1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

109

μακρὰν ὁ τῶν καλάμων στόλος ἐπιφοιτή σει, ἐπεκερτόμησε μὲν τοὺς πολεμίους τῆς ἀβουλίας, μάλα δὲ ἥσθη ἐπ' αὐτῇ, ὡς δὴ πρὸς αὐτοῦ ἐσομένῃ. 4 αὐτίκα γὰρ ἐπακτρίδας εἴκοσι πολυήρεις τε καὶ ἀμφιπρύμνους ἀνδρῶν ἐμπλήσας σιδήρῳ τεθωρακισ μένων ἀσπίδας τε φερόντων καὶ τόξα καὶ πρός γε δορυδρέπανα τούς τε ἐρέττοντας ἐμβαλὼν καὶ τοὺς τοῖς πηδαλίοις ἐφεστηκότας ὑπὸ τὴν ἔνδον παρατεινομένην τῆς θαλάττης γλωχῖνα καθάπερ ἐς ἐνέδραν καθ ορμίσας ἐνέκρυψεν, ὡς ἂν μὴ πόρρωθεν προοφθεῖεν. 5 ἐπεὶ δὲ οἱ βάρβαροι ἤδη ὑπερβάντες τὸ προπετὲς τοῦ τείχους καὶ ἀπολῆγον καὶ τοῦ αἰγιαλοῦ προεξέχον ἐνέκλινον πρὸς τὰ εἴσω καὶ ἐπεφέροντο φρο 193 νήματι ξὺν πολλῷ καὶ παρρησίᾳ, τότε δὴ καὶ αἱ τῶν Ῥωμαίων ὁλκά δες ἀντανήγοντο καὶ ἀντεπῄεσαν· καί πως αὐταῖς τοῦ ῥοῦ συλλαμ βανομένου ἀντίπρωροι κατιοῦσαι βιαιότερον προσπίπτουσι ταῖς ἐκ τῶν καλάμων σχεδίαις. 6 καὶ δῆτα αἱ μὲν τῇ προσκρούσει περιετρέ ποντο ἐς τοὔμπαλιν ὑπὸ τῷ σάλῳ καὶ ἐκυλινδοῦντο ὡς μηκέτι ἀσφαλῆ τὴν βάσιν παρέχεσθαι τοῖς ἐφεστηκόσιν, ἀλλὰ τοὺς μὲν ἐν τοῖς κύμασιν ἀποβληθέντας ἀπόλλυσθαι, τοὺς δὲ συνιζάνειν ἐν αὐταῖς πρὸς ἀνάγκης καὶ διαπορεῖν ὅ τι καὶ δράσαιεν. οἵ γε μὴν ἔτι ἑστηκότες διεταράττοντο ὑπὸ τοῦ κλυδωνίου, μετρίου μὲν ὄντος καὶ ἐλαχίστου ὡς ἐς νηῶν κίνησιν καὶ ἀκάτων, τοῖς δὲ καλάμοις διὰ τὴν κουφότητα καὶ μάλα χαλεπωτάτου. 7 τοιγάρτοι μετέωροί τε θαμὰ ἐγίγνοντο ὑπὸ κυρτῷ αἰρόμενοι τῷ ῥοθίῳ καὶ συγκαθείλκοντο αὖθις κοιλαινομένῳ. καὶ τοίνυν οἱ ἄνδρες διαμάχεσ θαι μὲν οὐδὲ ἐπειρῶντο, ἦν δὲ αὐτοῖς οὐδέν τι ἕτερον εὐκτόν τε καὶ ἐσπου δασμένον ἢ ὅπως ἂν ἑστάναι γοῦν μόνον δύναιντο καὶ βεβηκέναι. 8 οὕτω δὲ τῶν βαρβάρων ἐν θορύβῳ τε καὶ ἀφασίᾳ καθεστηκότων οἱ Ῥωμαῖοι διέκπλους, ὅπῃ παρείκοι, ποιούμενοι ὠθισμοῖς τε ἐχρῶντο καθάπερ ἐν πεζομαχίᾳ καὶ ταύτῃ πολλοὺς τῶν ἐναντίων κατέβαλλον, ἅτε δὴ αὐτοὶ βεβαιότατα ἐν ταῖς ὁλκάσιν ἐρηρεισμένοι· ἐνίους δὲ τοῖς ξίφεσιν ἐκ χειρὸς πλήττοντες ἔκτεινον. 9 ἐπεὶ δέ γε αὐτῶν πολλαχοῦ καὶ ἀφειστήκεσαν καὶ οὔπω ἐπέλαζον, ἐνταῦθα τοῖς δορατίοις ἐφικνού μενοι καὶ τὰς δρεπανώδεις τούτων αἰχμὰς ταῖς μηρίνθοις ἐκείναις, αἷς δὴ οἱ κάλαμοι ἐτύγχανον συμπεπλεγμένοι, ἐμβάλλοντες ἐξέτεμνον στοιχηδὸν ἁπάσας καὶ διέλυον τὴν συνέχειαν. τότε δὴ οὖν οἱ μὲν δόνακες ἀποτμη γέντες ἀλλήλων καὶ σποράδην ἐπινηχόμενοι, ἄλλος ἄλλοθι ἀπεπτύετο. 10 οἱ δὲ Οὖννοι, τῆς βάσεως αὐτοὺς ἐπιλειπούσης, ἀθρόον κατεδύοντο ἐν τῷ βάθει καὶ ἔθνησκον ἀχρήστου ποτοῦ ἐμπιπλάμενοι. οὕτω τε ἅπαντες διεφθάρησαν, καὶ οὐδεὶς ὅστις αὐτῶν ἀνὰ τὴν ἤπειρον ἐπανῆκεν.

