶ κακῶς ποιεῖν ἐπιχειρεῖν. καὶ σφάλλεσθαι μὲν τὰ πλείω· ἔστι δὲ ἐν οἷς καὶ ἐπιτυγχάνειν ὥσπερ καὶ ἐπὶ τοῖς νυνὶ συμβεβηκόσι. καὶ ὁ νέος βασιλεὺς συνετίθετο οὕτως ἔχειν· παρὼν δ' αὐτοῖς διαλεγομένοις καὶ Μετοχίτης ὁ μέγας λογοθέτης, «ἀλλ' ἕως πότε» ἔφησεν «ἔσονται τοιαῦτα; ἐὰν γὰρ μὴ αὐτοὶ ὁμονοήσητε, τῶν δεόντων γενήσεται οὐδέν.» βασιλεὺς δὲ ὁ νέος ἀπεκρίνατο μὲν οὐδὲν, ἐθαύμαζε δὲ ὅ, τι ταῦτα βούλονται αὐτῷ, ὥσπερ ἂν εἰ μὴ παρῆν αὐτὸς τοῖς γινομένοις καὶ τὰ πραττόμενα σαφέστερον τῶν ἄλλων μᾶλλον ᾔδει. πρὸς μέντοι βασιλέα καὶ πάππον εἰς προσκύνησιν τῆς τοῦ θεοῦ μητρὸς τῆς Ὁδηγητρίας ἀπελθεῖν ἐπυνθάνετο εἰ κελεύοι. ἐπεὶ δὲ ἐπέτρεπεν, εἰς τὸ τῆς Ὁδηγητρίας τέμενος ἐλθὼν προσεκύνει τε καὶ τῶν εὐεργεσιῶν τῶν εἰς αὐτὸν πολλὰς εὐχαριστίας ἀπεδίδου. ἐκεῖθεν δὲ εἰς τὴν τῶν Μαγκάνων ἀφίκετο μονὴν, καὶ τά τε ἐν αὐτῇ τῶν τοῦ Χριστοῦ σωτηρίων παθῶν τεθησαυρισμένα σύμβολα προσκυνήσας, καὶ πατριάρχῃ τῷ Ἠσαΐᾳ δι' αὐτὸν ἐγκεκλεισμένῳ ὅσον τε ὁ καιρὸς ἐδίδου εὐχαριστήσας καὶ εἰς τὸ πατριαρχεῖον ἐφ' ἵππου βασιλικῶς κεκοσμημένου ἀγαγὼν, ἐπανῆκεν αὖθις εἰς τὰ βασίλεια καὶ ἐν τοῖς τοῦ Πορφυρογενήτου οἴκοις τῶν βασιλείων ηὐλίσατο ἐγγύς. ἡ μέντοι στρατιὰ, ἡ μὲν ἔνδον ἐσκήνωσε Βυζαντίου, ἡ πλείων δὲ, προστάξαντος βασιλέως, ἐν τοῖς παρὰ τὴν τῆς Καμήλου γέφυραν λειμῶσιν ἐστρατοπεδεύσατο ἐλθοῦσα. ἁρπαγὴ δὲ πραγμάτων ἐγένετο οὐδεμία, πλὴν εἰ μὴ 1.306 τῆς μεγάλου λογοθέτου οἰκίας, καὶ τοῦτο παρὰ γνώμην βασιλέως. οὕτω μὲν ὁ πρὸς ἀλλήλους τῶν Ῥωμαίων βασιλέων πόλεμος συνέστη τὴν ἀρχὴν, καὶ τοσαύτας ἔσχε τὰς μεταβολὰς,