108
αὐτῷ τὰ πολλὰ ἐπιτρέπει. 38, 22 ἦλθες δὲ ἐπὶ θησαυροὺς χιόνος, θησαυροὺς δὲ χαλάζης ἑώρακας; θησαυροὺς λέγει τὰ ἀπόκρυφα. οἶσθα οὖν, φησίν, πῶς τὴν μὴ φαινομένην χιόνα καὶ χάλαζαν ἐκφαίνεσθαι παρασκευάζω; 38, 23 ἀπόκειται δέ σοι εἰς ὥραν ἐχθρῶν, εἰς ἡμέραν πολέμου καὶ μάχης; δυνατὸς εἶ τῇ χιόνι καὶ τῇ χαλάζῃ κατὰ πολεμίων χρήσασθαι, ὅπερ θεὸς ποιεῖ πολλάκις ἀνθρώπους τιμωρούμενος καὶ καρποὺς διαφθείρων; 38, 2426 πόθεν δὲ ἐκπορεύεται πάχνη ἢ διασκεδάννυται νότος εἰς τὴν ὑπ' οὐρανόν; τίς δὲ ἡτοίμασεν ὑετῷ λάβρῳ ῥύσιν, ὁδὸν δὲ κυδοιμῶν τοῦ ὑετίσαι ἐπὶ τὴν γῆν, οὗ οὐκ ἀνήρ; πόθεν δὲ ἡ πάχνη ἢ πῶς ὁ νότος καθ' ὅλην πνεῖ τὴν ὑπ' οὐρανόν; πῶς λάβρως ὁ ὑετὸς καταρρεῖ; πόθεν αἱ βρονταί; κυδοιμὸν γὰρ τὴν βροντὴν καλεῖ. μὴ ἀνθρωπείας ἔργα ταῦτα τέχνης, οὐ θεοῦ σοφίας δημιουργήματα; 38, 2627 ἔρημον οὗ οὐχ ὑπάρχει ἄνθρωπος ἐν αὐτῇ τοῦ χορτάσαι ἄβατον καὶ ἀοίκητον καὶ τοῦ ἐκβλαστῆσαι ἔξοδον χλόης; χεῖται, φησίν, ὁ ὑετὸς καὶ εἰς τὴν ἀοίκητοντῶν θηρίων δὲ δη 342 λονότι προνοοῦντος θεοῦ, καὶ ἡ ἔρημος ποάζει καὶ χλοηφορεῖ δίχα τινὸς ἀνθρωπίνης ἐπιμελείας. 38, 2830 τίς ἐστιν ὑετοῦ πατήρ; τίς δέ ἐστιν ὁ τετοκὼς βώλους δρόσου; ἐκ γαστρὸς δὲ τίνος ἐκπορεύεται ὁ κρύσταλλος; πάχνην δὲ ἐν οὐρανῷ τίς τέτοκεν, ἣ καταβαίνει ὥσπερ ὕδωρ ῥέον; ἔχεις δὲ εἰπεῖν ὑετοῦ πατέρα ἢ δρόσουβώλους δὲ δρόσου τὰς συστάσεις φησὶ τοῦ δρόσουἢ κρυστάλλου ἢ πάχνης, ἥτις συνισταμένη περὶ τὸ στερέωμαοὐρανὸν γὰρ ἐνταῦθα τὸν εἰς ὕψος ἀέρα λέγειὥσπερ ὕδωρ καταρρεῖ; οὐ θεοῦ ταῦτα καὶ θεοῦ σοφίας ἔργα; 38, 30 πρόσωπον δὲ ἀσεβοῦς τίς ἔτηξεν; κατὰ μὲν τὸ ῥητὸν ἐπὶ παντὸς ἀσεβοῦς τοῦτο νοητέον. πρὸς δὲ διάνοιαν· τὴν ὡραιότητα τοῦ ἐχθροῦ, ἣν δὴ σημαίνει τὸ πρόσωπον, τίς ταύτην ἠφάνισεν; οὐχ ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς καὶ τῆς κτίσεως δημιουργός; 38, 31 συνῆκας δὲ δεσμὸν Πλειάδος; τῆς δὲ σῆς συνέσεως ἔργον τὸ ὥσπερ δεδέσθαι καὶ τοιῶσδε συγκεῖσθαι τοὺς συμπληροῦντας τὴν Πλειάδα ἀστέρας; ἢ τὴν αἰτίαν οἶσθα, διὰ τί οὕτως