23. Αὐτίκα δὲ οἱ Ῥωμαῖοι τὰ ὅπλα τῶν δυσμενῶν ἀνελόμενοι, ὁπόσα γε ἄνω ἔτι ἐφέρετο καὶ ἐπέπλει, καὶ ἐς τὰ πρότερα χωρία κατάραντες μεγίστης ἡδονῆς καὶ θυμηδίας ἅπαντα ἔπλησαν τὸν στρατόν, γεγηθότας ἐπὶ τοῖς ξυνενεχθεῖσι. καὶ οὖν ἀθροισθέντες ἅπαντες ἐς ταὐτὸ ἀποχρήσασθαι ᾤοντο χρῆναι κἀν τοῖς ἐφεξῆς τῷ καιρῷ καὶ τῇ τάξει 194 τοῦ προτερήματος. 2 τοιγάρτοι ὀλίγαις ὕστερον ἡμέραις εὖ μάλα καθοπλισθέντες ἐκδρομὴν ἀθρόον ἐκ τοῦ περιβόλου πεποίηνται, καὶ προσβάλλουσι τῷ λοιπῷ πλήθει τῶν ἐφεδρευόντων βαρβάρων ἀνιω μένων ἔτι ἐπὶ τῇ ξυμφορᾷ καὶ κατεπτηχότων. 3 τότε δὴ οὖν ὁ Γερμανός, ἅτε δὴ νεώτατος καὶ οὔπω ἐντελῶς τὰς τῆς φύσεως ἐπέχειν ὁρμὰς καὶ ἐγκατείργειν δυνάμενος, ἀλλὰ πλέον τοῦ προμηθοῦς καὶ βεβηκότος τῷ φιλοδοξοῦντι τοῦ τρόπου καὶ προθυμουμένῳ πέρα τοῦ μετρίου ἐγκείμενος, ἀφειδῶς ἐπῄει τοῖς πολεμίοις καὶ προὐκινδύνευεν, οὐ στρατηγικῶς ἐπείγων καὶ διατάττων, ἀλλὰ στρατιωτικώτερον συμπλεκόμενος. τῷ τοι ἄρα καὶ πλήττεται βέλει τὸν μηρόν, ὡς μικροῦ δεῖν μελλῆσαι ἀπόμαχος ἔσεσθαι· πλὴν ἀλλ' ἡ τῶν ἐφεστηκότων πραγμάτων ἀνάγκη καὶ τὸ μέγεθος τοῦ ἐγχειρήματος ἐγκρατέστερα τῆς ὀδύνης γεγένηται, καὶ οὐ πρότερον ἀνῆκεν αὐτός τε μοχθῶν καὶ