108
ξύουσι τὰ ἱμάτια. gamma.443 Γναθμόσ. ἡ γνάθος. παρὰ τὸ γνάπτω, γέγναπται, γναπτὸς καὶ γναθμός. †ὡς κέκλαυσται, κλαυθμός.† Γνήσιοσ. ὁ μὴ νόθος, ὁ ἐκ τοῦ αὐτοῦ γεννηθείς. γενήσω, γενήσιος, καὶ κατὰ συγκοπὴν γνήσιος. Γνόφοσ. συνέφεια. η ὁ ζοφώδης ἀήρ. παρὰ τὸ κενὸν φάους ειναι. κνόφος καὶ γνόφος. Γνύπετοι. στυγνοὶ καὶ οιον νενυγμένοι. Γνώμων. ὁ συνετός. καὶ κανόνιόν τι μηχανικὸν, καὶ σχῆμα γεωμετρικὸν, καὶ διοπτρικοῦ ὀργάνου μέρος, καὶ δὴ καὶ ἀστρονομικοῦ. καὶ τὸ ἐν τοῖς ἡλιοτροπίοις πηγνύμενον, οπερ ἐφεῦρεν ̓Αναξίμανδρος καὶ εστησεν ἐπὶ τῶν σκιοθύρων. γνώμων καὶ ὁ ὀδοὺς τῶν ἀλόγων ζώων. ενθα καὶ προβατογνώμων, ὁ ηδη βεβληκὼς τοὺς ὀδόντας. Γνώριμοσ. οὐχ ὁ μαθητὴς, ἀλλ' ὁ γινωσκόμενος τινὶ, η ἁπλῶς ὁ ενδοξος. ∆ημοσθένης· καὶ γνωρίμως εχω τοῖς πλείστοις τῶν πλεόντων τὴν θάλασσαν. καὶ γνωρίσαι τὸ συστῆσαι καὶ ποιῆσαι γνώριμον. γνώριμοι καὶ οἱ φοιτηταί. Πυθαγόρας ὁ Σάμιος γνωρίμους εσχε πλείους η ἑξακοσίους. γνώριμος δὲ, παρὰ τὸν γνώσω μέλλοντα γίνεται γνώσιμος, ὡς ὀνήσω ὀνήσιμος, καὶ τροπῇ τοῦ ˉς εἰς ˉρ γνώριμος. Γνωστικόσ. ὁ τῇ ἀληθείᾳ ποιωθεὶς τελείως. Γνωστόσ. ὁ γνώριμος. Γνωτόσ. ὁ ἀδελφός. παρὰ τὸν γνώσω μέλλοντα γίνεται γνωτός· οτι μᾶλλον τῶν αλλων γινώσκεται. η ὁ αμα τινὶ γεννητικὸς καὶ γνηgamma.444 τὸς καὶ γνωτός. εστιν οτε σημαίνει καὶ τὸ φανερόν· γνωτὸς δὲ καὶ ος μάλα νήπιός ἐστι. (Θηλυκόν.) Γνάθοσ. ἡ παρειά. παρὰ τὴν γνάμψιν καὶ κάμψιν η κλάσιν. ἡ καμπτομένη σιαγών. οιον· Φυσίγναθος ἀντίον ηυδα. Γνώμη. ἡ συνείδησις, ἡ σκέψις, ποιὰ τὶς διάθεσις. ἡ βουλὴ, ἡ προαίρεσις, ἡ οιησις. γνώμη καὶ ἡ δημηγορία. γνώμας οὐδεὶς νικήσει πλείονας η σύ. γνώμη, καθ' ην λέγομεν τινὰ εχειν γνώμην. η τοῦ ἐπιεικοῦς κρίσις ὀρθή. η ἀπόφασις καθολικὴ περὶ τῶν πρακτέων, καὶ ὡς αἱρετὰ η φευκτέα ἐστὶ πρὸς τὸ πράττειν. η συμπέρασμα. η πρότασις ἐνθυμημάτων. η ορεξις ἐνδιάθετος τῶν ἐφ' ἡμῖν. η διάθεσις ἐπὶ τοῖς ἐφ' ἡμῖν ὀρεκτῶς βουλευθεῖσιν. η τρόπος ζωῆς. Γνώμην ἐμήν. ὡς ἐμοὶ δοκεῖ. γνώμη δὲ ειρηται παρὰ τὸ νοῶ, νοήσω, νοήμη, καὶ κατὰ κρᾶσιν νώμη, καὶ πλεονασμῷ τοῦ ˉγ γνώμη. Γνῶσισ. ἡ διὰ τοῦ πνεύματος χάριτος ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων γενομένη ελλαμψις. γνῶσις καὶ ἡ τῶν θείων γραφῶν διὰ λόγων ψιλὴ κατανόησις. γνῶσις καὶ ἡ διὰ τῶν ἐντολῶν πράξεως ἐγγινομένη τῷ πράττοντι πεῖρα. γνῶσις καὶ ἡ τοῦ πρώην μὴ οντος ἐν τῷ νοῒ νεοφανὴς εμφασις. γνῶσις καὶ ἡ τῶν κατειλημμένων περίεργος συγκατάθεσις, ὡς ὁρωμένων ελεγχος. γνῶσις καὶ ἡ θεωρία τῆς ἁγίας τριάδος. Γνωτή. ἡ ἀδελφή. gamma.445 (Οὐδέτερον.) Γναμπτόν. ἐπικαμπές. Γνωμίδιον. τὸ μικρὸν ἐνθύμημα. Γνωμάτευμα. διάκρισις, διάγνωσις ἀκριβής. η τὸ βούλευμα. ετερα διαλεγόμενοι, ετερα γνωματεύματα γνωματεύουσι. Γνωριμώτερον. τοῦτο διχῶς λέγεται· η ἁπλῶς, οιον τὸ πρότερον τοῦ ὑστέρου, η ἡμῖν ο ἐστι τῇ φύσει εσχατον, ο ἐστι τὸ σύνθετον· ητοι τὸ μερικόν. ( ̔Ρῆμα.) Γναθμῶ. τὸ κάμπτω. συνήθως τοῖς παλαιοῖς λέγειν γνάμπτω. ἀνεγνάμφθη δέ οἱ αἰχμή. ανευ τοῦ ˉμ. καὶ ἐπέγναψε γὰρ απαντας. Γνοῖεν. μάθοιεν. Γνοίησ. ἐκ τοῦ γνῶμι ἡ μετοχὴ γνοὺς, γνόντος· καὶ τὸ εὐκτικὸν γνοίης. Γνῶθι. ἐκ τοῦ γνῶμι ἡ μετοχὴ γνοὺς, καὶ τὸ προστακτικὸν γνῶθι, γνῶτε. Γνωματεύειν. διακρίνειν, διαγινώσκειν ἀκριβῶς. Γνωμοδοτῶ. γνώμην δίδωμι. Γνωρίζω. γινώσκω, ἱστορῶ. εἰ γὰρ ἐγώ σοι νῦν αὐτὸν γνωρίζω, πέπονθα τὸ τῆς παροιμίας, τὸ σὸν οναρ σοὶ διηγούμενος. Γνωσιμαχῆσαι. μετανοῆσαι, μεταγνῶναι τὸ δίκαιον καὶ πρέπον, η τὸ γνῶναι τὴν ἑαυτοῦ ἀσθένειαν, καὶ τῶν ἐναντίων τὴν ἰσχύν. gamma.446 Γνώωσι. γνῶμι, ὁ δεύτερος ἀόριστος εγνων, ἡ μετοχὴ γνοὺς, γνόντος, τὸ ὑποτακτικὸν ἐὰν γνῶ, τὸ τρίτον τῶν πληθυντικῶν ἐὰν γνῶσι, καὶ ἐὰν γνώωσι προσθήκῃ τοῦ ˉω. τὰ δὲ διὰ τοῦ ˉωˉω καθαρὰ δισύλλαβα διὰ τοῦ ˉω γράφονται, οιον ζώω, γνώω, σώω, πλώω. Γνωρίζω. ἀντὶ τοῦ ὑπομιμνήσκω. παρὰ τῷ ̓Αποστόλῳ· γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ εὐαγγέλιον. Γνωσιμαχεῖν. ἐπίστασθαι τὴν πρὸς κρείττονας μάχην. ( ̓Επίῤῥημα.) Γνύξ. ἐπὶ γόνατα. παρὰ τὸ γόνυ, γόνυξ καὶ γνύξ. Γνωμοτυπικῶσ. ητοι