ἀλλήλοις συνηρμόσθησαν; 38, 31 καὶ φραγμὸν Ὠρίωνος ἤνοιξας; ἐπειδὴ κατὰ καιρὸν ὁ Ὠρίων φαίνεται, σύ, φησίν, παρασκευάζεις αὐτὸν ὥσπερ τινὶ διαφράγματι ἀποκρύπτεσθαι καὶ πάλιν φαίνεσθαι; 343 38, 32 ἢ διανοίξεις μαζουρὼθ ἐν καιρῷ αὐτοῦ; μαζουρὼθ τὰ συστήματα λέγει τῶν ἀστέρων, ἃ ἐν τῇ συνηθείᾳ ζῴδια καλοῦνται. ποῦ οὖν, φησίν, ἀποκεκλεισμένα εἰσὶ ταῦτα καὶ κατὰ καιρὸν φαίνονται; ἄλλοι δέ φασι μαζουρὼθ Ἑβραικὴν μὲν εἶναι λέξιν, εἰς Ἑλλάδα δὲ μεταφερομένην φωνὴν τὸν οὐράνιον κύνα σημαίνειν. 38, 32 καὶ Ἕσπερον, ἐπὶ κόμης αὐτοῦ ἄξεις αὐτόν; κόμην τὴν ὑπερβολὴν τῆς λάμψεως λέγει καὶ τὴν εὐπρέπειαν. μὴ σύ, οὖν φησιν, τοῦτον παράγεις οὕτω διαφανῶς ἐκλάμποντα; 38, 33 ἐπίστασαι δὲ τροπὰς οὐρανοῦ ἢ τὰ ὑπ' οὐρανὸν ὁμοθυμαδὸν γινόμενα; τὰς δὲ τοῦ ἀέρος ἐπίστασαι τροπὰς ἢ ἁπαξαπλῶς πάντα τὰ ὑπ' οὐρανὸν γινόμενα, ὅπως γίνεται; 38, 34 καλέσεις δὲ νέφος φωνῇ, καὶ τρόμῳ ὕδατος λάβρου ὑπακούσεταί σου; δύνῃ δὲ ἐπιτάξαι γενέσθαι νέφη, καὶ ὥσπερ τις ἔμψυχος ὁ ὑετὸς ὑπακούσεται μετὰ τρόμου τῷ σῷ προστάγματι; 38, 35 ἀποστελεῖς δὲ κεραυνοὺς καὶ πορεύσονται; ἐροῦσι δέ σοι, τί ἐστιν; ὥσπερ δέ τινες οἰκέται οἱ κεραυνοὶ ἐπιτάττονται παρὰ σοῦ πορεύεσθαι, καὶ καθ' ὧν ἂν ἐκπέμπωνται, ἕτοιμοι ὄντες πρὸς τὸ ἐπίταγμα μονονουχὶ φωνὴν ἀφιέντες ἐροῦσιν· τί ἐστιν, ὃ ποιεῖν ἡμᾶς προστάττεις; 344 38, 36 τίς δὲ δέδωκε γυναιξὶν ὑφάσματος σοφίαν ἢ ποικιλτικὴν ἐπιστήμην; τίς δὲ γυναῖκας ἐσόφισεν εἰς ὑφασμάτων κατασκευὴν καὶ εἰς τὸ ταῦτα καταποικίλλειν ταῖς τῶν ἐρίων βαφαῖς καὶ χρώμασιν; δείκνυσι δὲ διὰ τούτων, ὅτι καὶ ἡ τεχνικὴ σοφία τοῖς ἀνθρώποις παρὰ θεοῦ δέδοται. 38, 37 τίς δὲ ὁ ἀριθμῶν νέφη σοφίᾳ, οὐρανὸν δὲ εἰς γῆν ἔκλινεν; τίς δὲ ὁ ὑπ' ἀριθμὸν καὶ οὐκ ἀμέτρως, ἀλλὰ πρὸς τὴν χρείαν τὰ νέφη συνίστασθαι παρασκευάζων; τίς δὲ ὁ τὸν οὐρανὸν κυκλοφορικὸν ἀπεργασάμενος, ὡς δοκεῖν τοῖς πόρρωθεν ἀτενίζουσιν, ὅτι τῶν ἄκρων τῆς γῆς ἐφάπτεται; 38, 38 κέχυται δὲ ὥσπερ γῆς κονία. περικέχυται δὲ τῇ γῇ μελαίνῃ οὔσῃ ὁ οὐρανὸς ὥσπερ τις κονία διὰ τὸ