τρίτον ὑπὸ τῶν φυλῶν τῶν δώδεκα, καθάπερ ταῖς ἱστορίαις εὕρομεν τῶν Τετραβασιλείων. Εἰς τὸν κζʹ ψαλμόν, «πρὸς σέ, κύριε, κεκράξομαι» Ὠιδὴ πιστῶν ἐκ προσώπου καὶ πρόρρησις τῶν μελλόντων. Ὁρῶν τινας ὁ θαυμαστὸς καὶ κάλλιστος προφήτης ἔξωθεν μὲν εἰρηνικῶς αὐτῷ προσομιλοῦντας καὶ φίλους εἶναι λέγοντας, τοῦτ' ἔστι τοὺς Ζιφαίους, ἔσωθεν δὲ τυγχάνοντας ἐχθροὺς ἀσπονδοτάτους καὶ τούτῳ λάθρᾳ συνεχῶς ἐπιβουλευομένους, τοῦτον ἐξεῖπε τὸν ψαλμὸν εὐχόμενος καὶ λέγων· «μὴ συνελκύσῃς με, Χριστέ, μετὰ ἁμαρτανόντων μηδὲ συναπολέσῃς με μετὰ τῶν ἀδικούντων, λαλούντων μὲν εἰρηνικῶς ἔξωθεν τῷ πλησίον, ἐκμελετώντων δὲ κακὰ τούτων ἐν ταῖς καρδίαις.» Εἰς τὸν κηʹ ψαλμόν, «ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ» ∆ι' αἰνιγμάτων προρρήσεις, θεολογία συνάμα. Καὶ τοῦτον ᾖσε τὸν ψαλμόν, προσώπῳ δ' Ἑζεκίου, ὁπόταν ἐξαπέστειλε πρὸς τὰς αὐτῶν οἰκίας τοὺς πεφευγότας ἅπαντας εἰς τὴν σκηνὴν τὴν ἔνδον. ἐπεὶ γὰρ ἐπεστράτευσε Σεναχηρεὶμ ἐκεῖνος, οἱ πέριξ ὄντες ἄνθρωποι τῆς πόλεως ἐκείνης εἰς τὴν σκηνὴν εἰσέδραμον τῷ φόβῳ κρατηθέντες· ἐπεὶ δὲ τούτου τὸν στρατὸν ἀνεῖλεν ὁ δεσπότης, πάντας ἐξείλατο λοιπὸν ἐκ τῆς σκηνῆς ἀφόβως καὶ πᾶσιν ἐνετείλατο δοξάζειν τὸν δεσπότην. «ἐνέγκατε» καὶ γάρ φησι «τὴν δόξαν τῷ κυρίῳ, συνέτριψε γὰρ κύριος τὰς κέδρους τοῦ Λιβάνου», ἤγουν τοὺς θέλοντας ἡμᾶς καὶ πολεμεῖν καὶ θλίβειν.» Εἰς τὸν κθʹ ψαλμόν, «ὑψώσω σε, κύριε, ὅτι ὑπέλαβές με» Εὐχαριστεῖ τῷ κυρίῳ ἐξομολόγησιν ᾄδων. Προσώπῳ τοῦτον εἴρηκε τοῦ Ἐζεκίου πάλιν εἰς τὴν αὐτὴν ὑπόθεσιν περὶ τῶν Ἀσσυρίων. ἡσθεὶς γὰρ οὗτος τῇ σφαγῇ τῶν Ἀσσυρίων σφόδρα καὶ τῇ προσθήκῃ μάλιστα τῶν δεκαπέντε χρόνων τῶν προστεθέντων εἰς ζωὴν αὐτῷ παρὰ κυρίου, λαμπρὰν ἐτέλεσε λοιπὸν τὴν ἑορτὴν κυρίῳ ὡς δῆθεν εἰς ἐγκαινισμὸν ναοῦ τοῦ σεβασμίου, ὅνπερ ἠπείλησεν ἐχθρὸς Σεναχηρεὶμ ἐμπρῆσαι. «ὑψώσω σε» γάρ, «κύριε», φησὶν ὁ Ἐζεκίας, «τοὺς