108
ελεγεν αὐτοῖς ἐφιέναι. πρὸς ταῦτα οἱ Σαμαρεῖται ἠχθέσθησαν, καὶ πείθουσι τὰ ἐν Συρίᾳ εθνη δεηθῆναι τῶν σατραπῶν ἐπισχεῖν τοῦ ναοῦ τὴν ἀνέγερσιν. ἀναβάντες δὲ εἰς ̔Ιεροσόλυμα οἱ Συρίας ἐπάρχοντες καὶ Φοινίκης ἠρώτων τίνος συγχωρήσαντος ὡς φρούριον τὸν ναὸν ἀνεγείρουσι καὶ τῇ πόλει τείχη σφόδρα περιβάλλουσιν ἰσχυρά. Ζοροβάβελ δὲ καὶ ὁ ἀρχιερεὺς ̓Ιησοῦς ἐκ Κύρου πρῶτον ἐπιτραπῆναι τὴν οἰκοδομὴν εφασαν, ειτ' αυθις ἐκ τοῦ ∆αρείου. οἱ δ' επαρχοι τῶν τῆς Συρίας καὶ Φοινίκης χωρῶν τὴν μὲν τῶν εργων οἰκοδομὴν ἐπισχεῖν οὐκ εκριναν, ∆αρείῳ δὲ παραχρῆμα εγραψαν. τῶν δὲ ̓Ιουδαίων κατεπτηχότων μὴ μεταδόξῃ τῷ βασιλεῖ περὶ ων ᾠκονόμησεν, ̓Αγγαῖος καὶ Ζαχαρίας οἱ προφῆται θαρρεῖν αὐτοὺς παρώρμων καὶ μηδὲν ὑφορᾶσθαι ἀβούλητον. πιστεύοντες ουν τοῖς προφήταις ἐντεταμένως ειχοντο τῆς οἰκοδομῆς. ∆αρεῖος δὲ τὰς ἐπιστολὰς δεξάμενος καὶ τὰς τῶν Σαμαρειτῶν κατηγορίας, οτι τήν τε πόλιν ὀχυροῦσιν ̓Ιουδαῖοι καὶ τὸν ναὸν οἰκοδομοῦσιν ὡς φρούριον, καὶ οτι Καμβύσης τὴν τούτων ἐκώλυσεν οἰκοδομήν, προσέταξεν ἐν τοῖς βασιλικοῖς ὑπομνήμασι ζητηθῆναι τὰ περὶ τούτου. καὶ εὑρέθη ἐν ̓Εκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ γεγραμμένον ὡς τῷ πρώτῳ ετει τῆς αὐτοῦ βασιλείας 1.272 Κῦρος ἐκέλευσε τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν ̔Ιεροσολύμοις καὶ τὸ θυσιαστήριον, καὶ τὴν εἰς ταῦτα δαπάνην ἐκ τῶν βασιλικῶν διετάξατο γίνεσθαι, καὶ τὰ τοῦ ναοῦ σκεύη ἀποδοθῆναι, καὶ συλλαβέσθαι πρὸς τὸ εργον τοῖς ἐκεῖσε αρχουσιν ἐκέλευσε καὶ τελεῖν τοῖς ̓Ιουδαίοις εἰς θυσίαν ταύρους καὶ κριοὺς καὶ αρνας καὶ ἐρίφους σεμίδαλίν τε καὶ οινον καὶ ελαιον. ταῦτα ἐν τοῖς ὑπομνήμασι ∆αρεῖος εὑρὼν ἀντέγραψε τοῖς ἐπεσταλκόσι "τὸ ἀντίγραφον ὑμῖν τῆς ἐπιστολῆς ἐν τοῖς ὑπομνήμασιν εὑρὼν τοῖς Κύρου ἀπέσταλκα, καὶ βούλομαι γενέσθαι πάντα ὡς αὐτὴ περιέχει. ερρωσθε." γνόντες δὲ τὴν τοῦ βασιλέως προαίρεσιν οἱ τῶν χωρῶν ἐκείνων ἐπιτροπεύοντες συνήργουν τοῖς ̓Ιουδαίοις. καὶ ᾠκοδομήθη ἐν ετεσιν ἑπτὰ ὁ ναός, καὶ εθυσαν οἱ ̓Ισραηλῖται θυσίας ἀνανεωτικὰς τῶν προτέρων ἀγαθῶν. τῆς δὲ τῶν ἀζύμων ἑορτῆς ἐνστάσης συνερρύη πᾶς ὁ λαὸς ἐκ τῶν κωμῶν εἰς τὴν πόλιν, καὶ τὴν ἑορτὴν ηγαγον καὶ τὴν πάσχα προσαγορευομένην θυσίαν ἐτέλεσαν. Κατῴκησαν δ' ἐν ̔Ιεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ μετὰ ὀλιγαρχίας. οἱ γὰρ ἱερεῖς προεστήκεσαν τῶν πραγμάτων αχρις ου τοὺς ̓Ασαμωναίου συνέβη βασιλεύειν ἐκγόνους. πρὸ μὲν γὰρ τῆς αἰχμαλωσίας ἐβασιλεύοντο ἐπὶ ετη πεντακόσια τριάκοντα δύο, μῆνας εξ, ἡμέρας δέκα· πρὸ δὲ τῶν βασιλέων αρχοντες αὐτοὺς διεῖπον οἱ προσαγορευόμενοι κριταὶ καὶ μόναρχοι. καὶ τοῦτον πολιτευόμενοι τὸν τρόπον ἐπ' ετεσι πλείοσιν η πεντακοσίοις διήγαγον μετὰ Μωυσῆν τε καὶ ̓Ιησοῦν. Οἱ δέ γε Σαμαρεῖς ἀπεχθῶς πρὸς αὐτοὺς διακείμενοι πολλὰ κακὰ τοὺς ̓Ιουδαίους εἰργάζοντο. πρέσβεις ουν ἐξ ̔Ιεροσολύμων πρὸς ∆αρεῖον ἐστάλησαν 1.273 Ζοροβάβελ καὶ τῶν ἀρχόντων ετεροι τέσσαρες. μαθὼν δὲ ὁ βασιλεὺς τὰ κατὰ τῶν Σαμαρέων αἰτιάματα, εγραψε πρὸς τοὺς ἱππάρχους τῆς Σαμαρείας καὶ τὴν βουλὴν μήτι ἐνοχλεῖν ̓Ιουδαίοις, ἀλλὰ καὶ χορηγεῖν αὐτοῖς ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου τῶν φόρων τῆς Σαμαρείας πάνθ' οσα πρὸς τὰς θυσίας αὐτοῖς ἐστι χρήσιμα. ∆αρείου δὲ τελευτήσαντος παραλαβὼν τὴν βασιλείαν ὁ παῖς αὐτοῦ Ξέρξης καὶ τὴν πρὸς θεὸν εὐσέβειαν διεδέξατο, καὶ πρὸς τοὺς ̓Ιουδαίους εσχε φιλοτιμότατα. ην δ' ἐν Βαβυλῶνι τότε Εζρας ἀνὴρ ἀγαθὸς καὶ τῶν νόμων Μωυσέως εἰς ἐμπειρίαν ἀκριβέστατος. ουτος φίλος τῷ Ξέρξῃ γίνεται, καὶ ἀναβῆναι θελήσας εἰς ̔Ιεροσόλυμα καί τινας ἐπαγαγέσθαι τῶν ἐν Βαβυλῶνι ̔Εβραίων, ἐδεήθη τοῦ βασιλέως διὰ γραμμάτων αὐτοῦ γνωρίσαι τοῖς σατράπαις αὐτόν. ὁ δὲ γράφει ταῦτα. "τῆς ἐμαυτοῦ φιλανθρωπίας εργον ειναι νομίσας τὸ τοὺς βουλομένους τῶν ̓Ισραηλιτῶν συναπαίρειν εἰς ̔Ιεροσόλυμα, Εζρᾳ ἱερεῖ καὶ ἀναγνώστῃ τοῦ θείου νόμου τοῦτο προσέταξα, καὶ ὁ βουλόμενος ἀπίτω. καὶ αργυρος καὶ χρυσὸς οσος αν εὑρεθείη ἐν τῇ χώρᾳ τῶν Βαβυλωνίων ὠνομασμένος τῷ θεῷ, τοῦτον πάντα κελεύω εἰς