15 [λγʹ.] Τοῦ αὐτοῦ εἰς τὸ εὐαγγελικόν· «Μαρία· στραφεῖσα ἐκείνη λέγει αὐτῷ»
23 μβʹ. Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ υἱοῦ, εἰς τὸ «τρεῖς αἱ ἀνωτάτω δόξαι περὶ θεοῦ»
48 ξγʹ Ὑμεῖς μὲν τὸ «πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς» ἠρωτήκατε, ὅ τι ποτὲ σημαίνει
82 Ἐκ τῆς πρὸς Φιλιππησίους εἰς τὸ «ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος».
105 Ἐκ τοῦ «πάλιν Ἰησοῦς ὁ ἐμός», εἰς τὸ «πατὴρ ὁ πατὴρ καὶ {οὐκ} ἄναρχος» .
110 Σύντομοι ἀλληγορίαι τῶν παρὰ τοῖς Ἰουδαίοις νομίμων τε καὶ ἐθῶν
μόνος γὰρ οὗτος παρὰ τοὺς ἄλλους ἀκριβεστέραν τὴν πραγματείαν πεποίηται περὶ τὸν θεῖον διάκοσμον.
δοῦναι πάντα ἃ αἰτοῦμεν σεβόμενοι. μάτην οὖν τοῦτο οἱ πρὸ ἡμῶν ἐσεβάσθησαν καὶ ἱλάσαντο καὶ εὐμενοῦς τυχεῖν ἤλπισαν, ὁπότε περιγραπτὸν ὂν περιγέγρα πται καὶ ταῖς δόσεσιν. Ἀλλὰ τοῦτο μὲν ἧττον δεινόν· «πῶς» δὲ «φεύξεται τὸ ἐκ στοιχείων συγκεῖσθαι;» πᾶν γὰρ σῶμα ἐξ ἐκείνων ἔχει τὴν γένεσιν. τὸ δὲ καὶ τούτου ἀτοπώτερον, εἰ πᾶν ὃ σύγκειται εἰς ἐκεῖνα «ἀναλυθήσεται», ἀφ' ὧν ἔσχε τὴν σύνθεσιν, ἀερωθήσεται ἄρα καθ' ὑμᾶς ἡ πολυτίμητος φύσις καὶ γεωθήσεται, καὶ χυθήσεται μὲν ὡς ὑγρόν, κουφισθήσεται δὲ ὡς πῦρ, καὶ τό γε δεινότερον, καὶ «λυθήσεται». τέθεικε δὲ ὁ πατὴρ τὴν ἀνάλυσιν καὶ τὴν λύσιν διὰ τοὺς ἑκάτερα οἰομένους φιλοσόφους. ὅσοι μὲν γὰρ ἐξ ὄντων τὴν γένεσιν λέγουσιν, ἀνάλυσιν δογματίζουσιν· ὅσοι δὲ ἐξ οὐκ ὄντων, λύσιν· «σύνθεσιν» γάρ φησιν «ἀρχὴν μάχης, μάχην δὲ διαστάσεως, τὴν δὲ λύσεως, ἀλλότριον δὲ τὴν λύσιν θεοῦ καὶ τῆς πρώτης φύσεως». οὐ γὰρ αὐτὸ ἑαυτῷ μάχεται, ἀλλὰ πρὸς ἕτερον ἔχει τὴν ἀντίστασιν· διὰ τοῦτο τὰ ἁπλᾶ οὐ μάχεται· οὐδὲν γὰρ ἑαυτοῦ φθαρτικὸν καὶ λυτικὸν πέφυκεν. ἡ τοίνυν σύνθεσις ἀρχὴ μάχης· εἰ γὰρ δεῖ λυθῆναι τὸ συντεθειμένον, δεῖ διχονοῆσαι τὴν σύνθεσιν καὶ λυθῆναι μὲν τὴν συμμετρίαν, πλεονεξίαν δὲ γενέσθαι ἢ ξηρότητος καθ' ὑγρότητος καὶ θερμότητος κατὰ ψυχρότητος ἢ τὸ ἀνάπαλιν. οὕτω μὲν πρῶτον διχονοοῦσι τὰ μεμιγμένα, εἶτ' ἀπ' ἀλλήλων διίστανται, εἶτα λύεται. εἰ τοίνυν φοβῇ λύσιν δοῦναι τῷ θεῷ, μὴ δώσεις τὴν σύνθεσιν, οὐ δώσεις δὲ μὴ οἰηθεὶς αὐτὸν σῶμα. Εἶτα ἐπάγει· «οὐ» τοίνυν «διάστασις, ἵνα μὴ λύσις· οὐδὲ μάχη, ἵνα μὴ διάστασις· οὐδὲ σύνθεσις, ἵνα μὴ μάχη· διὰ τοῦτο οὐδὲ σῶμα, ἵνα μὴ σύνθεσις». καὶ προστίθησιν· «ἐκ τῶν τελευταίων ἐπὶ τὰ πρῶτα ὁ λόγος ἀνιὼν οὕτως ἵσταται». ἄνω γὰρ συνθεὶς τὰ σώματα ἐκ τῶν ἁπλῶν ὁ πατὴρ καὶ συνθετικὸς φιλόσοφος γεγονώς, νῦν ἀναλυτικὸς γίνεται, λύσας αὐτὰ εἰς τὰς ἁπλότητας. πλὴν οὖν ὁ λόγος αὐτῷ οὐ συνθεῖναι ἢ λῦσαι σώματα, ἀλλὰ τὴν ἀτοπίαν ἐλέγξαι, ὅπως συντιθεμένη μὲν εἰς σώματα καταντᾷ, ἀναλυομένη δὲ εἰς λύσιν. πλὴν ἀναλύων οὐκέτι κατὰ τάξιν ἐχρήσατο ταῖς φωναῖς· ἐκεῖ μὲν γὰρ εἶπεν, ὡς ἡ σύνθεσις ἀρχὴ μάχης καὶ ἡ διάστασις λύσεως, ἐνταῦθα δέ φησιν, «οὔκουν ἡ διάστασις, ἵνα μὴ λύσις», καὶ τοῦτο λίαν καλῶς· τὰ γὰρ πέρατα τῆς συνθέσεως ἀρχαὶ τῆς λύσεως. εἰ τοίνυν ἡ διάστασις ἀρχὴ λύσεως, φοβῇ δὲ τὴν λύσιν προσάψαι θεῷ, ἄνελε τὴν διάστασιν· εἰ δὲ καὶ ἡ διάστασις τῶν ἀτόπων, τὴν μάχην ἀθέτησον· εἰ δὲ καὶ ἡ μάχη ἀλλοτρία θεοῦ, διάγραψον καὶ τὴν σύνθεσιν, ἀναιρεθείσης γὰρ ταύτης συναναιρεθήσεται καὶ τὸ σῶμα εἶναι τὸν θεόν. Μικρὸν δὲ ἐνταῦθα ἀνιεὶς ἑαυτὸν τῶν λογικῶν ἐφόδων, ἐπιχειρεῖ καὶ πνευματικῶς· «πῶς» γάρ φησιν «σωθήσεται τὸ διὰ πάντων διήκειν καὶ πληροῦν τὰ πάντα θεόν, εἰ τὰ μὲν περιγράφει, τοῖς δὲ περιγράφοιτο;» καὶ πῶς τοῦτο; εἰ γὰρ «τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῖ» κατὰ τὴν τοῦ προφήτου φωνὴν καὶ οὐδείς ἐστι «τόπος τῆς καταπαύσεως» αὐτοῦ, ἀλλὰ πανταχοῦ τέως ἐστὶ καὶ ὑπὲρ τὸ πᾶν ἐφέστηκε-φησὶ γοῦν καὶ ὁ ὑμέτερος φιλόσοφος ἐν οἷς Ἀφορμὰς τῶν νοητῶν τίθεται· «ὁ θεὸς παντα χοῦ καὶ οὐδαμοῦ» τῶν μετ' αὐτόν, «ὁ δὲ νοῦς πανταχοῦ» μὲν «καὶ οὐδαμοῦ» τῶν μετ' αὐτόν, ἐν τῷ θεῷ δέ· τὰ γὰρ ἄλλα παρίημι ὡς <οὐ> πάντως τῷ λόγῳ προσήκοντα-πῶς καὶ τὰς τοιαύτας ἐννοίας περὶ τοῦ θεοῦ σώσομεν καὶ σῶμα εἶναι αὐτὸν δογματίσομεν; εἰ γὰρ σῶμα, οὐ πανταχοῦ βήσεται οὐδὲ διὰ πάσης χωρήσει τῆς κτίσεως, ἀλλ' εἰ μὲν ἐκτὸς οὐρανοῦ, αὐτῇ δὴ τῇ ἐξωτάτῃ ἐπιφανείᾳ τοῦ σφαιρικοῦ περιγραφήσεται σώματος, καὶ τὸ μὲν περιγράψει, ἤτοι ὁ οὐρανός, τὸ δέ, ἤτοι τὸ θεῖον, περιγραφήσεται, πῶς γὰρ σῶμα ὂν σκληρὸν καὶ ἀντίτυπον διαΐξει τοῦ οὐρανίου σώματος; εἰ δὲ ἐντὸς τοῦτο τοῦ οὐρανοῦ δώσομεν, ἑκατέρωθεν ἡ περιγραφή· πρὸς γὰρ αὐτὸν τὸν οὐρανὸν περιορισθήσεται καὶ τὸ πῦρ.