γὰρ ἐμοὺς οὐκ εὔφρανας ἐχθροὺς τοὺς Ἀσσυρίους. ἑσπέρας αὐλισθήσεται κλαυθμὸς εἰς Ἰουδαίαν, σὺ δὲ τὴν ἀγαλλίασιν εἰς τὸ πρωῒ παρέχεις.» τοῦτο δὲ πάντως εἴρηκε πρὸς τὴν σφαγὴν ἐκείνων, ὡς δεξαμένων τὴν σφαγὴν νύκτωρ τῶν Ἀσσυρίων. Εἰς τὸν λʹ ψαλμόν, «ἐπὶ σοί, κύριε, ἤλπισα» Ἐξομολόγησις ἅμα καὶ ἱκετήριος ὕμνος. Καὶ τοῦτον ὑπ' Ἀβεσαλὼμ δεδιωγμένος εἶπεν, ἀλλ' ἐξομολογούμενος θεῷ τὰς ἁμαρτίας. «ἔκστασιν» γὰρ ὡς ἀληθῶς τὴν ἁμαρτίαν λέγει· «ἐγὼ δ' ἐν τῇ ἐκστάσει μου» φησὶν «εἶπα, Χριστέ μου, ἀπέρριμμαι παντάπασι τῶν ὀφθαλμῶν σου, λόγε.» Εἰς τὸν λαʹ ψαλμόν, «μακάριοι ὧν ἀφείθησαν αἱ ἀνομίαι» Πρόρρησις ἧς τυχεῖν μέλλει ἅπας πιστὸς σωτηρίας. Τὴν χάριν τοῦ βαπτίσματος προβλέπων ὁ προφήτης τοῦτον ἐξεῖπε τὸν ψαλμὸν πρὸς τοὺς βαπτιζομένους. «εἰς σύνεσιν» δὲ γέγραπται, καθ' ὅσον ὁ προφήτης συνῆκε τοῦ βαπτίσματος τὴν χάριν καὶ μακρόθεν. «ὧν» γὰρ «ἀφέθησαν» φησὶν «αἱ ἁμαρτίαι πᾶσαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἀνομίαι πάλιν, μακάριοι τυγχάνουσιν», ὕδατι καθαρθέντες. Εἰς τὸν λβʹ ψαλμόν, «ἀγαλλιᾶσθε, δίκαιοι, ἐν κυρίῳ» Ὑμνολογεῖν ἐπιτρέπει θεολογεῖν τε συνάμα. Οὗτος παρεχσημάτισται πάλιν εἰς Ἐζεκίαν· μετὰ γὰρ τὴν ἐξάλειψιν ἐχθρῶν τῶν Ἀσσυρίων τὸν δῆμον ὅλον νουθετεῖ δοξάζειν τὸν δεσπότην. «ἀγαλλιᾶσθε» γάρ φησι, «δίκαιοι, ἐν κυρίῳ καὶ ψαλτηρίῳ ψάλατε, πλὴν δεκαχόρδῳ τούτῳ· διασκεδάζει γὰρ βουλὰς ἐθνῶν», τῶν Ἀσσυρίων. Εἰς τὸν λγʹ ψαλμόν, «εὐλογήσω τὸν κύριον» Εὐχαριστήριος ὕμνος θεῷ κακῶν λυτρουμένῳ. Φεύγων τὸν κάκιστον Σαοὺλ ὁ κάλλιστος προφήτης ἦλθεν εἰς πόλιν τὴν Νομὰν οὑτωσὶ καλουμένην, τῷ δ' Ἀβιμέλεχ ἐντυχὼν ἐκεῖσε κατοικοῦντι, ἱερουργῷ τυγχάνοντι τότε τῶν κατὰ νόμον, εἴρηκε ψεῦδος εἰς αὐτὸν ὡς φοβηθεὶς ἁλῶναι· οὐ γὰρ ἐξέφυγον, φησίν, ἀλλ' ἀπεστάλην ὧδε. τὴν γὰρ ὑπόκρισιν αὐτοῦ «ἀλλοίωσιν» εἰρήκει. εὐχαριστεῖ δὲ μάλιστα κἀνταῦθα τῷ δεσπότῃ ὅτι τὸ ψεῦδος