108
σοι, ὅταν ἀγαθύνῃς αὐτῷ." Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκεν· "Ἐπαινέσει σε ἐὰν καλῶς ποιήσῃς αὐτοῖς." Οὗτος γὰρ ὁ ἀληθὴς ἔπαινος, τὸ μὴ μόνον ζῶντα, ἀλλὰ καὶ τετελευτηκότα ἀοίδιμον εἶναι καὶ πολυ θρύλλητον. Ἄξιος δὲ τοιούτων ἐπαίνων ὁ εἰς οἰκείαν ὠφέλειαν τὸν πλοῦτον οἰκονομήσας· ἡ γὰρ εἰς τοὺς ἄλλους εὐεργεσία εἰς αὐτὸν ἀνατρέχει τὸν εὐεργέτην. κʹ. "Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὑτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς." Ἀντὶ τοῦ εἰσ ελεύσεται, εἰσελεύσῃ οἱ τρεῖς ἡρμήνευσαν. Ὄψει, φησὶ, τοῦτον πρὸς ὃν εἶπον· Μὴ φοβοῦ ὅταν πλου τήσῃ ἄνθρωπος, τὸν αὐτὸν τοῖς πατράσιν ὑπομέ νοντα θάνατον· καὶ οὐ μόνον τοῦ παρόντος φωτὸς, ἀλλὰ καὶ τοῦ αἰωνίου στερούμενον. καʹ. "Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς." Αἰτία δὲ τούτων ἡ κτηνώδης ζωὴ, ἢν τῶν ἀνθρώπων οἱ πλείους προείλοντο, τὴν παρὰ τοῦ Θεοῦ δεδομένην ἀποβεβληκότες τιμήν. Λογικοὶ γὰρ λεγόμενοι, τὴν ἀλογίαν ἠγάπησαν.
ΕΡΜΗΝ. ΤΟΥ ΜΘʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ Ἀσάφ." Ἄλλου χοροῦ ψαλ 80.1229 μῳδῶν χοροδιδάσκαλος
οὗτος, ὡς ἡ τῶν Παραλει πομένων ἐδίδαξεν ἱστορία. Τὰ μὲν γὰρ ἀπὸ τοῦ τεσσαρακοστοῦ πρώτου προηρμηνευμένα οἱ Κορὲ υἱοὶ, κορυφαῖοι καὶ αὐτοὶ χοροῦ ἑτέρου γενό μενοι, ᾄδειν ἐνεχειρίσθησαν. Ἔχουσι δὲ καὶ ἄλλους ψαλμοὺς, τὴν αὐτῶν ἐπιγραφὴν ἔχοντας, οὓς, εἰ ὁ Θεὸς ἐπιτρέψειεν, ἑρμηνεύσομεν. Ὁ δὲ παρὼν ψαλμὸς, τῷ Ἀσὰφ ἀνακείμενος, σύμφωνός ἐστι τῷ προτεταγμένῳ ψαλμῷ· καὶ αὐτὸς γὰρ τὸ μέλλον προαγορεύει κριτήριον, καὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν ἐπιφάνειαν. Προαγορεύει μέντοι καὶ τὴν καινὴν διαθήκην, δεικνὺς τὴν κατὰ νόμον λατρείαν οὐ θυμήρη Θεῷ. "Θεὸς θεῶν Κύριος ἐλάλησε, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσ μῶν." Καὶ ὁ πρὸ τούτου ψαλμὸς πάντας ἀνθρώπους εἰς διδασκαλίαν ἐκάλεσε, καὶ οὗτος ὡσαύτως πάντα τῆς οἰκουμένης τὰ πέρατα. Τὸ γὰρ, "Ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν," τοῦτο δηλοῖ. Τὸ δὲ Θεὸς θεῶν, οἱ τρεῖς ἑτέρως ἡρμήνευσαν, Ἰσχυρὸς Θεὸς λαλήσας ἐκάλεσε τὴν γῆν. Οἱ δὲ Ἑβδομήκοντα θεοὺς ὀνομάζουσι τοὺς ἄρχειν λαχόντας, καὶ κρίνειν πεπιστευμένους, ὅπερ ἴδιον μόνου Θεοῦ. Τοῦτο ἡμᾶς ὁ ὀγδοηκοστὸς πρῶτος διδάσκει ψαλμὸς, καὶ αὐτὸς τῷ Ἀσὰφ ἐπιγεγραμμένος. Εἰρηκὼς γὰρ, "Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ·" ἐπήγαγεν· "Ἕως πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; κρίνατε ὀρφανῷ καὶ πτωχῷ· ταπεινὸν καὶ πένητα δικαιώσατε." Τοῦτο δὲ ἱερέων ἴδιον, καὶ τῶν ἄλλων, ὅσοι τὸ δικάζειν ἐνεχειρίσθησαν. Οὕτω καὶ ὁ νόμος διαγορεύει, "Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς." Κυρίως δ' ἂν θεοὶ κληθεῖεν οἱ κατ' εἰκόνα θείαν γεγενημένοι, καὶ ἀκήρατον τὴν εἰκόνα φυλάξαντες. Ὁ γὰρ τούτων Θεὸς πᾶσαν συνάγει τὴν οἰκουμένην εἰς τὸ δικαστήριον. βʹ. "Ἐκ Σιὼν εὐπρέπεια τῆς ὡραιότητος αὐ τοῦ." Αὐτὸς δὲ οὗτός ἐστιν ὁ ἐν τῇ Σιὼν τὴν οἰ κείαν εὐπρέπειαν καὶ ὡραιότητα δείξας, καὶ τὰ σωτήρια καταδεξάμενος πάθη, ὁ ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων ὀνομασθεὶς ἐν τοῖς ἑρμηνευθεῖσι ψαλμοῖς. γʹ. "Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται." Μὴ γὰρ δὴ νομίσητε κατὰ τὴν προτέραν αὐτοῦ παρουσίαν καὶ τὴν δευτέραν γενήσεσθαι. Τότε μὲν γὰρ τῇ εὐτελείᾳ καὶ τῇ πτωχείᾳ συνεκάλυψε τὴν οἰκείαν μεγαλοπρέπειαν· 80.1232 νῦν δὲ προφανῆ δείξει πᾶσι τὴν δεσποτείαν, καὶ τὴν βασιλείαν, οὐκέτι μακροθυμίᾳ χρώμενος, ἀλλὰ κρίνων δικαίως. Τοῦτο γὰρ εἶπεν, Οὐ παρασιωπή σεται. "Πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά." Ταῦτα ὁ μακά ριος ∆ανιὴλ ἐθεάσατο· "Ποταμὸς γὰρ, φησὶ, πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· ὁ θρόνος αὐτοῦ φλὸξ πυρὸς, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον."