108
Ὁμηρίτου, ∆αμιανός, ὁ τούτων βασιλεύς, ἐφόνευσεν αὐτοὺς καὶ ἀφείλατο πάντα αὐτῶν λέγων, ὅτι· "οἱ Ῥωμαῖοι κακοποιοῦσι τοὺς ἐν τῇ χώρᾳ αὐτῶν Ἰουδαίους καὶ φονεύουσιν αὐτούς." καὶ ἐκ τούτου ἔλυσαν τὴν πραγματείαν τῶν ἐνδοτέρων Ἰνδῶν τοῦ Αὐξουμίτου. καὶ ἀγανακτήσας ὁ τῶν Αὐξουμιτῶν βασιλεὺς Ἀδὰδ ἐδήλωσε τῷ Ὁμηρίτῃ, ὅτι· "ἔβλαψας τὴν βασιλείαν μου καὶ τὴν ἐνδοτέραν Ἰνδίαν, κωλύσας τοὺς Ῥωμαίων πραγματευτὰς τοῦ εἰσέρχεσθαι πρὸς ἡμᾶς." καὶ ἦλθον εἰς ἔχθραν μεγάλην καὶ συνέβαλον πόλεμον μετ' ἀλλήλων. καὶ ἐν τῷ μέλλειν αὐτοὺς πολεμεῖν Ἀδάδ, ὁ τῶν Αὐξουμιτῶν βασιλεύς, ἐτάξατο λέγων, ὅτι· "εἰ νικήσω τὸν Ὁμηρίτην, Χριστιανὸς γίνομαι, ὅτι ὑπὲρ Χριστιανῶν πολεμῶ." καὶ τῇ τοῦ θεοῦ συνεργίᾳ ἐνίκησε κατὰ κράτος καὶ ἔλαβεν αἰχμάλωτον ζῶντα ∆αμιανόν, τὸν βασιλέα αὐτῶν, καὶ τὴν χώραν αὐτῶν καὶ τὰ βασίλεια αὐτῶν· καὶ εὐχαριστήσας τῷ θεῷ Ἀδάδ, ὁ βασιλεὺς τῶν Αὐξουμιτῶν, ἔπεμψε πρὸς τὸν βασιλέα Ἰουστινιανὸν λαβεῖν ἐπίσκοπον καὶ κληρικούς, καὶ διδαχθῆναι καὶ γενέσθαι Χριστιανός. καὶ ἐχάρη ἐπὶ τούτῳ μεγάλως Ἰουστινιανός, καὶ ἐκέλευσε δοθῆναι αὐτοῖς ἐπίσκοπον, ὃν ἂν θελήσωσιν. καὶ ἐπελέξαντο οἱ αὐτοὶ πρεσβευταὶ περιεργασάμενοι παραμονάριον τοῦ ἁγίου Ἰωάννου ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ, ἄνδρα. εὐλαβῆ καὶ παρθένον, ὀνόματι Ἰωάννην, ἐτῶν ξβʹ. καὶ λαβόντες αὐτὸν ἀπῆλθον εἰς τὴν ἰδίαν χώραν πρὸς Ἀδάδ, τὸν βασιλέα αὐτῶν καὶ οὕτως ἐπίστευσαν τῷ Χριστῷ καὶ ἐφωτίσθησαν [ἅπαντες αὐτῶν.] 224 Κόσμου ἔτη ϛλϛʹ. Τῆς θείας σαρκώσεως ἔτη φλϛʹ. Ῥωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. ιζʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. ιθʹ. Ῥώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Μηνᾶς ἔτη ιϛʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ζώϊλος ἔτη ζʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. ιζʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ ϛʹ, ἡμέρᾳ αʹ, ἰνδικτιῶνος ζʹ, γέγονε σεισμὸς μέγας εἰς ὅλον τὸν κόσμον, ὥστε πτωθῆναι τὸ ἥμισυ τῆς Κυζίκου. καὶ τῷ αὐτῷ ἔτει ἐπληρώθη ὁ χαλκοῦς κίων ὁ μέγας, ὁ πλησίον τοῦ παλατίου, ὁ λεγόμενος Αὐγουστεύς. καὶ ἀνηνέχθη ἡ στήλη τοῦ βασιλέως Ἰουστινιανοῦ ἔφιππος. καὶ τῷ αὐτῷ ἔτει ἀνεφάνη τις ἐκ τῆς τῶν Ἰταλῶν χώρας κωμοδρόμος ὀνόματι Ἀνδρέας ἔχων μεθ' ἑαυτοῦ κύνα ξανθὸν καὶ τυφλόν, ὅστις κελευόμενος ὑπ' αὐτοῦ ἐποίει θαύματα· ἑστῶτος γὰρ αὐτοῦ ἐν τῇ ἀγορᾷ, καὶ ὄχλου παρεστῶτος, λάθρα τοῦ κυνὸς ἐκομίζετο τὰ τῶν ἑστώτων δακτυλίδια χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ σιδηρᾶ· καὶ ἐτίθει εἰς τὸ ἔδαφος περισκέπων αὐτὰ τῷ χώματι καὶ ἐπέτρεπε τῷ κυνί, καὶ ἔπαιρνεν καὶ ἐδίδου ἑκάστῳ τὸ ἴδιον. ὁμοίως καὶ διαφόρων βασιλέων νομίσματα μιγνύμενα ἐπεδίδου κατ' ὄνομα. ἀλλὰ καὶ παρεστῶτος ὄχλου ἀνδρῶν τε καὶ γυναικῶν, ἐπερωτώμενος ἐδείκνυε τὰς ἐν γαστρὶ ἐχούσας καὶ τοὺς πόρνους καὶ μοιχοὺς καὶ κνιποὺς καὶ μεγαλοψύχους· καὶ ὑπεδείκνυε πάντα μετὰ ἀληθείας. ὅθεν ἔλεγον, ὅτι "πνεῦμα ἔχει Πύθωνος." ιηʹ. κʹ. ζʹ. ηʹ. ιαʹ. γʹ. ιηʹ. Τούτῳ τῷ ἔτει ἐπανέστη ἡ θάλασσα τῇ Θρᾴκῃ ἐπὶ μίλια δʹ καὶ ἐκάλυψεν αὐτὴν ἐπὶ τὰ μέρη Ὀδύσσου καὶ ∆ιονυσοπόλεως καὶ τὸ Ἀφροδίσιον· καὶ πολλοὶ ἐπνίγησαν ἐν τοῖς ὕδασιν. καὶ πάλιν τῷ τοῦ θεοῦ προστάγματι ἀπεκατέστη ἡ αὐτὴ θάλασσα εἰς τοὺς ἰδίους τόπους. 225 Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. Ἀντιοχείας ἐπίσκοπος ∆όμνος ἔτη ιδʹ. ιθʹ. καʹ. ηʹ. θʹ. αʹ. δʹ. αʹ. Τούτῳ τῷ ἔτει γέγονε λεῖψις σίτου καὶ οἴνου καὶ χειμερία πολλή. καὶ ἐγένετο σεισμὸς μέγας ἐν Βυζαντίῳ, καὶ διαστροφὴ περὶ τοῦ ἁγίου πάσχα. καὶ ἐποίησαν οἱ δῆμοι τὴν ἀποκρεώσιμον μηνὶ Φεβρουαρίῳ δʹ. ὁ δὲ βασιλεὺς προσέταξεν ἑτέραν ἑβδομάδα πραθῆναι κρέα. καὶ πάντες οἱ κρεωπῶλαι ἔσφαξαν καὶ προέθηκαν, καὶ οὐδεὶς ἠγόραζεν, οὔτε ἤσθιεν. τὸ δὲ πάσχα γέγονεν, ὡς ὁ βασιλεὺς ἐκέλευσεν, καὶ εὑρέθη ὁ λαὸς νηστεύων ἑβδομάδα περιττήν. κʹ. κβʹ. θʹ. ιʹ. βʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει παρελήφθη ἡ Ῥώμη ὑπὸ τῶν Γότθων. καὶ ὁ πάπας Βιγίλιος παρεγένετο ἐν Κωνσταντινουπόλει, καὶ δεχθεὶς ὑπὸ τοῦ βασιλέως μετὰ μεγάλης τιμῆς ὑπισχνεῖτο