τὸν ἀδελφόν. ἐπεὶ δὲ μὴ ἐν πᾶσιν ὁμοίως ἠρέσκοντο, ἀλλ' ἔσθ' ὅπῃ καὶ διεφώνουν, ἀρχὴ προσκρουμάτων ἐκ ταύτης τῆς αἰτίας ἐφύετο, καὶ ὑπώπτευον ἀλλήλους καὶ ὑφωρῶντο, τὸν μὲν Πορφυρογέννητον ὁ Στέφανος, ἐκεῖνον δὲ αὖθις ὁ Πορφυρογέννητος, καὶ κατ' ἀλλήλων ἀκόλαστα ἀλλόκοτα. καὶ σπουδὴν μὲν ὁ Στέφανος καὶ ἀγῶνα οὐ τὸν τυχόντα κατεβάλλετο εἰς τὸ καταγαγεῖν τὸν ἀδελφὸν καὶ τὸν γαμβρὸν καὶ μόναρχος ὑπολειφθῆναι τοῖς πράγμασιν. ἀλλ' ἐπεὶ κατὰ τὸν ποιητὴν εἰσὶ καὶ ἄλλα πυρὸς θερμότερα, ἔλαθε παθὼν μᾶλλον ἢ δράσας, τοῦ Κωνσταντίνου, ἐπείπερ ᾔσθετο ἐπιβουλευόμενος, ἀναβολὴν μὴ δεδωκότος τῇ ἐγχειρήσει, πολλὰ καὶ τῆς γυναικὸς αὐτοῦ Ἑλένης ἐρεθισάσης αὐτὸν πρὸς τὸ καταγαγεῖν τῆς βασιλείας τοὺς ἀδελφούς. ἐκφήνας οὖν τὸ μυστήριον τῷ εἰρημένῳ Βασιλείῳ τῷ Πετεινῷ, καὶ δι' αὐτοῦ προσκτησάμενος τὸν Μαριανόν, ἔτι δὲ Νικηφόρον καὶ Λέοντα τοὺς υἱοὺς Βάρδα τοῦ Φωκᾶ, Νικόλαόν τε καὶ Λέοντα τοὺς Τορνικίους, καὶ ἄλλους οὐκ ὀλίγους, μηδὲν ὑφορωμένους τὸν Στέφανον καὶ τὸν Κωνσταντῖνον, κατ' αὐτὸν τὸν καιρὸν τοῦ ἀρίστου συναριστοῦντας αὐτῷ, ἀναρπάστους τίθησι καὶ καταβιβάζει τῶν βασιλείων, τῇ εἰκάδι ἑβδόμῃ τοῦ Ἰαννουαρίου μηνός, τῆς αὐτῆς τρίτης ἰνδικτιῶνος, καὶ πλοιαρίοις ἐνθέμενος ὑπερορίζει τὸν μὲν ἐν τῇ Πανόρμῳ νήσῳ, τὸν Κωνσταντῖνον δὲ ἐν τῇ Τερεβίνθῳ. καὶ διὰ Βασιλείου τοῦ Καισαρείας καὶ Ἀναστασίου τοῦ Ἡρακλείας καὶ ἄμφω κληρικοὺς ἀποκείρει, μεταστήσας οὐκ εἰς μακρὰν τὸν μὲν Στέφανον ἐν Προικοννήσῳ, εἶτα ἐν Ῥόδῳ καὶ τελευταῖον ἐν Μιτυλήνῃ, τὸν δὲ Κωνσταντῖνον ἐν Σαμοθρᾴκῃ. ἀλλ' ὁ μὲν Στέφανος μεγαλοψύχως τὰς ἐπενεχθείσας φέρων αὐτῷ τύχας διετέλεσεν ἐπὶ ἔτη ἐννεακαίδεκα βιοτεύων ἐν τῇ Λέσβῳ. ὁ Κωνσταντῖνος δὲ ὀλιγώρως διατεθεὶς καὶ θερμότερον τοῦ δέοντος κατεξανιστάμενος καὶ πολλάκις ἐπιχειρήσας φυγεῖν, μετὰ δεύτερον χρόνον τοῦ τῆς βασιλείας ἐκπεσεῖν τὸν φυλάττοντα τοῦτον δολοφονήσας ὑπὸ τῶν περιλοίπων καὶ αὐτὸς ἀποσφάττεται. μηνὶ δὲ Ἰουλίῳ τῆς ἕκτης ἰνδικτιῶνος καὶ Ῥωμανὸς ὁ τούτων πατὴρ ἀπέτισε τὸ χρεών, καὶ ἐν τῷ Μυρελαίῳ θάπτεται. Const7 ιτερυμ.3 Ὁ δὲ Πορφυρογέννητος τὰ ὕποπτα περιελὼν ἐκ μέσου, καὶ μόνος τὴν αὐτοκράτορα περιζωσάμενος ἀρχήν, κατὰ τὸ θεῖον πάσχα τῆς αὐτῆς ἰνδικτιῶνος καὶ τῷ υἱῷ Ῥωμανῷ περιτίθησι διάδημα, τελέσαντος δὴ τὰς εὐχὰς Θεοφυλάκτου τοῦ πατριάρχου. δοκῶν δέ τις γενναῖος ἀναφανῆναι καὶ τῶν τῇ βασιλείᾳ διαφερόντων ἐπιμελέστερον ἀντιλήψεσθαι, εἰ μόνος κατάρξοι, μαλακώτερος ὤφθη τῆς ὑπολήψεως, μηδὲν ἄξιον τῆς εἰς αὐτὸν προσδοκίας ἐπιδειξάμενος. οἴνου τε γὰρ ἥττητο, καὶ τῶν ἐπιπόνων τὰ ῥᾷστα προέκρινε, δυσπαραίτητός τε ἦν ἐν τοῖς πταίσμασι καὶ ἀσυμπαθὴς κολαστής, ἀδιάφορός τε περὶ τὰς προβολὰς τῶν ἀρχηγῶν, οὐκ ἀριστίνδην ταύτας ἰθύνεσθαι καὶ κατ' ἐπιλογὴν ἐθέλων, ὅπερ ἔργον ἐστὶ μεγαλοπρεποῦς ἐξουσίας, ἀλλὰ τῷ παρατυχόντι ἀρχὴν ἐμπιστεύων, στρατηγίαν τυχὸν ἢ πολιταρχίαν, ἀδοκιμάστως, ὡς ἐκ τούτου συμβῆναι πάντα τινὰ χυδαῖον καὶ διαβεβλημένον εἰς τὰς μεγίστας τῶν πολιτικῶν ἀρχῶν προχειρίζεσθαι, πολλὰ πρὸς τοῦτο συνεργούσης καὶ Ἑλένης τῆς αὐτοῦ γαμετῆς καὶ Βασιλείου τοῦ παρακοιμωμένου, ὠνίους τὰς ἀρχὰς ποιεῖν παρασκευαζόντων. οὐ παντάπασι δὲ ἄμοιρος ἦν καὶ πράξεων ἀγαθῶν ὁ Κωνσταντῖνος. ἡ γὰρ ῥηθῆναι μέλλουσα ἀξιάγαστος οὖσα καὶ θαυμαστὴ ἐπισκιάσαι καὶ ἀμαυρῶσαι ἴσχυσε πολλὰ τῶν αὐτοῦ ἐλαττωμάτων. τὰς γὰρ ἐπιστήμας, ἀριθμητικήν, μουσικήν, ἀστρονομίαν, γεωμετρίαν, στερεομετρίαν, καὶ τὴν ἐν πάσαις ἔποχον φιλοσοφίαν, ἐκ μακροῦ χρόνου ἀμελείᾳ καὶ ἀμαθίᾳ τῶν κρατούντων ἀπολωλυίας οἰκείᾳ σπουδῇ ἀνεκτήσατο, τοὺς ἐφ' ἑκάστῃ τούτων ἀρίστους τε καὶ δοκίμους ἀναζητήσας καὶ εὑρὼν καὶ διδασκάλους ἐπιστήσας καὶ τοὺς σπουδαίους ἀποδεχόμενός τε καὶ συγκροτῶν. διὸ καὶ τὴν ἀλογίαν ἀπελάσας οὐκ ἐν μακρῷ τῷ χρόνῳ ἐπὶ τὸ λογικώτερον μετερρύθμισε τὸ πολίτευμα. ἐπεμελήθη δὲ καὶ τῶν βαναύσων καὶ